Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
ὁ πάλαι, καὶ νῦν ἐστιν, ἴσῃ τε δυ- νάμει, καὶ ἰσαμίλλοις θαύμασι χρῆσθαι δυνάμενος, καὶ ἀμετάπτωτον ἔχων ἰσχὺν, ἐπιβοᾷ τε ὥσπερ καὶ νόμον ἐκφέρει γενικόν. Οὐ γὰρ ἔστι χαίρειν τοῖς ἀσεβέσι, λέγει Κύριος. Ἀληθὲς καὶ τοῦτο. Κατηφὲς γάρ πως ἀεὶ τῶν δυσσεβῶν τὸ πρόσωπον πληττομέ- νης κατὰ τὸ εἰκὸς τῆς καρδίας, καὶ τοῖς τοῦ συνει- δότος ἐλέγχοις ἀχθοφοροῦντος τοῦ νοῦ. Προσδοκᾷ γὰρ οὐ στεφάνους, οὐκ ἐπαίνου τιμὴν, πῦρ δὲ μᾶλ- λον, καὶ δίκην, ἃ τοῖς πλημμελοῦσιν ηὐτρέπισται. Ἢ τάχα που καὶ ἁρμόσειεν ἂν τοῖς Βαβυλωνίοις ἡ φωνή. Ἔχαιρον μὲν γὰρ ὡς τὸν τοῦ Θεοῦ λαὸν ᾑρηκότες, ᾤοντο δ' ὅτι καὶ τῆς αὐτοῦ κατευμεγεθή- σαντες δεξιᾶς τῆς Ἰουδαίας κεκρατήκασιν. Ἀλλ' ἐσφάλοντο τἀληθοῦς. Οἱ μὲν γὰρ ὅτι πλημμελοῦντες πεφώρανται φειδοῦς ἔξω γεγόνασι τῆς παρ' αὐτοῦ, οἱ δὲ ὅτι σκληροί τε ἦσαν, καὶ ἀτεράμονες καὶ τὸ ἐλεεῖν οὐκ εἰδότες τὰς αὐτοῖς πρεπούσας ἐξῄτηνται δίκας, ἐστέρηνται δὲ, καὶ τοῦ χαίρειν, ἔτι κεκολα- σμένην ἔχοντες τὴν ὀφρὺν, κεκολασμένον ἤδη τὸ φρόνημα. Οὐ γὰρ ὅτι νενικήκασί ποτε τοὺς ἐξ Ἰσραὴλ μετῆν ἔτι τὸ χαίρειν αὐτοῖς, ἀλλ' ὅτι κακοὶ κακῶς διολώλασιν ὠλοθρευμένης αὐτοῖς τῆς χώρας τὸ δριμὺ τῆς λύπης ἐδέχοντο.
{1ΛΟΓΟΣ ∆ʹ.}1
9Ἀκούσατέ μου, νῆσοι, καὶ προσέχετε, ἔθνη, διὰ χρόνου πολλοῦ στήσεται, λέγει Κύριος. Ἐκ κοι- λίας μητρός μου ἐκάλεσε τὸ ὄνομά μου, ἔθηκέ τε στόμα μου ὡσεὶ μάχαιραν ὀξεῖαν, καὶ ὑπὸ τὴν σκέπην χειρὸς αὐτοῦ ἔκρυψέ με. Ἔθηκέ με ὡς βέλος ἐκλεκτὸν, καὶ τῇ φαρέτρᾳ αὐτοῦ ἐσκέπασέ με, καὶ εἶπέ μοι· ∆οῦλός μου εἶ σὺ,
Ἰσραὴλ, καὶ ἐν σοὶ δοξασθήσομαι.9
