378
ἐφόδοις, καὶ δεδοικὼς, μὴ βασιλίς τε καὶ οἱ ἄλλοι, τὴν ἀνάγκην συνιδόντες, ὡς οὔτε στρατιᾶς δύναιντ' 2.523 ἂν ἔτι εὐπορεῖν οὔτε χρημάτων, οἷς χρώμενοι πολεμοῖεν βασιλεῖ, τρέψονται πρὸς τὴν εἰρήνην, ἐσκέψατο ἐξαπατᾷν καὶ φενακίζειν. καὶ ἀναφανδὸν ἐδημηγόρει, ὡς πόρον χρημάτων μέγιστον ἐξεύροι, ἐξ ὧν οὐ Καντακουζηνῷ μόνον, ἀλλὰ καὶ πᾶσι πολεμίοις ἀντιτάξαιτο. πᾶσι γὰρ τοῖς ὁθενδήποθεν ἐμπόροις φόρους ἐπιθήσειν πρὸς ἀνάγκην, ἐξ ὧν ἔσονται Ῥωμαίοις πρόσοδοι πολλαπλασίους τῶν πώποτε οὐσῶν. καὶ ἀφικόμενος πρὸς Ἱερὸν, ἵνα διαπλέειν μηδενὶ ἐξῇ, ἂν μὴ παρέχῃ χρήματα, ὁλκάδα μυριοφόρον ἐπ' ἀγκυρῶν ὁρμίσας κατὰ μέσον τὸ ῥεῦμα, ὁπλίτας ἐγκαθίδρυσε πολλοὺς καὶ ἐκέλευε χρήματα λαμβάνειν παρὰ τῶν ἐμπόρων. οἱ δ' οὐδὲν μᾶλλον ἢ πρότερον ἐλάμβανον. ἀναλωμάτων γὰρ πρότερον πολλῶν καὶ τριήρεων ἡ ἐπιχείρησις ἐδεῖτο, ὥστε ἄρχειν τῆς θαλάσσης, μέγα δυνηθέντας καὶ κρείττους γενομένους τῶν πλεόντων· μὴ ῥᾳδίας δὲ οὔσης πρὸς ταῦτα τῆς παρασκευῆς, καὶ οἱ θαυμαστοὶ ἐκεῖνοι πόροι καὶ αἱ πρόσοδοι ἀπώλλυντο. τῶν συγκλητικῶν δὲ οἱ πολλοὶ, ὅσοι μὴ διὰ τὸ πρὸς βασιλέα ἔχθος, ὥσπερ ἐν ὀνείροις, ἐπείθοντο πλουτεῖν, εἰδότες ὡς ἀνηνύτοις ἐπιχειρεῖ, τὴν μεγαλοφυΐαν ἐθαύμαζον πρὸς εἰρωνείαν καὶ τῶν πάλαι βασιλέων κατεγίνωσκον πολλὴν κουφότητα, ὅτι τοσοῦτον ἐν χερσὶ πλοῦτον ἔχοντες ἠγνόουν. βασιλεὺς δὲ ὁ Καντακουζηνὸς οὐκ ὀλίγας διατρίψαντα ἡμέρας παρ' αὐτῷ Ἀρῆγον αὖθις οἴκαδε ἀπέπεμπε, κελεύσας ἀποκρίνεσθαι μηδὲν τοῖς πέμψασι· μόνῳ δὲ τῷ μεγάλῳ δου 2.524 κὶ εἰπεῖν, ὡς οὔτε πρότερον, οὔτε νῦν ἐπιλάθοιτο τῆς φίλης ἀπάτης καὶ πανουργίας καὶ στρεβλότητος, ἀλλὰ τῷ περιόντι τῆς περὶ ταῦτα σχέσεως καὶ θεὸν νομίζοι δύνασθαι ἐξαπατᾷν. καὶ γὰρ πάντα μᾶλλον διανοούμενος, ἢ ἐκ παρατάξεως μάχεσθαι πρὸς αὐτὸν, ἱκεσίας καὶ ἱλασμοὺς παραγγέλλειν πρὸς θεὸν τοῖς ἱερεῦσιν ὑπὲρ αὐτοῦ, ὡς μέλλοντος μαχεῖσθαι. ἀλλ' εἰδέναι σαφῶς, ὡς οὔτε θεὸς, ἃ πράττει καὶ διανοεῖται, ἀγνοεῖ, καὶ οἱ ἄνθρωποι δὲ, εἰ μὴ πρότερον, ἀλλ' ὕστερόν γε τὰς ἀπάτας αὐτοῦ καὶ τὰς πανουργίας πάσας συνορῶσι. τί γὰρ μὴ τῇ προτεραίᾳ τὴν στρατιὰν ἐξῆγε πρὸς τὴν μάχην, ἀλλὰ μετὰ τὸ πυθέσθαι αὐτὸν ἀπάγοντα τὴν στρατιάν; τότε μὲν οὖν λελυπηκέναι εἶπεν αὐτὸν, φυγομαχήσας οὐκ ὀλίγα· ἵνα δὲ μὴ ἐπιπλέον διὰ τὴν φυγὴν λυπῇ, ὅσον οὔπω πάλιν ἐπελεύσεσθαι καὶ μηνύειν διὰ τοῦτο, ἵνα μήτε λυποῖτο ἐπιπλέον καὶ παρασκευάζοιτο πρὸς μάχην. Ἀρῆγος μὲν οὖν ἦλθεν εἰς Γαλατᾶν καὶ οὐδὲ λόγου τινὸς ἠξίωσε τοὺς πέμψαντας. δοὺξ δὲ ὁ μέγας, ἐπεὶ πύθοιτο ἐπανήκοντα, κατέπλεεν ἐξ Ἱεροῦ καὶ μετεκαλεῖτο τὸν Ἀρῆγον, ὡς περὶ τῆς πρεσβείας ἐρωτήσων. ὁ δ' οὔτε παρεγένετο καὶ κατηγόρει φανερῶς, ὅτι καὶ φόβον πάντα θεοῦ καὶ ἀνθρώπων ἀποθέμενοι αἰδὼ, τοιαῦτα πράττουσιν, οἷα πᾶς τις ἂν μισοίη συνιδών· ἔφασκέ τε, ὡς πρὸς τὰς τοιαύτας ἀπολογίας, οἵας 2.525 αὐτοὶ ποιοῦνται ἀνερυθριάστως, βασιλέα μόνον ἐξαρκεῖν δεόντως ἀποκρίνεσθαι. διὸ καὶ μετ' ὀλίγον ἥξει, ἔργῳ τὰς ἀποκρίσεις δώσων. παρήγγελλέ τε αὐτοῖς παρασκευάζεσθαι, ὡς μαχουμένους πρὸς τοῖς τείχεσιν. ἐκεῖνοι μὲν οὖν τὰ εἰωθότα πράξαντες, οὐδὲν καινὸν ἐνόμιζον ποιεῖν. βασιλεὺς δὲ αὖθις ἧκεν εἰς Βυζάντιον πανστρατιᾷ καὶ πρὸ τῆς Χαρσίας πύλης οὐκ ὀλίγον διετέλεσεν ἑστώς. ἐπεὶ δὲ οὐδεὶς ἀντεπεξῄει, ἀναστρέψας ἐστρατοπέδευσεν ἐν τῇ Πετρογεφύρᾳ καλουμένῳ τόπῳ, ποταμοῦ τε παραῤῥέοντος καὶ ἄφθονον τροφὴν τοῖς ἵπποις παρέχοντος τοῦ τόπου. καὶ ἡ στρατιὰ ἐκάκου τὸ Βυζάντιον, ὅσα μάλιστα ἐνῆν. Ἀρῆγος δὲ αὖθις ἐλθὼν πρὸς βασιλέα, ὑπὲρ βασιλίδος λόγους ἐποιεῖτο, ὡς οὐδαμῶς αἰτία τοῦ πολέμου εἴη, ἀλλὰ πατριάρχης καὶ οἱ ἄλλοι, οἳ ταύτην βουλομένην οὐκ ἐῶσι χωρεῖν πρὸς τὴν εἰρήνην, πείθοντες, ὡς, ἂν ἑνί γέ τῳ τρόπῳ περιέσῃ, ἐκείνην τε ἀποκτενεῖς αὐτίκα καὶ τὰ τέκνα. ὧν ἀκούουσαν, καίτοι καὶ ἄλλως οὐχ ἑαυτῆς κυρίαν οὖσαν, ὥστε πράττειν, ἅττα ἂν δοκῇ συμφέρειν, πάντα ἐκείνοις ἐπιτρέπειν πρὸς ἀνάγκην. βασιλεὺς δὲ τοῖς ἐν Βυζαντίῳ φίλοις κρύφα διαλεχθεὶς, ἐπεὶ οὐκ ἦν αὐτοῖς εὔκαιρον πράττειν τι ὑπὲρ