378
τὸ τερσαίνειν, τὸ ξηραίνειν. ὁ δὲ Σοφοκλῆς ἐν τῷ ἑτέρῳ ̓Αμφιαράῳ ἐπὶ τῆς αλω τέtau.1743 θεικε τὴν λέξιν. Αἰλιανός· ἐν ταῖς τρασίαις κυλίειν φασὶ καὶ τῶν ἰσχάδων τὰς περιπαρείσας. Τράφηξ. ἡ ὑπόβλαστος βάσις. καὶ τὸ τῆς νεὼς χεῖλος, ἐφ' ῃ οἱ σκαλμοὶ τίθενται, καὶ τὸ ξύλον, οπου τιθέασι τὸν αρτον. ὡς παρὰ Λυκόφρονι. Τράπεζα. κατὰ ἀποβολὴν τῆς τε συλλαβῆς· εστι γὰρ τετράπεζα, ἡ τέσσαρας πέζας εχουσα. πέζα γὰρ ὁ ποῦς. οτι καὶ αἱ τῶν παλαιῶν τράπεζαι τετράγωνοι ησαν. Τραγῳδία. ποίημα ἐπιτάφιον, οπερ ποιοῦντες οἱ παλαιοὶ τράγους ἀντὶ μισθοῦ ἐλάμβανον. διαφέρει δὲ ἡ τραγῳδία τῆς κωμῳδίας, οτι ἡμῖν τραγῳδία λύει τὸν βίον, ἡ δὲ κωμῳδία συνίστησι. Τραφερά. ἡ ξηρὰ γῆ. ἡ πεπηγυῖα ὡς πρὸς τὴν θάλασσαν. τρέφω γὰρ τὸ πηγνύω. καὶ θρέξαι τὸ πῆξαι. Τριακάσ. χωρίον εξω τῆς Κωνσταντινουπόλεως λεγόμενον αἱ τριακάδες. καὶ ἡ διὰ θανάτου ἡμέρα τριακὰς ἐλέγετο. tau.1744 Τριάσ. κατὰ μὲν τὴν φυσικὴν ἀκολουθίαν μονάδων σύνθεσις· κατὰ δὲ τὴν θεϊκὴν οὐσίαν ὑπεράριθμος υπαρξις. Τριμερήσ. ἡ ψυχὴ ἡ ἐν αὐτῷ προτυποῦσα τὴν τρισάγιον τριάδα, ωσπερ ἐν σώματι τινὶ μέλλουσαν ἐν τῷ νεκρωθέντι κόσμῳ φανερωθῆναι, καὶ τούτων τὴν θεογνωσίαν ζωοποιῆσαι. τριμερῆ δὲ λέγει τὴν ψυχὴν, ωσπερ τινὰ στοιχεῖα νοερὰ εχουσαν τὰ ἑαυτῆς μέρη, δι' ων καὶ συνίσταται, τουτέστι τὸ λογικὸν, τὸ ἐπιθυμητικὸν καὶ θυμικόν· οπως διὰ μὲν τοῦ λογικοῦ λογίζεται τὴν ἀρετὴν, διὰ δὲ τοῦ ἐπιθυμητικοῦ ἀγαπᾷ τὸν θεὸν, διὰ δὲ τοῦ θυμικοῦ ὀργίζεται τοῖς δαίμοσιν †ἀνδριζομένη κατ' αὐτῶν.† ωσπερ ουν ἀδύνατον σῶμα ειναι μὴ εχον τέσσαρα στοιχεῖα, ουτως ἀμήχανον ειναι ψυχὴν μὴ εχουσαν τρία μέρη, δι' ων καὶ συνέστηκε. τριμερὴς δὲ ειρηται, οὐχ ὡς μέρη εχουσα, ἀσώματος γάρ ἐστιν, ἀλλὰ διὰ τὰς ἐνεργείας, δηλονότι τὸ λογικὸν, τὸ ἐπιθυμητικὸν καὶ τὸ θυμικόν. Τρίτην. τρίτην ἡμέραν λέγουσιν, οὐχὶ τρίτης ἡμέρας, οὐδὲ τρίτη ἡμέρα. Ξενοφῶν· χθὲς δὲ tau.1745 καὶ τρίτην ἡμέραν ταυτὸ τοῦτ' επραττον. Μένανδρος· ἡμέραν τρίτην ἐπενόμασεν ἡμῖν. ̓Αντιφῶν· ἐχθὲς