379
αὐτοῦ, αὖθις ἀνεχώρει. οὐδὲν γὰρ ἦν, ὃ λήψεται ἐκτὸς τειχῶν. καὶ πρὸς τὴν Ἀδριανοῦ ἐλθόντι, ἐκείνη τε ἡ πόλις προσεχώρει, τοῦ ταύτης ἄρχοντος Παρασπονδύλου πράττοντος, καὶ τὰ ἄλλα φρούρια, ἃ περὶ αὐτὴν ὡς περὶ μητέρα 2.526 ᾤκουν. καὶ ἡ Τζερνομιάνου δὲ καὶ αὐτὴ προσεχώρησεν, ἀντέχειν πρὸς τὸν πόλεμον μὴ δυναμένη, ἧς ἦρχεν ὁ Ἱέραξ, τῶν οἰκετῶν ὢν βασιλέως Ἀνδρονίκου, καὶ πολλὰ πρὸς τὸν πόλεμον κατὰ Καντακουζηνοῦ τοῦ βασιλέως πράξας καὶ εἰπών. ἐν τῇ Ἀδριανοῦ δὲ καὶ ἕτερός τις ἦν τῶν βασιλέως Ἀνδρονίκου οἰκετῶν, Μαγκαφᾶς ὠνομασμένος. τούτους δὴ οὖν τοὺς τρεῖς, Μαγκαφᾶν τε καὶ Ἱέρακα καὶ Παρασπόνδυλον, ὁ βασιλεὺς μεταπεμψάμενος, οὐκ ἀγνοεῖν μὲν ἔφασκεν, ὡς παρὰ τὸν τοῦ πολέμου χρόνον πάντα πάσῃ προθυμίᾳ καὶ σπουδῇ πρὸς αὐτὸν ὑπὲρ βασιλέως ἐπολέμησαν. οὐ μέντοι διὰ τοῦτο πρὸς αὐτοὺς ὀργίζεσθαι, ἀλλὰ καὶ ἐπαινεῖν, τὴν προσήκουσαν οἰκέταις ἐπιδεδειγμένους προθυμίαν. οὐδὲ γὰρ οὐδὲ παρακοιμωμένῳ καὶ τοῖς ἄλλοις ὅτι ἐπολέμησαν ὀργίζεσθαι, ἀλλ' ὅτι σεσυκοφαντήκασί τε ἐξαρχῆς καὶ ἄχρι νῦν συκοφαντοῦσι, ψεύδει ψεῦδος συῤῥάπτοντες καὶ τὸν πόλεμον οὐκ ἐῶντες καταλύεσθαι. οὐ μὴν ἀλλὰ κἀκείνοις τοσαύτην πρὸς αὐτὸν ἀγνωμοσύνην ἐπιδεδειγμένοις, εἰ τῶν δόλων καὶ τῶν συκοφαντιῶν ἠθέλησαν ἀποστάντες διαλύεσθαι πρὸς αὐτὸν περί τε τῶν κοινῶν καὶ τῶν καθ' ἑαυτοὺς, οὐδεμίαν ἂν ἐνεδείξατο πικρίαν, οὐδὲ ἐπεμνήσθη τῶν κατὰ τὸν πόλεμον γεγενημένων παρ' αὐτῶν τοσούτων ἀλγεινῶν, ἀλλ' ἡδέως ἂν εἶδε καὶ εὐμενῶς, καὶ τῆς ἀρχαίας ἠξίωσε φιλίας καὶ συνηθείας πρὸς αὐτόν. πρὸς δὲ αὐτοὺς οὐδὲ ἴχνος μήνιδος φέρειν ἢ ὀργῆς, οὐδὲ προσκεκρουκέναι αὐτῷ νομίζειν, 2.527 ὅτι ὑπὲρ βασιλέως αὐτῷ τοσαῦτα ἐπολέμησαν, τὰ γὰρ δίκαια καὶ τὰ προσήκοντα δούλοις εὐγνώμοσι πεποιηκέναι, ἄλλως θ' ὅτι οὐδ' αὐτός ἐστι πολέμιος τῶν βασιλέως παίδων καὶ διαφθείρειν ἐκείνους ἐκ παντὸς τρόπου ᾑρημένος, ἀλλὰ πρότερόν τε τὰ μάλιστα ἐκείνοις καὶ Ῥωμαίοις συνοίσοντα σπουδάζειν, καὶ νῦν