380
συναφείας διακοπείσης. ( ̔Ρῆμα.) Τραπέουσι. πατοῦσι. παρὰ τὸ τρέφω, τὸ πήσσω. καὶ τραφερὴ ἡ πεπηγμένη γῆ. Τρακταΐζω. τὸ λευκαίνω καὶ κατασκευάζω. ἀπὸ τοῦ τράκτου κηροῦ. Τρέφεσθαι. πήγνυσθαι, συνίστασθαι. περὶ ψυχῆς. Τρέψασκον. ἀντὶ τοῦ ετρεψαν, ἰωνικῶς. τρέψασκον ἀνόμους. Τρέσαι. ἐκφοβῆσαι. Τρήσασ. τρυπήσας. Τριαχθῆναι. ἀντὶ τοῦ τρὶς πεσεῖν. Τριάσσω καὶ τριάττω. τὸ νικῶ. ἐκ μεταφορᾶς τῶν παλαιστῶν, ἐν τρισὶ πάλαις τὴν νίκην καρπουμένων. καὶ τρίακτος, ὁ ἀήττητος. tau.1752 Τριβωνευόμενοι. ἀντὶ τοῦ τεχνάζοντες. τρίβων γὰρ ὁ εμπειρος. καίτοι σοι τὰ τοιαῦτα τριβωνότερα καὶ ἀκριβέστερα. Τροπώσομαι. νικήσω, ὑποτάξω. Τροχηλατεῖ. ἐλαύνει. †Τροχιλεύειν. πλανᾶσθαι.† †Τρύγει. ξηραίνεται.† Τρυγῷ καὶ τρυπῷ. Ομηρος· ὡς δ' οτε τις τρυπῷ δόρυ νήϊον ἀνήρ. τὸ εὐκτικὸν τρυγάοιμι, τρυγῷμι, τρυγῷοι, τρυγῷ. πῶς αν τις ομφακα τρυγῷ. ουτως Ωρος ὁ Μιλήσιος. Τρύχεται. δαμάζεται. εστι ῥῆμα τρῶ καὶ δηλοῖ τὸ βλάπτω καὶ κακῶ. ου παράγωγον τρόω. οινός σε τρώει μελιειδής. τοῦ τρῶ αλλο παράγωγον τρύω καὶ πλεονασμῷ τοῦ χ τρύχω. †Τρυτᾷν. τρίβειν.† tau.1753 †Τρυχωθείσ. πιεσθείς.† Τρώγω. παρὰ τὸ τρῶ, τὸ βλάπτω, παράγωγον τρώγω. σημαίνει δὲ τὸ κατεργάζεσθαι, καὶ μὴ ἐᾷν ατινα αν τις τρώγῃ ὑγιᾶ. †Τρωέζειν. συνουσιάζειν.† Τρωπᾶσθαι. ἀντὶ τοῦ τρέπεσθαι. ̓Αλλὰ πάλιν τρωπᾶσθαι-. τρέπω, τρωπῶ, ὡς στρέφω, στρωφῶ. ( ̓Επίῤῥημα.) Τρίχα. ἀντὶ τοῦ τριχῶς. βαρύνεται. τὰ γὰρ εἰς ˉωˉς ἐπιῤῥήματα, εἰ εχει αλλο ἐπίῤῥημα εἰς ˉα λῆγον μὴ συνεμπίπτον ὀνόματι, πάντοτε βαρύνεται. διχῶς, δίχα· σαφῶς, σάφα· τριχῶς, τρίχα. καὶ τριχῆ. Τριχθά. εἰς τρία μέρη. Τρίσ. ἀντὶ τοῦ ἐκ τρίτου. τρεῖς δὲ ἐπὶ ἀριθμοῦ, ὡς τό· τρεῖς ανθρωποι. καὶ ἀντὶ τοῦ φοβεῖς. δίφθογγον. Τριστοιχεί. Τροπικῶσ. μεταφορικῶς. Τὸ Τ μετὰ τοῦ Υ. ( ̓Αρσενικόν.) Τυκανήτησ. Τύλοσ. ἡ νενεκρωμένη σάρξ. tau.1754 Τύμβοσ. ὁ τάφος. παρὰ τὸ τύφεσθαι ἐκεῖ τὸ νεκρὸν σῶμα, τουτέστι καίεσθαι. Τύντλοσ. ὁ πηλώδης τόπος. Τύποσ. ὑπόδειξις ἀφανοῦς προσδοκωμένη, μιμητικῶς τὸ μέλλον προϋπεμφαίνουσα, ὡς ἡ πέτρα τὸν Χριστόν. Τύραννοσ. εστι ῥῆμα τρύω, τὸ καταπονῶ, κατὰ παραγωγὴν τρύανος καὶ ἐν ὑπερβιβασμῷ τύραννος, κατὰ πλεονασμὸν ἑτέρου ˉν. τὰ γὰρ εἰς ˉνˉοˉς ὀνόματα δι' ἑνὸς ˉν γράφεται, οιον, γέρανος, στέφανος. πλὴν τοῦ τύραννος. †Τύπησ. πλήκτης.