∆ιὰ πλείστων ὅσων παραινέσεων, καὶ ὑποθημοσυ- νῶν ὄνησι τὸν Ἰσραὴλ, μεθίστησι τὴν μυσταγωγίαν ἐπὶ τὰς τῶν ἐθνῶν ἀγέλας, καὶ δὴ τὸ μυστήριον τοῦ 70.1036 Χριστοῦ αὐταῖς καταλευκαίνει πάλιν, δι' οὗπερ ἔμελ- λον τὸν κτηνοπρεπῆ, καὶ ἐπάρατον μεθέντες βίον εἰς τὴν αὐτῷ φιλαιτάτην ἀνακομίζεσθαι πολιτείαν, καὶ φῶς εἰς νοῦν δέχεσθαι τὸ ἀληθινόν· ὥστε σαφῶς εἰ- δέναι τίς ὁ φύσει καὶ ἀληθῶς Θεός ἐστι, καὶ ἡ τῶν ὅλων κατακρατοῦσα φύσις. Προσφωνεῖ δὲ ταῖς νήσοις, ἃς δὴ καὶ εἶναί φαμεν τὰς Ἐκκλησίας Χριστοῦ, καθάπερ ἐν θαλάττῃ κειμένας, τῷ κλύδωνι δηλονότι τοῦ παρόντος βίου, καὶ ἀφορήτοις κυμάτων περιεχο- μένας ἐμβολαῖς, διωγμοῖς, δηλονότι, καὶ περιστάσε- σιν, ἃς ἐπιφέρουσιν αὐταῖς οἱ τῆς ἀληθείας ἐχθροὶ, καὶ τῇ Θεοῦ κλήσει μαχόμενοι. Περὶ τῶν τοιούτων νήσων, εἴρηται μὲν πλεισταχοῦ παρὰ τῇ θεοπνεύστῳ Γραφῇ. Ψάλλει δέ που καὶ ὁ μακάριος ∆αβὶδ, καί φησιν· "6Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, εὐφραινέσθωσαν νῆσοι πολλαί."6 Ὅτε γὰρ βεβασί- λευκε τῆς ὑπ' οὐρανὸν ὁ Χριστὸς πᾶσαν ὑπὸ χεῖρα λαβὼν, καὶ τῆς τῶν δαιμόνων τυραννίδος ἐκσπάσας· τότε καὶ ἠγαλλιάσαντο, τοῦτ' ἔστιν, εὐφροσύνης με- σταὶ γεγόνασιν, αἱ κατὰ πᾶσαν τὴν γῆν Ἐκκλησίαι. Ὅτι γὰρ ὁ προφήτης ἐν τούτοις νήσους ὀνομάσας τὰς ἐξ ἐθνῶν Ἐκκλησίας δηλοῖ, σαφὲς ἂν γένοιτο διὰ τῶν ἑξῆς. Προσεπήνεγκε γὰρ εὐθὺς τὸ, Ἀκούσατέ μου, νῆσοι, τὸ, Προσέχετε, ἔθνη. Εἶτά φησιν, ὅτι ∆ιὰ χρόνου πολλοῦ στήσεται, λέγει Κύριος. Ὑπισχνεῖται μὲν, ὡς ἔφην, τὴν τοῦ Σωτῆρος πάντων ἡμῶν Ἰησοῦ Χριστοῦ ἀνάδειξιν, καὶ ὅτι Θεὸς ὢν ὁ Λόγος, συν- αναστρέφεται τοῖς ἐπὶ τῆς γῆς ἐν εἴδει τῷ καθ' ἡμᾶς. Πλὴν ὅτι προφητείας ἦν ὁ καιρὸς τὸ τηνικάδε, οὔπω δὲ καὶ αὐτῆς τῆς τῶν πραγμάτων ἐμφανείας, δια- δείκνυσι λέγων, ὅτι ∆ιὰ χρόνου πολλοῦ στήσεται τὸ ἐπαγγελθὲν δηλονότι, ἤγουν τὸ προφητευόμενον. Τί δὴ τοῦτό ἐστιν, αὐτὸ τοῦ Σωτῆρος τὸ πρόσωπον εἰσ- εκομίσθη λέγον· Ἐκ κοιλίας μητρός μου ἐκάλεσε τὸ ὄνομά μου. Συνέβαλεν ἐν τούτοις εὐθὺς τὸ μυστήριον τὸ βαθὺ καὶ μέγα, καὶ τῆς ἄνωθεν μυσταγωγίας δεόμενον. Ἐξεκαλύφθη γὰρ οὕτω τῷ θεσπεσίῳ Πέ- τρῳ. Ἦν