συνεισάγουσα, τουτέστιν ὁριζομένη, ἀρχὴ πέφυκεν εἶναι τῆς ἐπιθεωρουμένης αὐτῇ κατὰ δύναμιν κινήσεως, πᾶσα δὲ οὐσιώδης πρὸς ἐνέργειαν κίνησις μεσότης ἐστὶ μετεπινοουμένη μὲν τῆς οὐσίας, προεπινοουμένη δὲ τῆς ἐνεργείας. καὶ πᾶσα ἐνέργεια, τῷ καθ' ἑαυτὴν λόγῳ φυσικῶς περιγραφομένη, τέλος ἐστὶ τῆς πρὸ αὐτῆς κατ' ἐπίνοιαν θεωρουμένης οὐσιώδους κινήσεως. ὁ δὲ θεὸς οὔτε ἀρχή ἐστιν, οὔτε μεσότης, οὔτε τέλος. ταῦτα γὰρ τῶν χρόνῳ διαιρετῶν εἰσι γνωρίσματα· εἴποι δ' ἄν τις, ὅτι καὶ τῶν αἰῶνι συνορωμένων. ὁ γὰρ χρόνος, μετρουμένην ἔχων τὴν κίνη 2.1067 σιν, ἀριθμῷ περιγράφεται· ὁ δὲ αἰὼν, συνεπινοουμένην ἔχων τῇ ὑπάρξει τὴν πότε κατηγορίαν, πάσχει διάστασιν, ὡς ἀρχὴν τοῦ εἶναι λαβών. εἰ δὲ χρόνος καὶ αἰὼν οὐκ ἄναρχα, πολλῷ μᾶλλον τὰ ἐν τούτοις περιεχόμενα. ὁ θεὸς τοίνυν, οὔτε οὐσία ὢν, ἵνα μὴ ἀρχὴ νομισθείη· οὔτε δύναμις, ἵνα μὴ μεσότης· οὔτε ἐνέργεια, ἵνα μὴ τέλος· ἔστιν οὐσιοποιὸς καὶ ὑπερούσιος ὀντότης, καὶ δυναμοποιὸς καὶ ὑπερδύναμος πανσθένεια, καὶ πάσης ἐνεργείας δραστικὴ καὶ ἀτελεύτητος ἕξις καὶ, συντόμως εἰπεῖν, πάσης οὐσίας καὶ δυνάμεως καὶ ἐνεργείας ἀρχῆς τε καὶ μεσότητος καὶ τέλους ποιητική."2 ὁρᾷς ὅπως οὔτε κατ' οὐσίαν διάφορον, οὔτε καθ' οἷον δή τινα τρόπον, ποιότητα συγχωροῦσιν οἱ θεῖοι πατέρες ἐπὶ τῆς θείας δογματίζειν ἐκείνης οὐσίας; "1ὥσπερ γὰρ ἡ μονὰς οὐκ ἂν,"2 φησὶ, "1τμηθείη εἰς μονάδας δύο (ἡ γὰρ εἰς ταῦτα διαιρουμένη οὐκ ἂν εἴη μονὰς, ἀλλὰ δυάς), οὕτω ἡ ἑνὰς, κατὰ τὴν ἄκραν ἕνωσιν, οὐκ ἂν εἰς δύο διαιρεθείη φύσεις. οὐ γὰρ ἁπλοῦς ἔσται, φησὶν, ὁ τῶν ὅλων θεὸς ἔτι τὴν φύσιν, εἴπερ ἐστὶν ἑτέρα παρ' αὐτὸν ἡ ἐν αὐτῷ ζωή. εἴη δ' ἂν καὶ μείζων αὐτοῦ, καὶ ἐν ἀμείνοσιν ἀσυγκρίτως, ὁ ὡς οὐκ ἔχοντι δοὺς τὴν ζωὴν, εἴπερ ὅλως ἁλοίη λαβών."2 Ἀλλ' ὁ ὑμέτερος διδάσκαλος Παλαμᾶς (δεῖ γὰρ ἐκείνῳ περιγράφειν τὰς τῶν τοιούτων αἰτίας κακῶν, οὐ μόνοις ὑμῖν ἐκείνῳ μαθητευθεῖσιν ἐγκαλεῖν) οὐ μεθ' 2.1068 ὑποστολῆς τινος, οὐδ' αἰνιγματωδῶς πως, ἀλλ' ἀναιδῶς καὶ διαῤῥήδην, κυρίως θεότητας δογματίζει