καὶἈχαιῶν, «οὓς ἕθεν», ἤγουν αὐτῆς, «εἵνεκ' ἔπασχον ὑπ' Ἄρηος παλαμάων», ἤγουν ὑπὸ πολέμου, ἀστείως ἐπεσημήναντό τινες τὸν πέπλον τοῦτον ἀξιόλογονἀρχέτυπον εἶναι τῆς Ὁμήρου ποιήσεως. ἃ γὰρ ἐκείνη ἐνεποίκιλλεν ὁσημέραιτῷ πέπλῳ, ταῦτα δέλτῳ ἐντίθησιν Ὅμηρος καὶ ποιεῖ τὴν βίβλον ταύτην ὥσπερἙλένης ἄλλον ἱστόν. διὸ καὶ φιλεῖ τὴν Ἑλένην ὁ ποιητὴς καὶ διατιθέμενος ὑπεραπολογεῖται, εἰς ὅσον ἔξεστι. Σημείωσαι δὲ καὶ ἐνταῦθα τὸ τῆς Ἑλένηςφιλοπευστικὸν καὶ εὐμαθές. δῆλον γάρ, ὅτι πυνθανομένη καὶ σημειουμένη τὰςὡς ἑκάστοτε πάθας τῶν δι' αὐτὴν μαχομένων ἐζωγράφει αὐτάς, ἐν οἷς ὕφαινεν,Ἰλιάδα τινὰ τεχνωμένη χειρότευκτον. ἐπεὶ δὲ πολλοὶ οἱ ἄεθλοι, διὰ τοῦτομέγας καὶ ὁ ἱστός. εἰκὸς δὲ καὶ πλείους ἄθλους τῶν Ὁμηρικῶν αὐτῷ ἐμπεπάσθαι.Ὅμηρος μὲν γὰρ τῇ τοῦ Ἕκτορος ταφῇ τὴν Ἰλιάδα συγκατέλυσεν, Ἑλένη δεοὐκ ἐξ ἀνάγκης οὕτω, ἀλλὰ καὶ ἐπὶ τὰ ἑξῆς προέβη ἄν, ὡς εἰκός, τῷ ὑφάσματι.(ῃ. 141 ς.) Ὅρα δέ, ὡς καὶ οὕτω ποικίλλειν εἰδυῖα Ἑλένη, ὅμως ἐκ θαλάμου εἰς τὸν πύργον ἐξιοῦσα διὰ σωφροσύνην ἀργενναῖς, ἤγουν λευκαῖς, ἀφελῶς ὀθόναιςκαλύπτεται οὐδέν τι ποικίλον ἀμπεχομένη, ἀλλὰ καὶ ὁρμᾶται ἐκ θαλάμου»τέρεν κατὰ δάκρυ χέουσα». ἐν οἷς ἀργεννὸν μὲν τὸ λευκόν, ἐκ τοῦ ἀργός, ὁμοίως τῷ φάος φαεννόν, Ἔρεβος ἐρεβεννόν. Ὀθόνη δέ, ἧς ὀθόμεθα, τουτέστιν ἐπιστρεφόμεθα διὰ τὴν ἄγαν λεπτότητα, ἢ ἡ εὐκίνητος, παρὰ τὸ ὄθεσθαι, τὸκινεῖσθαι. τέρεν δὲ δάκρυ τὸ ἐκ τειρομένης ψυχῆς. (ῃ. 126) Ἰστέον δὲ καί,ὅτι ἐν τῷ «δίπλακα μαρμαρέην» λείπει τὸ ἱστουργίαν ἢ ὑφήν ἤ τι τοιοῦτον.τινὲς δὲ τὸ χλαῖναν λείπειν φασὶ νοοῦντες δίπλακα τὴν μεγάλην, ἣν ἔστι διπλῆνἀμφιέσασθαι. καὶ μὴν οὐ ταὐτὸν χλαῖνα καὶ ἱστός, ἀλλὰ ἴσως γενικὸν μέν ἐστινἢ ὅλον ὁ ἱστός, εἶδος δὲ ἢ μέρος ἡ δίπλαξ, ἥν, ἰδιωτικῶς εἰπεῖν, δίμιτον νοοῦσίτινες. μᾶλλον δὲ ὁ μὲν ἱστὸς τὸ ἐργαλεῖον δηλοῖ, δίπλαξ δέ ἐστιν ἡ ἱστουργουμένη, ὡς ἐρρέθη, ὑφή, ἵνα λέγῃ, ὅτι περὶ μέγαν ἱστὸν μεγάλην δίπλακα ὕφαινε. 