οὐδὲν ἧττον μετὰ τὸν τοσοῦτον πόλεμον καὶ τὴν ἄφατον ἀγνωμοσύνην καὶ μανίαν, ἣν οἱ ὑπὲρ ἐκείνων δῆθεν, τῇ δ' ἀληθείᾳ κατ' ἐκείνων τὸν πόλεμον κεκινηκότες ἐνεδείξαντο. ἐκκαλύψειν γὰρ ἤδη τὸ ἀπόῤῥητον αὐτοῖς, ὡς εἴη βεβουλευμένος, εἴγε καὶ κατὰ γνώμην εἴη θεῷ, εἰ περιγένοιτο τῶν πολεμούντων καὶ κύριος τῶν βασιλέως παίδων κατασταίη, πᾶσαν τὴν ἀρχὴν Ῥωμαίων ὑφ' ἑαυτὸν πεποιημένος, μὴ τῆς πατρῴας ἀρχῆς ἀποστερεῖν, ἀλλὰ διοικήσαντα τὰ πράγματα ἄχρις ἂν βασιλεὺς ὁ νέος Ἰωάννης πρὸς ἡλικίαν εὔφρονα ἀφίκηται καὶ δυναμένην ἄγειν τὴν ἀρχήν· ἔπειτα αὐτῷ παραδιδόναι τὴν ἡγεμονίαν. τούτου γοῦν ἀληθῶς οὕτω κεκριμένου παρ' αὐτῷ, οὔτε τοῖς πρότερον ὀργίζεσθαι ὑπὲρ ἐκείνου πεπολεμηκόσιν, οὔτε τοὺς συνόντας καὶ συγκατακτωμένους τὴν ἀρχὴν πρὸς βασιλέα τὸν νέον οἴεσθαι ἐξαμαρτάνειν, εἰ μέλλουσιν ἐκείνῳ μᾶλλον τὴν ἀρχὴν συνδιασώζειν. ὧν ἕνεκα καὶ πρὸς αὐτοὺς οὔτε περὶ τῶν πρὶν γεγενημένων ἀπεχθάνεσθαι, οὔτε τὸν ἔπειτα χρόνον, ἂν αὐτῷ βούλωνται συνεῖναι, βασιλεῖ τῷ νέῳ οἴεσθαι 2.528 πολεμίους γεγενῆσθαι, ἀλλ' ἐπ' αὐτοῖς τὴν αἵρεσιν εἶναι ἑκατέρου. ἄν τε γὰρ βούλωνται συνεῖναι, ἡδέως ἔχειν· ἄν τε πρὸς Βυζάντιον ἀναχωρεῖν, οὐδὲν κωλύσειν, ἀλλὰ καὶ δῶρα παρασχόμενον, μετ' εὐμενείας ἀποπέμψειν. τοιαῦτα μὲν ὁ βασιλεὺς πρὸς ἐκείνους διειλέχθη, καὶ τριῶν ἡμερῶν παρείχετο προθεσμίαν, ὡς ἐν ταύταις διασκεψάμενοι τὰ δοκοῦντα ἕλοιντο λυσιτελεῖν. οἱ δὲ πολλὰς ὁμολογοῦντες χάριτας τῆς εὐμενείας βασιλεῖ καὶ τῆς περὶ αὐτοὺς προνοίας, ἐπισκεψαμένοις ἐδέδοκτο μᾶλλον συνεῖναι βασιλεῖ, μετὰ τὴν τρίτην προσελθόντες ἀπήγγελλον τὴν γνώμην, ὡς μᾶλλον αἱροῦνται τὸ αὐτῷ συνδιατρίβειν καὶ πρόθυμοι εἶναι πάντα κίνδυνον ὑπὲρ αὐτοῦ καὶ πόνον ὑπομένειν, ὡς τὰ βελτίω καὶ λυσιτελοῦντα καὶ Ῥωμαίοις κοινῇ καὶ τοῖς βασιλέως παισὶ καὶ πράττοντι καὶ βουλομένῳ. τοὺς γὰρ ἐν Βυζαντίῳ τῶν πραγμάτων ἄρχοντας εἰδέναι καὶ αὐτοὶ οὐδὲν ὑγιὲς διανενοημένους, ἀλλ' ἐπὶ κοινῇ κακοπραγίᾳ πάντα