μετὰ πέντ' επινον ἡμέραν τρίτην μεθ' ἑπτά. οὐκέτι δὲ ἀπὸ τρίτην ἡμέραν, ωσπερ νῦν σολοικίζουσι τινὲς, ἀλλ' ἀπὸ τρίτης ἡμέρας. καὶ τρίτον ετος λέγουσιν, οὐχὶ τρίτῳ ετει. Φερεκράτης· πότε σὺ ηκουσας αὐτοῦ πρὸ πέρυσι ετος τρίτον. ἐνίοτε δὲ προστιθέασι τοῦτο καὶ τουτὶ, οιον, τρίτον ετος τοῦτο. ἐπειδὰν ἀπὸ τοῦ παρόντος χρόνου λογίζονται καὶ μὴ ἀπό τινος παρῳχηκότος. καὶ ∆ημοσθένης· τρίτον η τέταρτον ετος τουτὶ ὡραῖον τεῖχος πολιορκῶν. ανευ δὲ τοῦ προκεῖσθαι τὸ τοῦτο καὶ τουτὶ, κοινὸν καὶ τοῦ παρεληλυθότος χρόνου ἐστί. Τριτογένεια. φοβερὰ, καταπληκτική. Τριμηθοῦσ. πόλις κατὰ Κύπρον. Τριήρεισ. πλοῖα πολεμικά. καλοῦνται καὶ λίβερνοι. Τριφυλία. ἡ ἐν Πελοποννήσῳ. ἀπὸ Τριφύλης τῆς Κλύτου μητρὸς, ἀλλ' οὐκ ἀπὸ Τριφύλου τοῦ Λυκάονος. Τρίχεσ. παρὰ τὴν τραχύτητα, τραχέες τινὲς ουσαι. οἱ δὲ ἀπὸ τοῦ τρίζειν ἐν τῇ κουρᾷ. οἱ δὲ ἀπὸ τοῦ πλήθους. οἱ δὲ ἀπὸ τοῦ τρύχεσθαι καὶ ἀφαιρεῖσθαι συνεχῶς. Τρήρων, τρήρωνοσ. λέγεται δὲ ἡ δειλὴ περιστερά. παρὰ τὸ τρέω τρεερὸς καὶ κατὰ συναtau.1746 λοιφὴν τρηρὸς καὶ παρώνυμον τρήρων. ὡς ἁβρὸς, αβρων. Τροχιάσ. †πορείας.† τρίβους. †ἐργασίας.† Τροιζήν. χώρα. καὶ κλίνεται Τροιζῆνος. Τροπή. ἀποσκίασμα, ἀλλοίωσις. †Τροπή. δίωξις.† Τροπαὶ τοῦ ἡλίου. πρώτη μὲν ἡ ἐαρινή. ἐν αὐτῇ γὰρ ἐποίησεν ὁ θεὸς τὰ σύμπαντα. καὶ δηλοῖ τὸ μέχρι νῦν ἐν αὐτῇ τῶν ἀνθέων τὴν βλάστησιν γίνεσθαι. ητις καὶ ἰσημερινὴ τροπή ἐστι. δώδεκα γὰρ ὡρῶν τήν τε ἡμέραν καὶ τὴν νύκτα καθίστησιν. αυτη ἐκ τῆς μέσης τῆς ἀνατολῆς τοῦ ἡλίου συνίσταται, εὐκραὴς ουσα, αιματος αὐξητικὴ, θερμὴ καὶ ὑγρὰ ὑπάρχουσα, καὶ δι' αὐτῆς μεσιτεύουσα τῷ χειμῶνί τε καὶ τῷ θέρει, τοῦ μὲν χειμῶνος θερμοτέρα καὶ ξηροτέρα, τοῦ δὲ θέρους ψυχροτέρα. διατείνει δὲ αυτη ἡ ωρα ἀπὸ μαρτίου εἰκάδος πρώτης μέχρι ἰουνίου εἰκοστῆς τετάρτης. ειτα ὑψουμένης τῆς τοῦ ἡλίου ἀνατολῆς ἐπὶ τὰ βορειότερα μέρη, ἡ θερινὴ τροπὴ διαδέχεται, μεσιτεύουσα τῷ τε εαρι καὶ τῷ μετοπώρῳ, ἐκ μὲν τοῦ εαρος τὸ θερμὸν εχουσα, ἐκ δὲ τοῦ μετοπώρου