379
ἐβεβιώκει. καὶ ἐς τὴν μητέρα καὶ τὰς ἀδελφὰς τήν τε τήθην τὴν ̓Αντωνίαν πολλὰ εὐσεβῶς ἐνδειξάμενος, μετὰ ταῦτα τὴν μὲν τήθην ἐπιτιμήσασάν τι αὐτῷ εἰς ἀνάγκην ἑκουσίου θανάτου κατέστησε, τὰς ἀδελφὰς δὲ διαφθείρας ἁπάσας εἰς νῆσον τὰς δύο κατέκλεισεν· ἡ γὰρ τρίτη προετεθνήκει. καὶ αλλα πολλὰ τοιαῦτα ἐποίησε. καὶ τὸν Τιβέριον ὡς ἀσελγῆ καὶ μιαιφόνον διέβαλλεν, ωστε καὶ αλλους ἐκ τούτου χαριεῖσθαί οἱ νομίσαντας προπετεστέρᾳ παρρησίᾳ χρήσασθαι· ειτα ἐπῄνει τε καὶ ἐσέμνυνεν, ωστε καὶ κολάσαι τινὰς ἐφ' οις κατ' ἐκείνου εἰρήκεσαν· καὶ τοὺς βλασφημοῦντας 3.14 ἐκεῖνον ἐκάκιζεν, καὶ τοὺς ἐπαινοῦντας ὡς φίλους ἐκείνου ἐμίσει· καὶ παμπληθεῖς ἀπέκτεινε τῶν κατὰ τοῦ πατρὸς καὶ τῆς μητρὸς καὶ τῶν ἀδελφῶν αὐτοῦ τὸν Τιβέριον ἐρεθισάντων, καίτοι τὴν ὀργὴν αὐτοῖς ἀφεῖναι λέγων καὶ τὰ γράμματα καταφλέξαι αὐτῶν. καὶ ναοὺς δὲ ἑαυτῷ καὶ θυσίας ὡς θεῷ γίνεσθαι ἐκέλευσεν. αἰτούμενός τέ τι ὠργίζετο, καὶ αυθις ἐμηνία ὡς μὴ αἰτούμενος· ὀξύς τ' ἐπί τινας πράξεις ἐφέρετο, καὶ νωθέστατα ἐνίας μετακεχείριστο· τά τε χρήματα καὶ ἀφειδέστατα ἀνήλισκε, καὶ ῥυπαρώτατα ἠργυρολόγει· τοῖς τε θωπεύουσιν αὐτὸν καὶ τοῖς παρρησιαζομένοις καὶ ηχθετο ὁμοίως καὶ ηδετο. καὶ πολλοὺς μὲν μεγάλα ἀδικήσαντας ἐκόλασε, πολλοὺς δὲ μηδὲν ἠδικηκότας ἀπέκτεινε. καὶ τῶν ἑταίρων τοὺς μὲν ὑπερεκολάκευε, τοὺς δὲ ὑπερύβριζε. τοιούτῳ δὲ τὸ σύμπαν οἱ ̔Ρωμαῖοι τότε παρεδόθησαν αὐτοκράτορι ωστε τὰ τοῦ Τιβερίου εργα, καίτοι δοκοῦντα παγχάλεπα, τοσοῦτον τὰ τοῦ Γαΐου παρενεγκεῖν οσον κρείττω ἐκείνων τὰ τοῦ Αὐγούστου ειναι ἐδόκουν. Τιβέριος μὲν γὰρ ηρχε καὶ τοῖς αλλοις ὑπηρέταις πρὸς τὸ αὐτοῦ ἐκέχρητο βούλημα, Γάιος δὲ ηρχετο μὲν ὑπὸ τῶν ἁρματηλατούντων καὶ ὑπὸ τῶν ὁπλομαχούντων, ἐδούλευε δὲ καὶ τοῖς ὀρχησταῖς καὶ τοῖς λοιποῖς τοῖς περὶ τὴν σκηνήν. τὸν γοῦν ̓Απελλῆν τῶν τότε τραγῳδῶν τὸν εὐδοκιμώτατον καὶ δημοσιεύων συνόντα αὐτῷ ειχεν ἀεί, καὶ χωρὶς μὲν ἐκεῖνος, χωρὶς δ' οἱ λοιποὶ πάνθ' οσα αν τοιοῦτοι