380
αὐτῶν προαπέτεμον. πολλοὺς δὲ καὶ διὰ τὰς οὐσίας ἐφόνευεν, ετερ' αττα σφίσιν ἐπεγκαλῶν. καὶ ὁ τῆς ∆ρουσίλλης τῆς ἀδελφῆς αὐτοῦ θάνατος οὐ μείους διέφθειρεν, ῃ συνῴκει μὲν Μάρκος Λέπιδος παιδικὰ αμα αὐτοῦ καὶ ἐραστὴς ων, συνῆν δὲ καὶ ὁ Γάιος. ἀποθανοῦσαν ουν πολλῶν μὲν καὶ αλλων ἠξίωσεν, ειτα καὶ ἀπεθέωσε. μετ' ὀλίγον δὲ εγημε Λολλίαν Παυλῖναν, αὐτὸν τὸν ανδρα αὐτῆς ἐγγυῆσαι αὐτῷ τὴν γυναῖκα βιάσας, ινα μὴ ἀνέγγυον αὐτὴν λαβὼν παρανομήσῃ. ̓Εν στενωπῷ δέ ποτε πηλὸν πολὺν θεασάμενος, ἐκέλευσεν αὐτὸν εἰς τὰ τοῦ ἀγορανομοῦντος τότε καὶ τῆς τῶν ὁδῶν καθάρσεως ἐπιμελουμένου ἱμάτια ἐμβληθῆναι. Οὐεσπασιανὸς δὲ τότε ην ἀγορανομῶν· ωστε υστερον ἐκείνου τὰ πράγματα τεταραγμένα καὶ πεφυρμένα παραλαβόντος καὶ καταστήσαντος εδοξεν οὐκ ἀθεεὶ τὸ τότε συμβὰν γεγονέναι, ἀλλ' αντικρυς αὐτῷ τὴν πόλιν πρὸς ἐπανόρθωσιν παρὰ Γαΐου ἐγχειρισθῆναι. ∆ιηνεκῶς δὲ πολλοὺς ὁ Γάιος ἐφόνευε, καὶ ην εξω τῶν φόνων οὐδέν. καὶ οὐδὲ τῷ πλήθει τι ἐχαρίζετο, κἀκεῖνοι πάνυ αὐτῷ ἀπηχθάνοντο· πολλὰ μὲν γὰρ καὶ αλλα αὐτῷ μὴ ἀρέσκοντα ελεγόν τε καὶ επραττον, πρὸς δὲ τοῖς ἠγανάκτει δεινῶς οτι μεγαλύνοντες αὐτόν "νεανίσκε Αυγουστε" ἐπεβόων. οὐ γὰρ μακαρίζεσθαι ἡγεῖτο οτι νέος ων ἐμονάρχει, ἀλλ' ἐγκαλεῖσθαι οτι ἐν ἡλικίᾳ τοιαύτῃ τηλικαύτην ειχεν ἀρχήν. ἐχρημάτιζε δὲ ἐκ τρόπου παντός, ἀργυρισμοῦ 3.17 αλλοτε αλλας ἐφευρίσκων λαβάς· καὶ ἀζήμιος τῶν γέ τι ἐχόντων οὐδεὶς οὐκ ἀνήρ, οὐ γυνὴ καταλέλειπτο. καν τινας καὶ τῶν ἀφηλικεστέρων ζῆν εια, ἀλλὰ πατέρας τε καὶ πάππους μητέρας τε ὀνομάζων καὶ τήθας καὶ ζῶντας ἐξεκαρποῦτο καὶ τελευτώντων τὰς οὐσίας ἐκληρονόμει. ̓Ελάσαι δὲ διὰ τῆς θαλάσσης τρόπον τινὰ καὶ διιππεῦσαι ἐπεθύμησε, καὶ ἐγεφύρωσε τὸ μεταξὺ τῶν Ποτιόλων καὶ τῶν Βαύλων. τὸ δὲ χωρίον τοῦτο κατ' ἀντιπέραν τῆς πόλεώς ἐστι, διέχον αὐτῆς σταδίους εξ καὶ εικοσι. πλοῖα δὲ εἰς τὴν γέφυραν τὰ μὲν κατεσκευάσθη, τὰ δὲ ἠθροίσθη. ἀφ' ουπερ καὶ λιμὸς εν τε τῇ ̓Ιταλίᾳ καὶ ἐν τῇ ̔Ρώμῃ μάλιστα ἰσχυρὸς