381
Λέπιδον δ' ἐκεῖνον τὸν ἐραστήν, τὸν ἐρώμενον, τὸν τῆς ∆ρουσίλλης ανδρα, ον ὑπερετίμησε καὶ διάδοχον εξειν τῆς ἀρχῆς ἐπηγγέλλετο, εκτεινε· καὶ τὰς ἀδελφὰς τὰς οἰκείας ὡς ἐκείνῳ συμφθαρείσας εἰς τὰς Ποντίους νήσους ἀπήγαγε· καὶ αλλα πολλὰ τοιαῦτα πεποίηκεν. ειτα τὴν Παυλῖναν ἐκβαλών, προφάσει μὲν ὡς μὴ τίκτουσαν, τὸ δ' ἀληθὲς οτι διακορὴς ἐκείνης ἐγένετο, Μιλωνίαν Καισωνίαν εγημεν, ην πρότερον μὲν ἐμοίχευσε, τότε δὲ καὶ γαμετὴν 3.19 ἐσχηκέναι ἠθέλησεν, ἐπειδὴ ἐν γαστρὶ εσχεν, ιν' αὐτῷ παιδίον τέκῃ τριακονθήμερον. Οἱ δ' ἐν τῇ ̔Ρώμῃ ἐταράττοντο μὲν ἐκ τούτων, ἐταράττοντο δὲ καὶ οτι δίκαι σφίσι πλεῖσται ἐπήγοντο ἐπὶ τῇ πρὸς τὰς ἀδελφὰς αὐτοῦ καὶ ἐπὶ τῇ πρὸς τοὺς πεφονευμένους φιλίᾳ, προσεδόκων δὲ καὶ ἐπὶ πλεῖον τήν τε ὠμότητα τοῦ Γαΐου καὶ τὴν ἀσέλγειαν αὐξήσειν, εἰ ὁ τῆς ἀρχῆς αὐτοῦ χρόνος πλείων γένηται. καὶ οἱ μὲν ουτω διέκειντο πρὸς αὐτόν, ὁ δὲ καὶ τὸν Πτολεμαῖον τὸν τοῦ ̓Ιόβα παῖδα μεταστειλάμενος ὡς πλουτοῦντα κἀκεῖνον ἀπέκτεινε. Τοῦτον δὲ τὸν τρόπον βιοὺς πάντως ἐπιβουλευθήσεσθαι εμελλε. καὶ ἐφώρασε τὴν ἐπίθεσιν, καὶ συλλαβὼν ̓Ανίκιον Κερεάλιον καὶ τὸν υἱὸν αὐτοῦ Σέξτον Παπίνιον ἐβασάνισε· καὶ ἐπεὶ μηδὲν ἐξελάλησεν, ἀνέπεισε τὸν Παπίνιον, σωτηρίαν αὐτῷ καὶ αδειαν ὑποσχόμενος, κατειπεῖν τινων η ἀληθῶς η ψευδῶς, καὶ ἐκεῖνον αὐτίκα καὶ τοὺς αλλους ἐν ὀφθαλμοῖς αὐτοῦ ἀπέκτεινεν. ἑνὸς δὲ τῶν κτεινομένων καὶ τὸν πατέρα παρεῖναι κατηνάγκασε τοῦ υἱοῦ φονευομένου· πυθόμενόν τε εἰ μύσαι αὐτῷ ἐπιτρέπει, καὶ ἐκεῖνον σφαγῆναι προσέταξεν. ὁ δὲ κινδυνεύων προσεποιήσατο ἐκ τῶν ἐπιβεβουλευκότων ειναι, καὶ τοὺς λοιποὺς πάντας ἐκφῆναι ὑπέσχετο, καὶ ὠνόμασε τούς τε ἑταίρους τοὺς τοῦ Γαΐου καὶ τοὺς συνεργοὺς τῆς ἀσελγείας καὶ τῆς ὠμότητος. καὶ πολλοὺς αν ἀπώλεσεν, εἰ μὴ καὶ τοὺς ὑπάρχους καὶ τὸν Κάλλιστον καὶ τὴν Καισωνίαν προσδιαβαλὼν ἠπιστήθη. Καὶ ὁ μὲν ἀπέθανεν, τῷ δὲ Γαΐῳ τὸν ολεθρον 3.20 αὐτὸ τοῦτο παρεσκεύασεν. ἰδίᾳ γὰρ τοὺς ὑπάρχους