379
τὸ ξηρόν· θερμὴ γάρ ἐστι καὶ ξηρὰ, καὶ τὴν θερμὴν αυξει χολήν. αυτη μὲν μεγίστην τὴν ἡμέραν εχει ὡρῶν πεντεκαίδεκα, τὴν δὲ νύκτα πάνυ σμικροτάτην, ὡρῶν ἐννέα διάστημα εχουσαν. καὶ αυτη δὲ διατείνει ἀπὸ ἰουνίου εἰκοστῆς τετάρτης μέχρι σεπτεμβρίου εἰκοστῆς πέμπτης. ειτα πάλιν εἰς τὴν μέσην ἀνατολὴν τοῦ ἡλίον tau.1747 ἐπανιόντος, ἡ μετοπωρινὴ τροπὴ τὴν θερινὴν ἀμείβει, μέσως πως εχουσα ψύξεώς τε καὶ θέρμης, ξηρότητός τε καὶ ὑγρότητος, καὶ μεσιτεύουσα τῇ τε θερινῇ καὶ τῇ χειμερινῇ τροπῇ, ἐκ μὲν τῆς θερινῆς τὸ ξηρὸν, ἐκ δὲ τῆς χειμερινῆς τὸ ψυχρὸν εχουσα· ψυχρὰ γάρ ἐστι καὶ ξηρά· καὶ τὴν μέλαιναν αυξει χολήν. αυτη πάλιν ἰσημερινὴ ὑπάρχει, ἐκ δώδεκα ὡρῶν τήν τε νύκτα καὶ τὴν ἡμέραν εχουσα. διατείνει δὲ αυτη ἀπὸ σεπτεμβρίου κεʹ μέχρι δεκεμβρίου κεʹ. τοῦ δὲ ἡλίου ἐπὶ τὴν μικροτέραν καὶ χθαμαλωτέραν ητοι μεσημβρινὴν ἀνατολὴν κατιόντος, ἡ χειμερινὴ ἐπιλαμβάνεται τροπὴ, ψυχρά τε καὶ ὑγρὰ τυγχάνουσα, μεσιτεύουσα τῇ τε μετοπωρινῇ καὶ τῇ ἐαρινῇ, ἐκ μὲν τῆς μετοπωρινῆς τὸ ψυχρὰν εχουσα, ἐκ δὲ τῆς ἐαρινῆς τὸ ὑγρὸν κεκτημένη. αυτη δὲ σμικροτάτην ἡμέραν εχει, ὡρῶν ἐννέα, τὴν δὲ νύκτα μεγίστην, ὡρῶν πεντεκαίδεκα, φλέγματος αὐξητική. διατείνει δὲ μέχρι εἰκοστῆς πρώτης μαρτίου. σαφῶς δὲ ὁ δημιουργὸς προενοήσατο, ὡς αν μὴ ἐξ ακρας ψυχρότητος η θερμότητος η ὑγρότητος η ξηρότητος ἐπὶ τὴν ακραν ἐναντίαν ποιότητα χαλεποῖς περιπέσωμεν ἀῤῥωστήμασι· σφαλερὰς γὰρ τὰς αἰφνιδίους μεταβολὰς οιδεν ὁ λόγος. Τροπολογία. ἀλλοίωσις ἑτέρου πρὸς ετερον κατατὶ, τουτέστι καθ' εν τῶν ὑποκειμένων τριῶν, νοήματος, λέξεως καὶ μέλους. γίνεται δὲ ἡ τροπολογία η κατὰ νόημα, η κατὰ λέξιν, η κατὰ μέλος. καθ' οιον ουν τῶν προλεχθέντων τούτων γένηται, κατ' ἀλλοίωσιν γίνεται. Τροπηλίσ. ἡ τῶν σκορόδων δέσμη. ἀπὸ τοῦ εἰtau.1748 λεῖσθαι. τροπαλὶς ην, καὶ ἐτράπη τὸ ˉα εἰς ˉη. ̓Αριστοφάνης ̓Αχαρνεῦσι· σκορόδων τροπαλίδος. Τροφαλίσ. ἐπὶ τοῦ τυροῦ. παρὰ τὸ τρέφω, τὸ πήσσω. ὡς τὸ ελπω ἐλπὶς, κρέω κρεκὶς καὶ κερκὶς, ουτω τρέφω τροφὶς καὶ πλεονασμῷ τοῦ ˉα καὶ τοῦ ˉλ τροφαλίς. Τροφή. παρὰ τὸ τρέφω, τὸ πήσσω. ἡ πηγνύουσα καὶ εὐσταθῆ ποιοῦσα τὰ σώματα. τροπὴ καὶ ἡ ἀγωγὴ καὶ ἡ παιδεία. Πλάτων· ὑπὸ τῷ σοφωτάτῳ Χείρωνι τεθραμμένος. ἀντὶ τοῦ πεπαιδευμένος. Ομηρος δὲ πεπαιδεῦσθαι λέγει τὸν ̓Αχιλλέα ἀντὶ τοῦ τετράφθαι. Τρυμαλιά. ἡ τρύπα. Τρύξ. ἡ τρύγη. Τρυτάνη. ἡ στάθμη, τὸ ζύγιον. παρὰ τὸ εἰς τρία ἑστάναι, τριτάνη καὶ τρυτάνη, τροπῇ τοῦ ˉι εἰς ˉυ. Τρυφή. ἡ διακλῶσα τὰ σώματα. τρύψαι γὰρ τὸ κλάσαι. Ομηρος· διατρυφὲν εκπεσε χειρός. Τρίφαλλοσ. τρεῖς φαλλοὺς εχουσα. φαλλὸς δὲ ὁ λόφος τῆς περικεφαλαίας. τρίφαλλος ἀσπίς. Τρῳάσ. Τρωϊκὰς γυναῖκας. ἐπεὶ ευρηται κατὰ διάστασιν Τρωϊάδας γυναῖκας. Τρυφαλίσ. τυροῦ τμῆμα. τοῦ Ψελλοῦ· ἱππάκη τυρὸς ιππειος, τρυφαλὶς τυροῦ τμῆμα. Τριβή. σημαίνει τέσσαρα· ἡ ἀργία· ἡ πεῖρα· τὸ σχολεῖον· καὶ ἡ παλαίωσις τοῦ ἱματίου. Τρυγών. παρὰ τὸ τρύζω, τὸ γογγύζω. καὶ κλίνεται τρυγόνος. tau.1749 (Οὐδέτερον.) †Τρέτραθρα. φυτά· νέα.† Τριηράρχημα. τὸ εἰς τριηραρχίαν ἀνάλωμα, μετὰ τὸν τῆς τριηραρχίας χρόνον. Τρίγληνα. λαμπρά. Τριβολεκτράπελα. σκληρὰ, *ἀπόκροτα,* ἀπόβλητα. Τριψείδιον. ....... Τρισόλβιον. τρισμακάριστον. Τριτημόριον. τοὺς εξ χαλκοῦς τοῦ ὀβολοῦ ειρηκε Φιλήμων. Τρίτον. ἡμίδραχμον. τὰς δύο ημισυ δραχμὰς οἱ παλαιοὶ τρίτον ὀνομάζουσι. Τριβώνιον. ενδυμα φιλοσόφου, εχον σημεῖα, ὡς γράμματα. tau.1750 Τρίχινον. παρὰ τὸ τρύχω, τὸ καταπονῶ καὶ ἐλαττῶ τὸ σῶμα. Τρίχαπτον. τὸ βαμβύκινον υφασμα. Τραύξανα. τὰ ἀπὸ τῆς φάτνης ἀποπίπτοντα τῶν ιππων, η τῶν βοῶν, η τῶν αλλων κτηνῶν λείψανα, ητοι τὰ ξηρὰ ξύλα. Τρόπαιον. νικητήριον. Τρόφι. τὸ εὐτραφές. τρόφι κῦμα. ἀπὸ τοῦ τρόφιμον γίνεται κατὰ πάθος. εστι δὲ ακλιτον, ὡς τὸ αλφι καὶ τὸ ερι καὶ τὸ κρῖ. †Τροχανόν. τριετές.† †Τροχαντῆρεσ. μέρος τι τῆς νεώς.† Τρυβλίον. σκουτέλλιον. †Τρύμα. ἡ ταλαιπωρία.† †Τρύμα. πόνος.† tau.1751 Τρωγάλια. οἱ ἐρέβινθοι. Τραῦμα. λύσις τῆς τοῦ σώματος συνεχείας κατὰ μικρόν τι μέρος τῆς