Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
σκηνώσας τὴν Ἱερουσαλήμ."6 Οὐκοῦν ὅταν ἐπιστῆτε, φησὶν, ὡς οὐ διὰ τῶν ψευδωνύμων θεῶν, δι' ἐμοῦ δὲ μᾶλλον γνωστὰ γέγονεν ἐν ὑμῖν πρὶν γενέσθαι τὰ συμβεβηκότα, ἀκούσατε Κύρου λέγοντος ὅτι "6Κύριος ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ."6 9Οὕτω λέγει Κύριος, ὁ ῥυσάμενός σε, ὁ Ἅγιος Ἰσραήλ· Ἐγώ εἰμι ὁ Θεός σου, δέδειχά σοι τοῦ εὑρεῖν σε τὴν ὁδὸν, ἐν ᾖ πορεύσῃ ἐν αὐτῇ. Καὶ εἰ ἤκουσας τῶν ἐντολῶν μου, ἐγένετο ἂν ὡσεὶ ποταμὸς ἡ εἰρήνη σου, καὶ ἡ δικαιοσύνη σου ὡσεὶ κῦμα θαλάσσης· καὶ ἐγένετο ἂν ὡσεὶ ἄμ- μος τὸ σπέρμα σου, καὶ τὰ ἔκγονα τῆς κοιλίας σου ὡς ὁ χοῦς τῆς γῆς· οὐδὲ νῦν οὐ μὴ ἐξολο- θρευθῇς, οὐδὲ ἀπολεῖται τὸ ὄνομά σου ἐνώπιόν μου. Ἔξελθε ἐκ Βαβυλῶνος φεύγων ἀπὸ τῶν Χαλδαίων.9 Ἀραρὸς δὴ πάλιν αὐτοῖς ἐργάζεται φρόνημα, καὶ εὖ βεβηκότα νοῦν, εἴς γε τὸ δεῖν εἰδέναι τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεόν· καὶ τὴν ἰδίαν αὐτοῖς ἐκ- καλύπτει δόξαν, ἵνα μὴ ταῖς τῶν πλανώντων φωναῖς ἀποφέρωνταί ποι πρὸς τὸ ἐξίτηλον, ἤγουν πρός γε 70.1029 τὸ οἴεσθαι καὶ φρονεῖν, τοὺς ψευδωνύμους αὐτοῖς 70.1029 ἐπαμύναι θεοὺς, τοὺς οὐκ ὄντας ὅλως. ∆ιὰ γάρ τοι τοῦτο, καθάπερ ἐγᾦμαι, τὸ Ἐγώ εἰμι ὁ Θεός σου, φησὶ, τοῦ, εἰμὶ, σημαίνοντος τὸ, ὑπάρχω. Τοῦτο καὶ τῷ πανσόφῳ Μωσῇ διηγόρευσε λέγων· "6Ἐγώ εἰμι ὁ ὤν."6 Ὢν γάρ ἐστι κυρίως τε καὶ ἀληθῶς ὁ τῶν ὅλων Θεός. Τὰ δέ γε παρ' αὐτοῦ πρὸς τὸ εἶναι παρενηνεγ- μένα ὄντα μὲν καὶ αὐτὰ λέγοιντ' ἂν, πλὴν ὅτι γε- γόνασι, καὶ ἀρχὴν τοῦ εἶναι διεκληρώσαντο. Οὕτω τοίνυν φησὶ Κύριος ὁ ῥυσάμενός σε, Ἅγιος Ἰσραήλ· Ἐγώ εἰμι ὁ Θεός σου. Ἀλλ', ὦ ∆έσποτα, φαίη ἂν, οἶμαι, τὶς τῶν ἐξ αἵματος Ἰσραὴλ, ἐλυτρώσω καὶ σέ- σωκας, ἐξείλου πυρὸς καὶ δίκης, ζυγοῦ καὶ δουλείας, βαρβάρου χειρὸς, ὡς παναλκὴς δηλονότι, καὶ ψιλοῖς νεύμασιν ἅπερ ἂν ἕλοιο κατορθῶν. Εἶτα πῶς οἱ ὑπὸ σὴν ὄντες φειδῶ καὶ ἀγάπην εἰς σὲ τὸν ἐπίκουρον αὐχοῦντες ἀεὶ, πρὸς τοῦτο ταλαιπωρίας κατενηνέγ- μεθα, ὥστε καὶ ὑπὸ πόδας πεσεῖν ἐχθρῶν, καὶ θη- τεῦσαι παρὰ τὸ εἰκὸς τοὺς ἐλευθέρους ἐξ ἐλευθέρων; Τί οὖν πρὸς ταῦτα Θεός; ∆έδειχά σοι τοῦ εὑρεῖν σε τὴν ὁδὸν, ἐν ᾗ πορεύσῃ ἐν αὐτῇ. Νόμον σοι τέθεικα, φησὶ, τῶν πρακτέων τὸν ὁριστὴν, τὸν ἀπευθύνειν εἰδότα πρὸς πᾶν ὁτιοῦν τῶν ἡδίστων ἐμοὶ, ποδηγὸν εἰς δικαιοσύνην, διδάσκαλον εὐσεβείας, εἰς εὐθείαν ὁδὸν ἀποφέροντα, δι' ἧς εἰ πράττειν ἤθελες, κατήν- τησας εἴς γε τὸ εἶναι γνήσιος καὶ λάτρις ἀληθὴς, καὶ τοῖς ἐξ ἀρετῶν αὐχήμασιν εὖ μάλα κατεστεμ- μένος. Ἀλλ' ἔξω τρίβου γέγονας τῆς ἐπ' εὐθὺ, καὶ ἁμαξητὸν ἀφεὶς, ὥσπερ παρετράπης ἐφ' ἃ μὴ θέμις· λελάτρευκας τῇ στρατιᾷ τοῦ οὐρανοῦ, τέθυκας εἰδώ- λοις, προσκεκύνηκας τοῖς οὐκ οὖσι θεοῖς, ἐπελάθου τοῦ Κτίσαντος, παρ' οὐδὲν ἡγήσω τὸν δοθέντα νόμον. Εἰ γὰρ ἦσθα γεγονὼς τῶν ἐμῶν ὑπάκοος ἐντολῶν, ἐγένετο ἂν ὡσεὶ ποταμὸς ἡ εἰρήνη σου, καὶ ἡ δι- καιοσύνη ὡσεὶ κῦμα θαλάσσης. Καὶ ὃ βούλεται δηλοῦν, ἔστι τοιοῦτον· Τοὺς χειμάῤῥους φασὶν, ὑετοῦ τοῖς ὄρεσιν ἐνσκήψαντος λάβρου, καταφέρεσθαι δεινῶς τε καὶ ἀφορήτως, ὡς ἀντισχεῖν δύνασθαι παντελῶς οὐ- δὲν ταῖς ἐκείνων ὁρμαῖς. Εὔδηλον δὲ κἀκεῖνο, οἶμαί που. Αἱ γάρ που τῶν θαλάσσης κυμάτων ἐμβολαὶ δειναὶ καὶ δυσάντητοι, καὶ οὐ πλωτῆρσι μόνοις, ἤγουν ταῖς ὁλκάσιν, ἀλλὰ καὶ αὐταῖς ἔσθ' ὅτε ταῖς πέτραις. Ἀποῤῥήγνυνται γὰρ αὗται, κρουνηδὸν αὐ- ταῖς τῶν ὑδάτων ἐῤῥηγνυμένων. Οὐκοῦν εἰ τῶν ἐμῶν, φησὶ, κατήκοος ἦσθα λόγων, εἰ τὸν νοῦν ἐπήγαγες εὐπειθῆ, ἐγένετο ἂν ἡ εἰρήνη σου ποτα- μοῦ καὶ ὑδάτων δίκην, ἀκαταμάχητος τοῖς ἐχθροῖς, ἤγουν τοῖς ἐθέλουσιν ὑπαντᾷν. Ἢ τάχα που, καὶ καθ' ἕτερον τρόπον, ἵνα τὸ τῆς εἰρήνης ἄφθονόν τε αὐτοῖς καὶ διηνεκὲς ἀποφήνῃ χρῆμα, ποταμῷ παρεικάζει καὶ κύμασι, ποταμῷ μὲν ἀεὶ καὶ ἀμφιλαφῶς ῥέοντί τε καὶ φερομένῳ, κύμασί τε κυρτουμένοις ἀεὶ, καὶ οἷον διηνεκῶς τῇ χέρσῳ προστρέχουσιν. Ἐγένετο δ' ἂν καὶ τὸ σπέρμα σου ὡσεὶ ἄμμος, καὶ τὰ ἔκγονα τῆς κοιλίας σου ὡς ὁ χοῦς τῆς γῆς. Ὅμοιον ὡς εἰ λέγοι. Οὐδενὸς οὐ ξίφος ἐπανατείνοντος, οὐ τῆς τῶν πολεμίων χειρὸς ὀλοθρευούσης τινὰς, πολύχους ἦσθα 70.1032 καὶ ἀναρίθμητος, ὥστε ψάμμῳ καὶ χοῒ παρεικάζε-