380
πράττοντας καὶ φθορᾷ. τοῦ δὲ μηδὲν δεινὸν περὶ αὐτῶν ὑπονοεῖν ἐδέοντο βασιλέως καὶ πίστεις δι' ὅρκων παρασχέσθαι, ὡς οὔτε ἀποστήσονται, οὔτε ἐπιβουλεύσουσιν αὐτῷ συνόντες, ἀλλὰ πᾶσαν ἐπιδείξονται εὔνοιαν καὶ σπουδὴν περὶ αὐτόν. βασιλεὺς δὲ αὐτοῖς τὴν αἵρεσιν αὖθις προετίθει, ὡς οὐ κωλύσων, ἂν πρὸς Βυζάντιον βούλωνται ἀποχωρεῖν ἅμα γυναιξὶ καὶ τέκνοις· συνῆσαν γὰρ αὐτοῖς κατὰ τὰς πόλεις, ὧν ἡγοῦντο. εἰ δὲ ταῦτα βούλονται καταλιπόντες μόνοι ἥκειν πρὸς Βυζάν 2.529 τιον, μηδὲν τῆς οὐσίας ἀφαιρήσεσθαι, οὐδὲ τῶν κτήσεων, ἀλλὰ ταῖς γυναιξὶν ἐξέσται πάντα ἔχειν. ὡς δὲ αὖθις ἰσχυρίζοντο τὰ ἴσα, ἐκέλευεν ὀμνύναι· εἰδέναι δὲ, ὡς, ἂν ἐπιορκῶσιν, οὐ χωρὶς τιμωρίας ἀπαλλάξοντες. οὐ γὰρ βιαζόμενοι, ἀλλ' ἑκόντες εἵλοντο αὐτῷ δουλεύειν. οἱ μὲν οὖν ἐποίουν κατὰ τὰ κεκελευσμένα. βασιλεὺς δὲ ἐπεὶ τὰς πίστεις εἶχε καὶ ἀπήλλακτο τῶν περὶ αὐτοὺς ὑπονοιῶν, Ἱέρακι μὲν αὖθις τῆς Τζερνομιάνου παρείχετο τὴν ἡγεμονίαν καὶ τῆς ἐγκαθιδρυμένης στρατιᾶς, μαχίμῳ τε ὄντι καὶ αὐτῷ καὶ πρὸς ἐμπειρίαν καὶ τόλμαν λειπομένῳ οὐδενός. Παρασπόνδυλον δὲ τῆς Ἀδριανοῦ καὶ αὐτὸν αὖθις ἄρχοντα καθίστη. ταῦτα μὲν οὖν ὧδέ πη εἶχε, καὶ τὰς κατὰ Θρᾴκην πάσας πόλεις σχεδὸν ὑπήγαγεν ἑαυτῷ ὁ βασιλεύς. πʹ. Ἀμοὺρ δὲ ὁ σατράπης Ἰωνίας αὖθις μὲν ἐβούλετο πρὸς βασιλέα κατὰ τὴν ὑπόσχεσιν ἐλθεῖν, εἶχε δὲ ἀδυνάτως. τό, τε γὰρ αὐτοῦ κατὰ τὴν Σμύρνην νεώριον ἐνέπρησαν οἱ Λατῖνοι καὶ τὰς ναῦς, καὶ τὸ πρὸς τῷ λιμένι φρούριον κατασχόντες, τριήρεις τε ἔχοντες ἐκεῖ παραπλεούσας, ἐκώλυον στόλον ἐξαρτύειν καὶ ταῖς ναυσὶ πρὸς Θρᾴκην περαιοῦν τὴν στρατιάν. ἔκ τε τῆς ἠπείρου δίοδος αὐτῷ οὐκ ἦν πρὸς τὸν Ἑλλήσποντον, Σαρχάνη τοῦ Λυδίας σατράπου περί τινων ὅρων γῆς ἐκπεπολεμωμένου πρὸς αὐτὸν καὶ μέλλοντος κωλύειν, εἰ διὰ τῆς αὐτοῦ πρὸς Ἑλλήσποντον ἔρχεσθαι ἐπι 2.530 χειροίη. ὅθεν διὰ τὴν πρὸς βασιλέα ἄφιξιν ἀναγκαίαν αὐτῷ νομιζομένην, ἔγνω δεῖν πρεσβείαν ποιεῖσθαι πρὸς Σαρχάνην, καὶ παραχωρεῖν αὐτῷ τῆς χώρας ὑπὲρ ἧς ἦν αὐτοῖς ἡ διαφορὰ, εἰ μόνον πρὸς Ἑλλήσποντον δίοδον παρέχοιτο. Σαρχάνης δὲ ἄσμενός τε ἐδέχετο τὴν πρεσβείαν, καὶ τὴν χώραν ἔχων, φίλος τε ἦν Ἀμοὺρ, καὶ τὴν δίοδον ἀδεῶς παρείχετο, ἅμα δὲ καὶ τὸν υἱὸν συστρατευσόμενον αὐτῷ πρὸς βασιλέα μετὰ στρατιᾶς. καὶ πρὸς Ἑλλήσποντον ἐλθόντες, ἐπεραιοῦντο πρὸς τὴν Θρᾴκην ἱππέας δισμυρίους ἔχοντες· αὐτίκα τε εἰς ∆ιδυμότειχον ἀφίκοντο πρὸς βασιλέα, φέροντες καὶ δῶρα. Ἀμοὺρ δὲ ἐδεῖτο βασιλέως μὴ μέλλειν, ἀλλὰ χωρεῖν κατὰ τοῦ Μομιτζίλου. ἐμήνιε γὰρ ὁ βάρβαρος ἐς τὰ μάλιστα ἐκείνῳ τῶν κατὰ βασιλέως ἕνεκα τετολμημένων. ἐπεὶ δὲ ἀπαράσκευος ἦν ἡ Ῥωμαίων στρατιὰ, κατὰ Μυσίας τὸ βαρβαρικὸν ἐχώρει, ἐπανήξειν τάχιστα εἰπόντες, ἄχρις οὗ παρασκευάσοιτο ἡ στρατιά· βασιλέως δὲ κωλύειν πειρωμένου καὶ φάσκοντος σπονδὰς καὶ συμμαχίαν ἔχειν πρὸς Ἀλέξανδρον, οὐκ ἐπείθοντο, πολέμιοι αὐτοὶ Μυσοῖς εἰπόντες εἶναι. καὶ καταδραμόντες, ἀνδραπόδων τε καὶ βοσκημάτων ἐπανῆκον λείαν ἔχοντες πολλήν. μετὰ δὲ τοῦτο καὶ τῆς Ῥωμαίων παρεσκευασμένης στρατιᾶς, ἐχώρουν κατὰ Μομιτζίλου. ἐκεῖνος δὲ ἤδη δύναμιν μεγάλην ἔχων καὶ ἰδίαν ἡγεμονίαν ἑαυτῷ περιποιούμενος, Ξάνθειάν τε εἷλεν ἐπιθέμενος, καὶ τῶν κατὰ Μερόπην φρουρίων ἦρχε πάντων καὶ μέχρι Μόῤῥας προεχώρησε. πυθόμενος δὲ ὡς παρασκευ 2.531 άζοιτο ἐπ' αὐτὸν ὁ βασιλεὺς μετὰ τῆς Περσικῆς ἥκειν στρατιᾶς, πρεσβείας πέμπων, παράγειν ἐπειρᾶτο, ἃ καὶ πρότερον ἐξαπατῶν, ὡς αὐτῷ πολλὰ μεταμέλοι τῆς πρὸς αὐτὸν ἀγνωμοσύνης, ὅτι τοσαῦτα εὖ παθὼν, κακὸς ὀφθείη καὶ ἀμνήμων τῶν καλῶν, καὶ ὡς εἰ συγγνώμην αὐτῷ παράσχοιτο, μηδέποτε ὕστερον ἀγνωμονήσων, ἀλλὰ δουλεύσων ἀκριβῶς. ἐπεὶ δὲ ἐκ τούτων αὐτῷ ἠνύετο οὐδὲν, ἀλλ' ἐπυνθάνετο σαφῶς ἐπιοῦσαν τὴν στρατιὰν, πᾶσαν ὅση δύναμις ἦν περὶ αὐτὸν ἀθροίσας, καὶ αὐτὸς ἐχώρει ὡς μαχούμενος πᾶσιν ὁμοῦ καὶ Ῥωμαίοις καὶ βαρβάροις· εἰς τοσαύτην γὰρ αὐτὸν παραπληξίαν ἡ ἄνοια ἐξήγαγε καὶ ἡ θρασύτης. γενομένου δὲ ἐν Περιθεωρίῳ, καὶ ἡ Περσικὴ στρατιὰ ἐφαίνετο