τε καὶ τὸν Κάλλιστον προσκαλεσάμενος "εις εἰμι" εφη, "τρεῖς δὲ ὑμεῖς· καὶ γυμνὸς μὲν ἐγώ, ὡπλισμένοι δ' ὑμεῖς. εἰ ουν μισεῖτέ με καὶ ἀποκτείνειν θέλετε, φονεύσατε." ἐξ ἐκείνου δὲ μισεῖσθαι νομίσας καὶ αχθεσθαι τοῖς πραττομένοις ἐκείνους, ὑπώπτευε σφᾶς, καὶ ξίφος κἀν τῇ πόλει παρεζώννυτο, καὶ συνέβαλλεν αὐτοὺς ἀλλήλοις, οπως μὴ συμφρονῶσι κατὰ μόνας ἑκάστῳ ὡς πιστοτάτῳ διαλεγόμενος περὶ τῶν λοιπῶν, μέχρις ου συνέντες τὸ ἐπιχείρημα προήκαντο αὐτὸν τοῖς ἐπιβουλεύουσι. Τῶν δὲ βουλευτῶν, οτι μὴ κατεψηφίσαντό τινων, περιφόβων οντων, Πρωτογένης τις πρὸς τὰ χαλεπώτατα τῷ Γαΐῳ ὑπηρετῶν, ωστε καὶ βιβλία δύο περιφέρειν ων τὸ μὲν ξίφος, τὸ δ' ὠνόμαζεν ἐγχειρίδιον, εἰσῆλθεν εἰς τὸ συνέδριον, καὶ πάντων δεξιουμένων αὐτόν, οια εἰκός, δριμύ τι προσέβλεψεν ἑνὶ Σκριβωνίῳ Πρόκλῳ, εἰπών "καὶ σύ με ἀσπάζῃ, μισῶν ουτω τὸν αὐτοκράτορα;" ἀκούσαντες δὲ τοῦτο οἱ παρόντες περιέσχον τὸν συμβουλευτὴν καὶ διέσπασαν· ἐφ' ῳπερ ησθη ὁ Γάιος καὶ εφη κατηλλάχθαι αὐτοῖς. Θωπευόντων δ' αὐτὸν καὶ τῶν μὲν ηρωα, τῶν δὲ θεὸν ἀποκαλούντων, δεινῶς ἐξεφρόνησεν. ἠξίου μὲν γὰρ καὶ πρότερον ὑπὲρ ανθρωπον νομίζεσθαι, καὶ τῇ Σελήνῃ συγγίνεσθαι καὶ Ζεὺς ειναι ἐπλάττετο, καὶ διὰ τοῦτο μάλιστα ταῖς ἀδελφαῖς προεφασίζετο μίγνυσθαι, καὶ πάντας θεοὺς ὑπεκρίνετο, καὶ τὰς θηλείας αὐτάς, καὶ Ηρα καὶ Αρτεμις καὶ ̓Αφροδίτη ἐγίνετο, καὶ πρὸς τὴν τῶν ὀνομάτων μετάθεσιν 3.21 καὶ πᾶν τὸ σχῆμα μετήμειβεν, ὡς ποτὲ μὲν θηλυδρίαν ὁρᾶσθαι αὐτὸν καὶ κρατῆρα καὶ θύρσον φέρειν, ποτὲ δὲ ἀρρενωπὸν καὶ ῥόπαλον καὶ λεοντῆν ἐνημμένον, καὶ αυθις λειογένειον η πωγωνίαν δείκνυσθαι. τρίαινάν τε ἐκράτει καὶ ἀνέτεινε κεραυνόν, παρθένῳ τε κυνηγετικῇ ὡμοιοῦτο, καὶ ἐγυναίκιζεν αυθις, καὶ τῇ στολῇ καὶ τοῖς προσθέτοις καὶ περιθέτοις ἀκριβῶς ἐποικίλλετο, καὶ πάντα μᾶλλον η ανθρωπος δοκεῖν αὐτοκράτωρ ἐβούλετο. καί ποτε ἰδών τις αὐτὸν ἀνὴρ Γαλάτης ἐπὶ δίφρου ὑψηλοῦ ἐν ειδει ∆ιὸς χρηματίζοντα, ἐγέλασε. μαθὼν ουν