ἐγένετο. ὁ δὲ τὸν τοῦ ̓Αλεξάνδρου, ὡς ελεγε, θώρακα ἐνδυσάμενος καὶ ἐπ' αὐτῷ χλαμύδα σηρικὴν ἁλουργῆ πολὺ μὲν χρυσίον, πολλοὺς δὲ λίθους ̓Ινδικοὺς εχουσαν, καὶ ξίφος περιζωσάμενος καὶ ἀσπίδα λαβὼν δρυΐ τε στεφανωσάμενος, σπουδῇ καθάπερ ἐπὶ πολεμίαν εἰς τὴν πόλιν εἰσήλασε, παμπληθεῖς ἱππεῖς τε καὶ πεζοὺς ὡπλισμένους ἐπαγόμενος· καὶ αλλα δέ τινα τοιαῦτα ποιήσας καὶ ἑαυτὸν ἀποσεμνύνας ἐν δημηγορίᾳ διὰ ταῦτα ἐς τὸν ∆αρεῖον καὶ τὸν Ξέρξην ἀπέσκωπτεν, ὡς πολλαπλάσιον η ἐκεῖνοι τῆς θαλάσσης μέτρον ζεύξας αὐτός. Αἰτία δὲ θανάτου πολλοῖς καὶ αυτη ἡ γέφυρα γέγονε. χρήματα γὰρ εἰς αὐτὴν ἀναλώσας ἀμύθητα πολλῷ πλείοσι διὰ τὰς οὐσίας ἐπεβούλευσεν. ωστε ̓Ιούνιός τις Πρίσκος στρατηγὸς ᾐτιάθη μὲν ἐπ' αλλοις τισίν, ἀπέθανε δὲ ὡς πλούσιος· μαθὼν δὲ ὁ Γάιος οτι οὐδὲν αξιον τοῦ θανάτου ἐκέκτητο, ειπεν οτι "ἠπάτησέ με καὶ μάτην ἀπώλετο· ζῆν γὰρ ἠδύνατο." Αφρος δὲ ∆ομίτιος παρὰ μικρὸν κινδυνεύσας παρα3.18 δόξως ἐσώθη. ἐπί τινι γὰρ αἰτίᾳ ἐς τὸ συνέδριον ἀγαγὼν αὐτόν, λόγον κατ' αὐτοῦ ἀνέγνω μακρόν, νικᾶν γὰρ ἠξίου πάντας τοὺς ῥήτορας, καὶ τὸν ∆ομίτιον δεινότατον οντα εἰπεῖν ὑπερβαλεῖν ἐσπούδασεν, ὁ δὲ ουτε τι ἀντεῖπεν ουτ' ἀνταπελογήσατο, θαυμάζεν δὲ τὴν τοῦ Γαΐου δεινότητα προσεποιεῖτο καὶ καταπλήττεσθαι, καὶ ἠντιβόλει τε καὶ ἱκέτευε, τὸν ῥήτορα μᾶλλον η τὸν Καίσαρα φοβεῖσθαι λέγων. καὶ ἐπὶ τούτοις ἡσθεὶς ἐκεῖνος, καὶ πιστεύσας τῇ τῶν λόγων δεινότητι κρατῆσαι αὐτοῦ, ἐπαύσατο τῆς ὀργῆς. Ειτα εἰς τὴν Γαλατίαν ἀφώρμησεν ὡς τάχα τῶν Κελτῶν τι παρακινούντων, καὶ τοὺς μὲν πολεμίους οὐδέν τι εβλαψε, τοὺς δ' ὑπηκόους καὶ τοὺς συμμάχους καὶ τοὺς πολίτας πλεῖστα ἐκάκωσε. κυβεύων δέ ποτε, καὶ γνοὺς ὡς οὐκ εχει ἀργύριον, ῃτησε τὰς τῶν Γαλατῶν ἀπογραφάς. καὶ κελεύσας θανατωθῆναι τοὺς πλουσιωτάτους αὐτῶν, ἐπανῆλθε πρὸς τοὺς συγκυβευτὰς καὶ ειπεν ὡς "περὶ ὀλίγων δραχμῶν ὑμεῖς ἀγωνίζεσθε, ἐγὼ δὲ μυρίας καὶ πεντακισχιλίας ηθροισα μυριάδας." ουτως ἀκρίτως πάντα ἐγίνετο. καὶ τὸν