381
νέκρωσις ἑκούσιος σώματος, καὶ σωφροσύνης ποιητική. ( ̔Ρῆμα.) Τυγχάνω. τεύχω, τυγχάνω, ὡς φεύγω, φυγγάνω, ἐρεύγω, ἐρυγγάνω. παραγωγή ἐστιν αρα, οὐ πλεονασμός. ὡς ηδω, ἁνδάνω. tau.1757 Τυμβοχοῆσαι. χωστοῦ τάφου ἀξιῶσαι. ̓Αρίσταρχος· τὸ γὰρ πλῆρες τυμβοχοῆσαι. Τυμπανίζεται. ξύλῳ πλήσσεται. η ἀποδέρεται τὴν κεφαλήν. η ἀποκεφαλίζεται. Τυντλάζειν. εἰς πηλὸν ἐμβαίνειν. η αὐτὸ καὶ αὐτὸ λέγειν. η ἐπιῤῥαίνειν. Τυπτήσεις καὶ τυπτῶ. παρὰ ̓Αριστοφάνει. Τυρεύει. κατασκευάζει· πανουργεύει. Τυρβάζω. σπεύδω. μεριμνῶ, φροντίζω. Τύφεται. καίεται, καὶ καπνίζεται. Τύψειαν. οἱ Αἰολεῖς τὰ εὐκτικὰ τοῦ ἀορίστου πρώτου διὰ τοῦ εια προσφέρουσι· τὸ γὰρ τύψαιμι τύψειαν λέγουσι καὶ τὸ ποιήσαιμι ποιήσειαν. Τυποῦνται. πλάττονται. τοῦ Θεολόγου· η πρὸς ἀρετὴν τυποῦσθαι τοὺς νέους, η πρὸς κακίαν. Τὸ Τ μετὰ τοῦ Ω. ( ̓Αρσενικόν.) Τωβήτ· Τωβίας· Τωβίτησ. ὀνόματα κύρια. Τωτίλλας· Τωτιλλίασ. ὀνόματα κύρια. tau.1758 Τωθασμόσ. χλεύη, ψόγος, ἐμπαιγμός. Τωφάνησ. κύριον. (Θηλυκόν.) Τὼ χεῖρε. ̓Αττικόν ἐστι. σύνηθες γὰρ τοῖς ̓Αττικοῖς, κεχρῆσθαι τοῖς ἀρσενικοῖς αρθροις ἐν τοῖς θηλυκοῖς ὀνόμασι. διὸ καὶ Ομηρος· τὼ βάτην τρήρωσι πελειάσιν-. ἀντὶ τοῦ αυται. καὶ ὁ Σοφοκλῆς· ιδεσθε τώδε τὼ κασιγνήτω, φίλοι. ἀντὶ τοῦ ταύτας τὰς κασιγνήτους. (Οὐδέτερον.) Τᾠκίδιον. τὸ οἰκίδιον. Τωϋτόν. τὸ αὐτό. ( ̔Ρῆμα.) Τωθάζω. ἀπατῶ· ὑβρίζω· ἐμπαίζω· χλευάζω· ψέγω. ἀπὸ τοῦ θὼψ, ο σημαίνει τὸν κόλακα. ἐκ τούτου γίνεται θωπάζω, καὶ τροπῇ τοῦ δασέος εἰς ψιλὸν καθ' ὑπερβιβασμὸν τωθάζω. Τῷ τοι. διὰ τοῦτο. καὶ τῷ. Ομηρος· τῷ νῦν μνηστήρων εα βουλήν τε νόον τε. upsilon.1759 Υ. Τὸ Υ μετὰ τοῦ Α. ( ̓Αρσενικόν.) †Υ. τὸ στοιχεῖον. οτι αἱ ὑάδες τὸ πρόσωπον τοῦ ταύρου εχουσιν, ὡς ἐπιπλατυνόμενον ἀπὸ τοῦ μετώπου, λεπτυνόμενον δὲ ἐξ ἀμφοτέρων ἐπὶ τὰ κάτω. ωσπερ καὶ τὸ γράμμα.† † ̔Υαλήσ. εἰκαῖος· βλοσυρός.† † Υαλοσ. ὁ βόρβορος. ἐνίοτε δὲ καὶ τὸ λαμπρόν.† † Υαντεσ. εθνος κατοικήσαντες τὴν Βοιωτίαν.