381
ἐπιοῦσα· ἐπεὶ δὲ πρότερόν τε ἐπέκειτο τοῖς ἐν Περιθεωρίῳ, καὶ τότε ἠνάγκαζεν εἰσδέχεσθαι, ἐκεῖνον μὲν οὐκ ἐδέχοντο, ἀλλ' ἀπέκλεισαν αὐτῷ τὰς πύλας, τοὺς βαρβάρους ἐπιδεικνύντες καὶ κελεύοντες εἰς χεῖρας αὐτοῖς ἰέναι, ὡς τοῖς νικῶσιν ἆθλον τὴν πόλιν ἐσομένην τῆς ἀνδραγαθίας. ἵνα δὲ μὴ δοκοῖεν παντάπασιν αὐτοῦ ἀφίστασθαι, ἐδεδοίκεσαν γὰρ, μὴ τὸν κίνδυνον διαδιδράσκων, πικρῶς κολάζῃ τῆς προδοσίας· ἦν γὰρ ἀπαραίτητος πρὸς ὀργὰς, καὶ ὠμῶς καὶ ἀπανθρώπως ἀποκτείνων τοὺς προσκρούοντας, καὶ ἐπὶ μικροῖς καὶ μείζοσιν ἐγκλήμασι θάνατον τὴν ζημίαν καταψηφιζόμενος, τὸν ἀδελφιδοῦν Ῥάϊκον ὄνομα εἰσεδέξαντο, πεντήκοντα μόνον 2.532 στρατιώτας ἔχοντα, ἵν' εἰ μὲν νικῴη, παραίτησις πρὸς ὀργὴν εἴη ὁ ἀδελφιδοὺς εἰσδεδεγμένος· εἰ δὲ ἡττώμενος διαφθείροιτο, μηδὲν εἶεν κώλυμα ἐκεῖνοι ὀλίγοι ὄντες πρὸς τὸ πράττειν, ἅττα ἂν δοκῇ συμφέρειν. Μομιτζίλος δὲ πρὸς τὸ τείχισμα τὸ πρὸ τῆς πόλεως παρέταττε τὴν στρατιὰν, οἰόμενος ἀντισχήσειν καὶ τὸ τείχισμα ἔχων οὐκ ὀλίγα συναιρόμενον. Πέρσαι μὲν οὖν, ἐπεὶ προσέβαλον οἱ πρώτως φθάσαντες, ὤσαντες τὸ Μομιτζίλου στράτευμα περὶ πεντακοσίους χιλίους ὄντας, τό, τε τείχισμα καθῄρουν, καὶ διεσκεδάννυτο ἐπὶ λεηλασίαν τῆς στρατιᾶς τὸ πλεῖον, καὶ πάντα κατέδραμον αὐθημερὸν καὶ ἐληΐσαντο ἄχρι Μυγδονίας. βασιλεὺς δὲ κατόπιν μετὰ Ἀμοὺρ καὶ τῆς ἄλλης στρατιᾶς ἐρχόμενος, συνεώρα τὸ μετὰ Μομιτζίλου στράτευμα οὐχ ἡττημένον, ἀλλὰ μόνης ὁδοῦ παραχωρῆσαν τοῖς βαρβάροις· ἑώρα γὰρ εὐτάκτως καὶ μετὰ κόσμου τεταγμένον· διόπερ καὶ ἐδόκει ὁ ἀγὼν ἔτι ὑπολείπεσθαι. καὶ συνέταττε τὴν στρατιὰν καὶ τὴν Ῥωμαίων καὶ βαρβάρων ἐπὶ τάγμασι τρισί· καὶ τὸ μὲν δεξιὸν κέρας Ἀμοὺρ εἶχε μετὰ τῶν Περσῶν, ἵνα βάλλοιεν τοὺς πολεμίους τοξόται ὄντες καὶ προσπίπτοντες ἐπὶ τὰ γυμνά. τὸ δὲ ἀριστερὸν Ἀσάνης εἶχεν Ἰωάννης, ὁ τῆς βασιλίδος Εἰρήνης ἀδελφὸς, μετὰ Ῥωμαίων καταφράκτων, κοντοῖς εἰωθότων μάχεσθαι. τὸ μέσον δὲ αὐτὸς ἐπεῖχεν ὁ βασιλεὺς, τῶν τε Ῥωμαίων τοὺς λογάδας ἔχων καὶ Περσῶν. 