1.619 Μαρμαρέη δὲ ἡ λάμπουσα ἐκ τοῦ μαρμαίρω, ἐξ οὗ ὁ μάρμαρος λίθος, οὗ κτητικὸνμαρμάρειος, θηλυκὸν μαρμαρεία καὶ Ἰωνικῶς καὶ Ἀττικῶς μαρμαρέη. ἐν δὲ ταῖς Ἀριστάρχου, φασί, καὶ Ζηνοδότου καὶ Ἀριστοφάνους Ἐκδόσεσι «δίπλακαπορφυρέην» γράφεται. καὶ νύμφαι γάρ, φασί, φάρεα ὑφαίνουσιν ἁλιπόρφυρα.ἔστι δὲ καὶ θαλάσσης γαληνιώσης ἐπίθετον ἡ μαρμαρέη. ἐκ δὲ τοῦ ἐνέπασσεν ἡγαμικὴ παστὰς γίνεται. αὐτὸ δὲ γίνεται παραγώγως ἐκ τοῦ πῶ, τὸ κτῶμαι.ἀξιόκτητα γὰρ τὰ οὕτω ποικιλτά. ἐκ δὲ τοῦ τοιούτου πάσσειν καὶ ὁ τοῖςἄνθεσι κατάπαστος νικητής. ἔοικε δὲ ἡ λέξις καθ' ὁμοιότητα εἰρῆσθαι τοῦ ἑτέρουπάσσειν, οἷον «πάσσε δ' ἁλὸς θείοιο», ἀφ' οὗ καὶ τὸ ἁλίπαστον. Σημείωσαι δὲκαί, ὅτι παρὰ τῷ ποιητῇ οὐ μόνον πρόσωπα ἡρωϊκὰ γυναικῶν, ἀλλὰ καί τινατῶν θειοτέρων ἱστουργεῖ, ὡς δηλοῖ καὶ ἡ Ὀδύσσεια, καὶ ὅτι τὸ πένθος οὔτε τῇ Πηνελόπῃ ἐν Ὀδυσσείᾳ οὔτε ἐνταῦθα τῇ Ἑλένῃ ᾄδειν ἐπιτρέπει ἐν τῷ ἱστουργεῖν. Κίρκη δὲ καὶ Καλυψὼ ὑφαίνουσαι ᾄδουσιν, ἀπαθεῖς αὐταὶ οὖσαι κακῶν.τὸ δέ «ἀέθλους» καὶ ἑξῆς ὑπολαλεῖ ἔπαθλον μὲν τοῦ Τρωϊκοῦ πολέμου τὴν Ἑλένηνκεῖσθαι, ἀνταγωνιστὴν δέ τινα τοῖς ἀεθλεύουσιν εἶναι τὸν παλαμναῖον Ἄρην.(ῃ. 128) τοιοῦτον γάρ τι ἐμφαίνει τὸ «ὑπ' Ἄρεος παλαμάων». (ῃ. 130-8)Ὅτι ἐν τῷ [«δεῦρ' ἴθι, νύμφα φίλη, ἵνα θέσκελα ἔργα» καὶ ἑξῆς, τὸ μὲν νύμφακαθὰ] καὶ τὸ τόλμα καὶ τήθα Ἰωνικά τινες εἶναι βούλονται. πρὸς χρείαν δὲμέτρου συσταλτικὴν τὸ νύμφα παρείληπται. Ὅτι θέσκελα δὲ ἔργα ἐνταῦθατὰ τῆς μάχης, οὐχ' ὡς θεοείκελα, ἀλλὰ θεοκέλευστα, καθὰ καὶ θέσφατα, τὰθεόφραστα. εἶεν δ' ἂν καὶ οὕτω θεῖα τὰ θέσκελα καὶ διὰ τοῦτο θαύματος ἄξια,(ῃ. 132-5) εἴγε κατὰ τὸν ποιητήν «οἳ πρὶν ἐπ' ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα», νῦν κάθηνται σιγῇ, «πόλεμος δὲ πέπαυται, ἀσπίσι κεκλιμένοι,παρὰ δ' ἔγχεα μακρὰ πέπηγε». ταῦτα δὲ καὶ παράφρασίς ἐστι τοῦ «ἵππους μὲνἔρυξαν» καὶ ἑξῆς, ὡς πρὸ ὀλίγων εἴρηται. (ῃ. 136-8)