† Υαντεσ. εθνος κατοικίσαντες τὴν Βοιωτίαν. ̔Υαῖοσ. κύριον, δίφθογγον. υἱέως δὲ, τοῦ υἱοῦ, ψιλὸν καὶ μέγα. (Θηλυκόν.) ̔Υάδεσ. ἀστέρες, οιτινες ἐπὶ τῶν κεράτων τοῦ οὐρανίου ταύρου εἰσί. παρὰ τὸ υω, τὸ βρέχω. ὑετοῦ γὰρ παρασκευαστικαὶ εἰσὶ δύνουσαι. Υαινα. ζῶον. ̔Υάμπολισ. πόλις. Υαξισ. πόλις. (Οὐδέτερον.) ̔Υακίνθινον. ὑπομελανίζον. Ομηρος· λωτόν θ' ἑρσήεντα ἠδὲ κρόκον ἠδ' ὑάκινθον. ̔Υάλινον, οὐχὶ ὑάλουν. καὶ τὴν υαλον θηλυκῶς ἐν τῷ αλφα λεκτέον, οὐχὶ ἐν τῷ ˉε. παρὰ upsilon.1760 τὸ υειν καὶ καθ' ὁμοιότητα ειναι τῆς γινομένης συστάσεως καὶ πήξεως τοῦ υδατος. † ̔Υαλόεν. τὸ διαφανές.† Υ. τὸ στοιχεῖον. οτι παρεοικός ἐστι τῷ τῶν ὑδάτων προσώπῳ. Τὸ Υ μετὰ τοῦ Β. ( ̓Αρσενικόν.) ̔Υβόσ. ὁ κυρτός. κυφός ἐστι, καὶ ἀποβολῇ τοῦ ˉκ, καὶ τροπῇ τοῦ ˉφ εἰς ˉβ, ὑβός. καὶ υβωσις, ἡ κύρτωσις, η τὸ μετὰ τὴν κεφαλὴν πρὸ τῆς ῥάχεως πάθος. ̔Υβριστάσ. τοὺς θρασεῖς καὶ λοιδόρους λέγει ὁ ̓Απόστολος· ὑβριστὰς ὑπερηφάνους. (Θηλυκόν.) ̔Υβάλη. δῆμος ̓Αττικῆς. † Υβλη. πόλις Σικελική.† Υβρισ. ἀδικία καταισχύνουσα. ὑπόβαρις τὶς ουσα, ἡ βαροῦσα πάντας. Υβρισισ. ἀτιμία. ̔Υβριστεία. ἡ ὑβριοπάθεια. ( ̔Ρῆμα.) ̔Υβάλλειν. ἐμποδίζειν. ̔Υβριοπαθῶ. * ̔Υβακίζειν. διαχωρίζειν ἀπ' ἀλλήλων.* upsilon.1761 Τὸ Υ μετὰ τοῦ Γ. ( ̓Αρσενικόν.) ̔Υγιήσ. ὁλόκληρος. ὁ ἐν ὑγρῷ ων καὶ ζῶν, οἱονεὶ ὑγριὴς, καὶ ἀποβολῇ τοῦ ˉρ ὑγιής. οθεν διερὸς ὁ ζῶν, καὶ ἀλίβας ὁ νεκρός. οιμαι δὲ παρὰ τὸ ευ ειναι σῶμα, η παρὰ τὸ ευ ἰαίνεσθαι. * ̔Υγρόσ. εὐκατάφορος· ὁ εἰς τὰς ἡδονὰς ῥευματιζόμενος.* (Θηλυκόν.) ̔Υγίεια. συμμετρία τῶν ἐν σώματι στοιχείων, θερμοῦ καὶ ψυχροῦ, ὑγροῦ καὶ ξηροῦ. η ἡ ἀρίστη τοῦ σώματος διάθεσις. ὡς παρὰ τὸ εὐσεβὴς εὐσέβεια, ουτω καὶ παρὰ τὸ ὑγιὴς ὑγίεια. καὶ παροξυνόμενον γράφεται διὰ διφθόγγου τῷ λόγῳ τῶν διὰ τοῦ ˉεˉι θηλυκῶν. οἱ δὲ ̓Αθηναῖοι ἐκτείνουσι τὸ ˉα, καὶ καταβιβάζουσι τὸν τόνον, καὶ φυλάττουσι τὴν αὐτὴν γραφήν. ὡς ἱέρεια, ἱερεία. τοῦτο δὲ κατὰ κρᾶσιν τοῦ ˉι καὶ τῆς ˉεˉι διφθόγγου γίνεται ὑγεία. (Οὐδέτερον.) ̔Υγρὰ κέλευθα. διὰ θαλάσσης ὁδός. ̔Υγρόν. υδωρ τι ων, οιον τὸ ενυδρον. η παρὰ τὸ υω, τὸ βρέχω, υσω, ὑρὸς, καὶ