2.533 Μομιτζίλος δὲ καὶ αὐτὸς ὁμοίως ἀντιτεταγμένος ᾔει πρὸς τὴν μάχην. ἐπεὶ δὲ ἦσαν ἐς τὰς χεῖρας, μάχη μὲν ἀνήπτετο σφοδρὰ, καὶ ἀντέσχον τὰ στρατόπεδα ἐπιπολὺ ἀλλήλοις. ὅμως ἡττᾶτο τὸ Μομιτζίλου καὶ ἔπιπτον πολλοὶ αὐτῶν. ὠθουμένων δὲ πρὸς τὰ τείχη τῆς πόλεως, ἐπεὶ διέξοδος καὶ ἀντεπεξαγωγὴ οὐκ ἦν τοῖς ἵπποις, ὀλίγου τοῦ χωρίου ὑπολελειμμένου μεταξὺ τῶν πολεμίων καὶ τῶν τειχῶν, οἵ τε ἐν Περιθεωρίῳ ἦσαν οὐ προσδόκιμοι εἰσδέξεσθαι, πρῶτος αὐτὸς ἀπέβαινε τοῦ ἵππου, εἶτα καὶ οἱ ἄλλοι ἅπαντες, καὶ προεῖντο τοῖς πολεμίοις. οἱ δ' ἐμάχοντο πεζοὶ, ἀγωνιζόμενοι ἐκθύμως, καὶ ἀντεῖχον ἐπιπλεῖστον, τοῦτο μὲν διὰ τὴν εὐψυχίαν, τοῦτο δ' ὅτι καὶ ἡ πόλις αὐτοὺς ἐκώλυε μὴ κυκλωθῆναι, καὶ ἔπιπτον πολλοὶ μαχόμενοι. μέχρι μὲν οὖν ἐκεῖνος περιῆν, οὐδὲ αὐτοὶ ὑφίεσαν τῆς τόλμης, οὐδὲ ὅπλα παρεδίδουν. ἐπεὶ δὲ ἔπιπτε καὶ αὐτὸς κατὰ τὴν μάχην, οἱ περιλειπόμενοι εὐθὺς παρέδοσαν τὰ ὅπλα, καὶ ἠνδραποδίσθησαν ὑπὸ Ῥωμαίων καὶ Περσῶν, διαδρᾶναι δυνηθέντος μηδενός. καὶ ὅ φασιν ἐπὶ τῶν μεγάλων ἀτυχημάτων, ὡς οὐδὲ πυρφόρος ὑπολέλειπτο, τοῦτ' αὐτὸ συνέβη καὶ τῷ Μομιτζίλου στρατοπέδῳ. οἱ μὲν γὰρ ἔπεσον κατὰ τὴν μάχην, οἱ δ' ἑάλωσαν. οἱ δὲ ἐν Περιθεωρίῳ ἑστῶτες ἐπὶ τῶν τειχῶν, οὔτ' ἠμύνοντο ὑπὲρ τοῦ Μομιτζίλου, οὔτ' ἐπέκειντο καὶ αὐτοὶ, ἀλλὰ μόνον θεαταὶ τῶν ἀγώνων ἐπὶ τῶν τειχῶν ἐκάθηντο. βασιλεὺς δὲ ἐδάκρυσεν ἐπὶ τῇ συμφορᾷ, οὐ μόνον διὰ τῶν πραγμάτων τὴν μεταβολὴν, ὅτι ὁ πρότερον 2.534 ὀλίγῳ μεγάλα περὶ ἑαυτοῦ οἰόμενος, καὶ ἀήττητός τις εἶναι δοκῶν καὶ δεινὸς περὶ στρατηγίας, ἐν μιᾷ καιροῦ ῥοπῇ, ἄτιμος ἔκειτο συμπατούμενος ὑπὸ τῶν πολεμίων, ἀλλ' ὅτι καὶ οἱ πεσόντες, ὄντες τοσοῦτοι καὶ τοιαύτην ἐπιδεδειγμένοι ἀρετὴν καὶ ἀνδραγαθίαν, Ῥωμαῖοι ἦσαν, οὓς ὁ πολλῶν δακρύων αἴτιος ἐμφύλιος πόλεμος παρανάλωσεν. οὕτω μὲν οὖν ὁ Μομιτζίλος ἤνθησέ τε ἐν ὀλίγῳ καὶ ἐπὶ μέγα ἔδοξε τύχης προελθεῖν, καὶ τάχιον ἀπήνθηκε καὶ κατεῤῥύη. βασιλεὺς δὲ μετὰ τὴν μάχην, εἰς Ξάνθειαν ἀφῖκτο, ἔνθα ἡ οἰκία Μομιτζίλου ἦν καὶ ἡ γυνή. Ξανθιεῖς δὲ