τὴν ἐνέργειαν, καὶ ἅμα ζωὴν καὶ σοφίαν καὶ βούλησιν καὶ φρόνησιν καὶ ἰσχὺν, καὶ τὰ τοιαῦτα, καὶ ἀσυγκρίτως ἀμείνω τῆς οὐσίας ἕκαστα, διάφορά τε ὄντα τῆς οὐσίας καὶ ἀλλήλων. περὶ ὧν καὶ ὁ θεῖος ἔφθη προειρηκὼς Ἀθανάσιος· "1ὡς οἱ ἀσεβεῖς οὐ θέλουσι λόγον καὶ σοφίαν καὶ βουλὴν ζῶσαν εἶναι τὸν υἱὸν, περὶ δὲ τὸν θεὸν φρόνησιν καὶ βούλησιν καὶ σοφίαν, ὡς ἕξιν συμβαίνουσαν καὶ ἀποσυμβαίνουσαν."2 καὶ αὖθις ὁ μέγας ἔφησε Μάξιμος· "1μὴ ἕξεις καὶ ἐπιτηδειότητας ζητήσῃς ἐπὶ τῆς ἁπλῆς καὶ ἀπείρου οὐσίας τῆς ἁγίας τριάδος, ἵνα μὴ σύνθετον αὐτὴν δογματίσῃς, ὥσπερ τὰ κτίσματα. πάντα γὰρ ὅσα ἔχει ὁ θεὸς, φύσει ἔχει καὶ οὐκ ἐπίκτητα."2 καὶ πάλιν· "1ὁ θεὸς οὐ ποιοτήτων, ἀλλ' οὐσιῶν πεποιωμένων, ἐστὶ δημιουργός."2 ὁρᾷς ὡς ἕξεις καὶ διαθέσεις καὶ ποιότητας πάσας ἀλλοτριοῦσι παντάπασι τῆς θείας οὐσίας, διὰ τὸ μὴ εἶναι καθ' ἑαυτὴν οὐδεμίαν συνθέσεως ἄνευ. ἀλλ' ὁ σὸς Παλαμᾶς οὐ βούλεται τοῦτο, οὐδὲ δύναται γινώσκειν, ὡς τὰ ἑκτὰ πάντα καὶ αἱ ἕξεις αὐταὶ ληπταὶ τοῖς ἔχουσι ποιήμασίν εἰσι, δεκτικοῖς οὖσι τῶν ἔξωθεν ἐπιγινομένων. καὶ εἰ μὴ λάβοι τις, οὐδ' ἕξει. "1τί γὰρ ἔχεις,"2 φησὶν, "1ὃ οὐκ ἔλαβες;"2 ὥσθ' ὃ ἔχει τις, ἀλλότριόν τέ ἐστι καὶ ἐπείσακτον· ὥσπερ καὶ τὰ ἔξωθεν οὑτωσί πως ἐπεισιόντα ταῦ 2.1069 τα νοήματα τύποι γίνονται καὶ αὐτὰ καὶ παθήματα ταῖς ὑποκειμέναις ψυχαῖς, παθηταῖς οὔσαις φύσει. ἐπὶ θεοῦ δὲ τὸ ἔχειν τὰ πρὸς ἡμᾶς ὀνομαζόμενα τίμιά τε καὶ ἀγαθὰ, καταχρηστικῶς λέγεται, οὐ κυρίως. ἀπαθὴς γάρ. ἢ λεγέτω μοί τις παρελθών· πόθεν καὶ παρὰ τίνος ἔχει λαβὼν πρεσβυτέρου καὶ μείζονος, ἢ τελειοτέρου; ἦν μὲν γὰρ αὐτὸς ἀεὶ φύσει πάντα τἀγαθά· παρωνόμασται δ' αὐτὰ πρὸς τῶν ἀνθρώπων ὕστερον, ἀφ' οὗ πρὸς ἔννοιαν τῶν ἐνταῦθα καλῶν καὶ τιμίων ἐληλύθεσαν, καὶ διαιρεῖν ἐκ τῆς χείρονος ἔγνωσαν μοίρας. καὶ οὐρανὸς γὰρ, σφαιρικός τε καὶ ἀεικίνητος καὶ πρὶν ἀνθρώπους εἶναι ὑπάρχων, ὅμως ἔγνωσται καὶ προσωνόμασται πρὸς ἀνθρώπων ὕστερον, ἃ πρότερον αὐτὸς ἦν. "1οἰκτίρμων γὰρ,"2 φησὶ, "1καὶ ἐλεήμων ὁ κύριος, μακρόθυμος καὶ