δυνηθέντες τολμήσειαν, ἐπ' ἐξουσίας ἐποίουν. καὶ αὐτῶν τὰ μὲν πρῶτα θεατὴς καὶ ἀκροατὴς ἐγίνετο, συσπουδάζων καὶ ἀντιστασιάζων τισίν· ειτα καὶ αρματα ηλασε καὶ ἐμονομάχησεν, ὀρχήσει τε ἐκέχρητο καὶ τραγῳδίαν ὑπεκρίνετο. απαξ δὲ τοὺς πρώτους 3.15 τῆς γερουσίας νυκτὸς ὡς ἐπί τι ἀναγκαῖον μεταπεμψάμενος ὠρχήσατο. ̓Εν μὲν ουν τῷ ετει, ἐν ῳ ὁ Τιβέριος ἐτελεύτησε, τούς τε βουλευτὰς καὶ τοὺς ἱππέας καὶ τὸν δῆμον ἐκολάκευε, πέμπτον καὶ εἰκοστὸν ἀνύων ἐνιαυτόν, καὶ τοὺς ἐν δεσμωτηρίοις ἀπέλυσε τά τε ἐγκλήματα τῆς ἀσεβείας κατέλυσε καὶ τὰ περὶ αὐτῶν τοῦ Τιβερίου γράμματα, ὡς ελεγεν, εκαυσεν, ἐπῃνεῖτό τε ἐπὶ τούτοις· ειτα καὶ ὑπάτευσε, τὸν θεῖον τὸν Κλαύδιον προσλαβών. ουτος γὰρ ἱππεὺς ων τότε πρῶτον καὶ ὑπάτευσε καὶ ἐβούλευσεν, εξ καὶ τεσσαράκοντα ἐτῶν γεγονώς. ὁ δὲ δὴ πενθερὸς αὐτοῦ Μάρκος Σιλανός, ἐπειδὴ βαρὺς αὐτῷ ὑπό τε τῆς ἀρετῆς καὶ ὑπὸ τῆς συγγενείας ην, προπηλακιζόμενός τε καὶ περιυβριζόμενος, διεχειρίσατο ἑαυτόν, καίτοι παρὰ τοῦ Τιβερίου σφόδρα τιμώμενος. ὁ δὲ καὶ τὴν θυγατέρα αὐτοῦ ἐκβαλὼν εγημε Κορνηλίαν ̓Ορεστίναν, ην καὶ ἐν αὐτοῖς τοῖς γάμοις ἀφήρπασεν ους συνεώρταζε τῷ ἐγγεγυημένῳ αὐτὴν Γαΐῳ Καλπουρνίῳ Πείσωνι. καίτοι δὲ τοιοῦτος ων επραξέ τινα καὶ ἐπαίνου αξια. ἐμπρησμὸν γὰρ μετὰ τῶν στρατιωτῶν κατασβέσας ἐπήρκεσε τοῖς ζημιωθεῖσι, τοῦ τε τῶν ἱππέων τέλους ὀλιγανδροῦντος ἐξ ἁπάσης ἀρχῆς τοὺς πρώτους μεταπεμψάμενος κατελέξατο, καὶ τὰς ἀρχαιρεσίας τῷ δήμῳ ἀπέδωκε, καὶ αλλα τινὰ τοιαῦτα ἐποίησεν. ὑπαίτια δὲ εἰργάσατο πολλαπλάσια. καὶ πολλοὺς ἀπέκτεινεν· ην δὲ οὐ τὸ πλῆθος τῶν ἀπολλυμένων ουτω δεινόν, καίτοι δεινὸν ον, ἀλλ' οτι τοῖς τε φόνοις αὐτῶν ὑπερέχαιρε καὶ ἀπλήστως ειχε τῆς θέας τοῦ αιματος. ὑπὸ γοῦν ὠμότητος ἐπιλιπόντων ποτὲ 3.16 τῶν τοῖς θηρίοις ἐκ καταδίκης διδομένων, ἐκέλευσεν ἐκ τοῦ οχλου τοῦ τοῖς ἰκρίοις προστετηκότος συναρπασθῆναί τινας καὶ παραβληθῆναι αὐτοῖς. καὶ οπως μήτε ἐπιβοήσασθαι μήτε τι αἰτιάσασθαι δυνηθῶσι, τὰς γλώσσας