378
ἀνεκφράστου κατά γε τὸ μέλλον κληρονομήσομεν. καὶ γὰρ οὐδὲ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς δόξαν, ὡς ἠκούσαμεν. ἀλλὰ καὶ τὸ παραυτίκα, φησί, τῆς θλίψεως ἐλαφρὸν καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον δόξης βάρος ἡμῖν κατεργάζεται, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· ἐκεῖνα μὲν γὰρ πρόσκαιρα, ταῦτα δέ γε αἰώνια καὶ ἀσάλευτα. ἐγγὺς οἱ στέφανοι καὶ τὰ γέρα, ἐγγὺς ἡ δόξα, ἐγγὺς ἡ προσδοκωμένη ἀνάπαυλα τῶν οὐ πεπερασμένων καλῶν. μὴ ἀποκάμητε μηδὲ βραχὺ γοῦν ἀναπεσόντες ὑπνώσητε· ἡ γὰρ τῶν ἀντιπάλων ἡμῶν ἐχθρῶν σπουδή, ἕως ἂν περιγένωνται, κυκλόθεν ἡμᾶς ἀγρύπνως περιστοιχίζουσι. μείνατε καὶ ἔτι μικρόν· ὅσον γὰρ ὅσον καὶ ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ. ἥξει, καὶ τῶν δικαίων μισθῶν τῶν συχνῶν ἱδρώτων ὑμῶν λίαν ἱλαρῶς ὑμᾶς ἀξιώσειεν· ἥξει, καὶ τῶν ἀκηράτων ἀγαθῶν τὴν κληρονομίαν, ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ καὶ ἡτοίμασεν τοῖς ὁλοψύχως αὐτὸν ἀγαπήσασιν, εὐμενέστατα ὑμῖν χορηγήσειεν. ὑπομείνατε (θεράποντες γὰρ τοῦ Χριστοῦ) τὰ παρόντα δεινά. ναί, ἀντιβολῶ, μείνατε, καὶ πατριαρχῶν προεδρεῖαι, χορὸς προφητῶν, ἀποστόλων θρόνοι, ἱεραρχῶν τάξεις, στρατὸς μαρτύρων, ὁσίων δῆμοι, ἀσκητῶν ἀγέλαι καὶ πᾶς ὁ λοιπὸς τῶν ἀπ' αἰῶνος δικαίων κατάλογος εἰς τὰς ἑαυτῶν ἀκαταλύτους σκηνὰς ὑμᾶς ἀναμφιβόλως ἐκδέξονται ὡς τὰ αὐτὰ ἐκείνοις παθόντας, ὡς τοὺς αὐτοὺς διαγωνισαμένους ἀγῶνας, ὡς τοῖς αὐτοῖς παλαίσμασι νεανικῶς ἐνιδρώσαντας, διότι καὶ τοῦ μέχρι τέλους τοῖς ἄθλοις ἐγκαρτεροῦντος ἐμάθομεν εἶναι τὸ σῴζεσθαι. Οὐ μικρᾶς ἡμᾶς ἀθυμίας ἐνέπλησε, τιμιωτάτη μοι κορυφή, ἡ ὑμῶν ἀπ' ἀλλήλων διάζευξις καὶ διάστασις, βάλλοντας εἰς ψυχὴν ἐκ τούτου τὸ δολερὸν καὶ πολυμήχανον τοῦ σατάν· ἐκείνου γὰρ τοῦ πανούργου τρόπος τὸ τοιοῦτον καὶ ἔνεδρα. 560 {1Πρὸς τοὺς ἐπισκόπους καὶ ἡγουμένους, τοὺς καθαψαμένους Πέτρου τοῦ ἐν τῷ Καλῷ ὄρει}1 Ἔδει μὲν ὑμᾶς εἰδότας, ὦ φίλοι, τὰ τῶν θείων γραφῶν πνευματόφθεγκτα λόγια μὴ ἀκονᾶν τὴν γλῶσσαν κατὰ τοῦ πλάσαντος· ὁ ἁγιάζων γὰρ καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες. ἐπειδὴ δὲ ἀγνοίᾳ κρατούμενοι ἢ φθόνῳ περινυττόμενοι τὸν τοῦ Χριστοῦ ἄξιον θεράποντα οὐ προσδέχεσθε Πέτρον, τὴν θείαν χάριν αὐτοῦ ὡς διὰ τῶν ἀποστόλων ἐν σημείοις καὶ τέρασι καὶ δι' αὐτοῦ νυνὶ ἐκπέμποντος, ἀλλὰ γόην καὶ δυσσεβῆ τοῦτον ἐκπομπεύετε, τὸ τῆς ζωῆς αὐτοῦ ἀνεπίληπτον μὴ γινώσκοντες σιωπῆσαι. ἡμεῖς γὰρ αὐτοῦ τόν τε βίον καὶ τὴν πίστιν διερευνήσαντες οὐδαμοῦ αὐτὸν σφαλλόμενον εὕρομεν, μᾶλλον δὲ καὶ πολλοὺς ἐν τοῖς καθ' ἡμᾶς χρόνοις ἀσκητὰς ὑπερβαίνοντα· ὅντινα οἱ πιστῶς ἀδελφοὶ προσδεχόμενοι τῶν ἁγίων λειτουργιῶν καὶ τῶν εὐαγγελικῶν λογίων ἐρευνηταὶ ἀκριβέστατοι καὶ τῆς ἐκκλησίας Χριστοῦ κοινωνοὶ πέλουσιν ἱερώτατοι. οἱ δὲ τὰ ἐγκελευόμενα παρ' ἡμῶν τῶν εὐτελῶν μὴ δεχόμενοι τὴν θεόφθεγκτον εὐαγγελικὴν ῥῆσιν, τὴν λέγουσαν φανερώτατα, ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει, οὐ προσδέχονται· οἵτινες ὡς ἀπαιδευσίας ζήλῳ καὶ ἀσεβείας λόγῳ κρατούμενοι ἀποστολικῇ ψήφῳ καὶ πατρικῷ κανόνι τῷ ἀναθέματι ὑποβάλλονται.