† *Τυφώσ. ἡ ἐκ δαιμόνων πύρωσις.* Τυτθόσ. ὁ μικρός. κυρίως δὲ τὸ τυτθὸν, τὸ ἐπιτίτθιον βρέφος. τιτθὸς γὰρ ὁ μαζὸς, οθεν καὶ τυτθὴν λέγουσιν ὀλίγην η μικράν. Τῦφοσ. ἡ ἀλαζονεία. ἡ αναψις τῆς καρδίας, ην ἐγείρει κουφότης. παρὰ τὸ τύφω, τὸ καίω. οθεν καὶ τὸ ˉυ μακρὸν, καὶ περισπᾶται. Τυφεδανόσ. τετυφωμένος καὶ ἀσθενής. οιον, καπνὸς τυφεδανός. ἐκ τοῦ τύφω. Τυφών. σφοδρότατος καὶ λαβρότατος ανεμος ἐκνεφίας ουτω καλούμενος. Τυφῶνα. τὸν κατὰ θάλασσαν, ὑφ' ου τὰ πλοῖα φθείρονται. τυφῶνα οὐ τὴν ἐκ τοῦ ἀέρος φλόtau.1755 γα λέγει ὁ Πλάτων, ἀλλὰ τὴν ἐκ τῆς ἀναθυμιάσεως συστροφὴν πρὸ τοῦ ἐκπυρωθῆναι. †Τυφώσ ἐστιν ἑλικοειδὴς κίνησις ἀέρος ζοφώδους ανωθεν ἐπὶ γῆς τεταμένη.† †Τύχοσ. ορυξ.† †Τύχων. ὁ ̔Ερμῆς.† Τύπον. ορον, κανόνα. καὶ ὁ ̓Απόστολος· εἰς ον παρεδόθητε τύπον διδαχῆς. η καὶ εἰκόνα. τύπον δῶμεν ὑμῖν εἰς τὸ μιμεῖσθαι ἡμᾶς. (Θηλυκόν.) †Τυκάνη. ῳ ἀλφῶσι.† †Τύλη. τὸ τύλιον.† Τυμπανιστριῶν. μελῳδουσῶν. Τυπὴ καὶ τυπίσ. ἡ πληγή. ἀπὸ τοῦ τύπτω. Τυρεία. ἡ πανουργία, ἡ κατασκευή. Τύχη. αἰτία κατὰ συμβεβηκὸς ἀόριστος ἐν τοῖς ενεκα τινὸς κατὰ προαίρεσιν γινομένοις συμβαίνουσα. τὸν γὰρ ὀρύσσοντα χρυσίον εὑρεῖν ετυχε. Τύνη. ἀντὶ τοῦ σὺ, ∆ωρικῶς. καὶ γάρ εἰσιν ἀνtau.1756 τωνυμίαι κατ' ἐπέκτασιν γινόμεναι. παρὰ τὸ ἐγὼ ἐγώνη, ουτως καὶ σὺ σύνη, καὶ τροπῇ τύνη. Τυπάσ. ἡ σφύρα. Τυμβάσ. ἡ φαρμακίς. τοῦ Ψελλοῦ· τυπὰς ἡ σφύρα πέφυκε, τυμβὰς ἡ φαρμακὶς δέ. (Οὐδέτερον.) †Τυλόν. τὸ αἰδοῖον.† Τύμμα. ἡ τύψις. Τύμπανον. ἐκ δερμάτων ἐστὶ γινόμενον. παρὰ τὸ τύπτω τύπανον καὶ πλεονασμῷ τοῦ μ τύμπανον. η τύμπανον ἐστὶ τὸ τοῦ δημίου ξύλον, ῳ τοὺς παραδιδομένους διεχειρίζετο. οθεν καὶ τυμπανίζεται, ο ἐστι ξύλῳ πλήσσεται, ἐκδείρεται, κρέμαται. Τύμπανον νοητόν.