378
μὲν κατεπονεῖτο, τοτὲ δὲ ἀνερρώννυτο. κἀντεῦθεν ἐνίοτε μὲν ηδοντο οι τε λοιποὶ καὶ ὁ Γάιος ὡς τελευτήσοντος, ἐνίοτε δὲ ὡς καὶ ζησομένου πεφόβηντο. δείσας ουν ὁ Γάιος μὴ καὶ ἀνασωθῇ, ουτε φαγεῖν αἰτήσαντι εδωκεν, ὡς τάχα βλαβησομένῳ, καὶ ἱμάτια πολλὰ καὶ παχέα ὡς θερμασίας δεομένῳ προσέβαλε, καὶ ουτως ἀπέπνιξεν αὐτόν, ζήσαντα ετη ἑπτὰ πρὸς τοῖς ἑβδομήκοντα καὶ μῆνας τέσσαρας καὶ ἡμέρας ἐννέα, ἀφ' ων δύο καὶ εικοσιν ἐνιαυτοὺς ἐμονάρχησε καὶ μῆνας ἑπτὰ καὶ ἡμέρας ἑπτά. μετήλλαξε δὲ τῇ εἰκοστῇ τοῦ Μαρτίου ἡμέρᾳ. Τούτου τῷ πεντεκαιδεκάτῳ ετει ἐβαπτίσθη ὁ κύριος ἡμῶν ̓Ιησοῦς Χριστός, ἐν δὲ τῷ ὀκτωκαιδεκάτῳ παρεδόθη καὶ ἐσταυρώθη καὶ ἀνέστη. ἱστορεῖ δὲ ὁ Εὐσέβιος τὸν Πιλάτον τῆς ̓Ιουδαίας τηνικαῦτα ἐπιτροπεύοντα γράψαι τὰ περὶ τοῦ κυρίου τῷ Τιβερίῳ, εθους οντος τοῖς τῶν ἐθνῶν αρχουσι τὰ παρὰ σφίσι καινοτομούμενα δηλοῦν τῷ τὴν μοναρχίαν ἰθύνοντι, ιν' αὐτῷ μηδὲν ἀγνοῆται τῶν παρ' ἑκάστοις τῶν ἐθνῶν γινομένων. ηδη γάρ φησι τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ σωτῆρος ἡμῶν εἰς απαντας ἐν πάσῃ τῇ Παλαιστίνῃ διαβεβοημένης, τὰ περὶ αὐτῆς ὁ Πιλάτος ἐκοινώσατο Τιβερίῳ τῷ αὐτοκράτορι, ος τάς τε αλλας αὐτοῦ πυθόμενος τερατείας καὶ ὡς μετὰ θάνατον ἐκ νεκρῶν ἀναστὰς θεὸς ειναι παρὰ πλείστοις ηδη πεπίστευται, ἀνήνεγκε μὲν τῇ συγκλήτῳ ταῦτα· ἐκείνη δὲ τὸν λόγον ἀπώσατο, οτι μὴ πρότερον αὐτὴ τοῦτο δοκιμάσασα ην, παλαιοῦ νόμου κεκρατηκότος μὴ αλλως τινὰ παρὰ ̔Ρωμαίοις θεοποιεῖσθαι μὴ οὐχὶ 3.12 ψήφῳ τῆς συγκλήτου καὶ δόγματι. ταύτης δ' ουν ἀπωσαμένης τὸν περὶ τοῦ σωτῆρος ἡμῶν λόγον, τὸν Τιβέριον, ην καὶ πρῴην ειχε γνώμην τηρήσαντα, μηδὲν ατοπον κατὰ τῆς τοῦ Χριστοῦ διδασκαλίας ἐπινοῆσαι. μάρτυρα δ' ἐπὶ τούτοις παράγει Τερτυλιανὸν ὁ Εὐσέβιος, ανδρα ̔Ρωμαῖον καὶ ενα τῶν ἐν τῇ ̔Ρώμῃ λαμπρῶν, ἐν συγγραφῇ τινι παρ' αὐτοῦ ἐκτεθείσῃ ̔Ρωμαϊκῇ διαλέκτῳ, μεταβληθείσῃ δ' εἰς τὴν ̔Ελλάδα φωνήν, λέγοντα ταῦτα "παλαιὸν ην δόγμα μηδένα θεὸν ὑπό του καθιεροῦσθαι πρὶν ὑπὸ τῆς συγκλήτου δοκιμασθῇ. ὁ Τιβέριος ουν, ἐφ' ου τὸ τῶν Χριστιανῶν ονομα εἰς τὸν κόσμον εἰσεληλύθει, ἀγγελθέντος αὐτῷ ἐκ Παλαιστίνης τοῦ δόγματος τούτου ενθα πρῶτον ηρξατο, τῇ συγκλήτῳ ἀνεκοινώσατο, δῆλος ων ἐκείνοις ὡς τῷ δόγματι ἀρέσκεται. ἡ δὲ σύγκλητος, ἐπεὶ οὐκ αὐτὴ δεδοκιμάκει, τοῦτο ἀπώσατο. ὁ δὲ ἐν τῇ αὐτοῦ γνώμῃ εμεινεν, ἀπειλήσας θάνατον τοῖς τῶν Χριστιανῶν κατηγόροις." ταῦτα ὁ Εὐσέβιος ἱστορεῖ τὸν Τιβέριον ποιῆσαι μαθόντα περὶ τῆς θεότητος τοῦ σωτῆρος ἡμῶν καὶ τῆς ἐκ νεκρῶν αὐτοῦ ἀναστάσεως, ἐκ τῆς τοῦ Τερτυλιανοῦ συγγραφῆς αὐτὰ ἐκλεξάμενος. Καὶ ὁ μὲν Τιβέριος ουτως ἀπεβίω, διεδέξατο δὲ αὐτὸν ὁ Γάιος ὁ τοῦ Γερμανικοῦ καὶ τῆς ̓Αγριππίνης παῖς, ον καὶ Γερμανικὸν καὶ Καλλιγόλαν ἐπωνόμαζον. εἰ γὰρ καὶ ὁ Τιβέριος καὶ τῷ ἰδίῳ ἐγγόνῳ τῷ Τιβερίῳ τὴν αὐταρχίαν κατέλιπεν, ἀλλ' ὁ Γάιος τὰς διαθήκας αὐτοῦ εἰς τὸ συνέδριον πέμψας ἀκύρους παρεσκεύασε γενέσθαι, ὡς παραφρονήσαντος, οια 3.13 παιδί, ῳ μηδ' εἰσελθεῖν ἐξῆν εἰς τὸ βουλευτήριον, αρχειν τῶν ̔Ρωμαίων ἐπιτρέψαντος. τῆς μὲν ουν ἀρχῆς αὐτὸν ουτως αὐτίκα παρέλυσε καὶ μετὰ τοῦτο εἰσποιησάμενος ἀπέκτεινεν ὡς τελευτῆσαι αὐτὸν εὐξάμενον, χρήματα δὲ πολλὰ τοῖς στρατιώταις καὶ τῷ δήμῳ διένειμε, τὰ μὲν ἐκ τῶν Τιβερίου διαθηκῶν, τὰ δὲ ἐκ τῶν τῆς Λιβίας, α ὁ Τιβέριος οὐ παρέσχε. καὶ ειπερ καὶ τὰ λοιπὰ δεόντως ἀνήλισκε, μεγαλόνους αν καὶ μεγαλοπρεπὴς εδοξε· νῦν δὲ καὶ εἰς ὀρχηστὰς καὶ ιππους καὶ μονομάχους καὶ τοιουτότροπα ετερα ἀπλήστως δαπανῶν, καὶ τοὺς θησαυροὺς μεγάλους γεγονότας διὰ βραχέος ἐξεκένωσε καὶ ἑαυτὸν προσεξήλεγξεν οτι εὐχερείᾳ καὶ ἀκρισίᾳ κἀκεῖνα πεποίηκε. καὶ οὐδ' ἐς τρίτον ετος μέρος αὐτῶν τι διέσωσεν, ἀλλ' εὐθὺς παμπόλλων προσεδεήθη. Τῷ δ' αὐτῷ τούτῳ τρόπῳ καὶ ἐς τὰ αλλα ἐκέχρητο. μοιχικώτατός τε γὰρ ἀνδρῶν γεγενημένος, καὶ γυναῖκα μίαν μὲν ἁρπάσας ἐκδιδομένην ἀνδρί, αλλας δὲ ηδη ἐκδεδομένας καὶ συνοικούσας τισὶν ἀποσπάσας, πλὴν μιᾶς τὰς αλλας ἐμίσησε· πάντως δ' αν κἀκείνην ἐμίσησεν, εἰ ἐπὶ πλέον