382
πρῶτα μὲν, οὐδὲν εἰδότες περὶ Μομιτζίλου, ἐπυνθάνοντο περὶ ἐκείνου ὅπη εἴη. ἐπεὶ δὲ κατὰ τὴν μάχην ἐπύθοντο πεσόντα αὐτὸν καὶ σύμπαν τὸ στρατόπεδον, τῶν μὲν οἰκείων ἀπωδύροντο τὴν τελευτὴν, βασιλεῖ δὲ τὴν πόλιν παρεδίδουν. καὶ ὁ βασιλεὺς πολλὴν περὶ τὴν Μομιτζίλου γυναῖκα ἐπεδείκνυτο τὴν ἐπιείκειαν. ἐκέλευε γὰρ μηδὲν τῶν ὄντων ἀφαιρεῖν αὐτῆς, ἀλλὰ πάντα ἔχουσαν, ἢ μένειν ἐπὶ τῆς Ῥωμαίων ἂν ἐθέλῃ γῆς, ἢ πρὸς τὴν οἰκείαν ἐπανέρχεσθαι· ἐκ Μυσίας γὰρ ἦν. ἡ δὲ μᾶλλον εἵλετο τὴν ἐπὶ τῆς οἰκείας ἀναχώρησιν, καὶ πάντα ἔχουσα, ἀπῇρεν εἰς Μυσούς. πζʹ. Βασιλεὺς δὲ ἐπεὶ ἀπεσκεύαστο Μομιτζίλον, ἐδόκει δεῖν καὶ Κράλην μετιέναι ἀδικοῦντα καὶ παρασπονδοῦντα. ἐκεῖνος γὰρ τὸν παρὰ Ῥωμαίοις πόλεμον ὁρῶν πάντα τὰ αὐτῶν διαφθεροῦντα ἄρδην, ὀλίγα τῶν πρὸς βασιλέα συνθηκῶν 2.535 φροντίζων, ἄλλας τε πόλεις τῶν Ῥωμαίοις ὑπηκόων εἷλε, καὶ Φερὰς ἐπὶ χρόνον συχνὸν πολιορκῶν, ἐν μεγάλῃ κατέστησεν ἐνδείᾳ καὶ ἤδη ἐν ἐλπίσιν ἦν μετὰ μικρὸν ἑλεῖν· ἅμα δὲ καὶ ἐκ τῶν ἔνδον ἔπραττόν τινες, ὡς Φεραῖοι, τῆς Ῥωμαίων ἡγεμονίας ἀποστάντες, προσχωρήσουσιν ἑκόντες Τριβαλοῖς, τοῦ Κράλη αὐτοῖς ὑποσχομένου τῆς πόλεως ἀποδείξειν ἄρχοντας, ἂν τοιαῦτα τοὺς πολίτας πείθωσιν· ὧν ἦν κεφάλαιον Ἀσάνης ὁ Μανουὴλ, θεῖος πρὸς πατρὸς Εἰρήνῃ τῇ βασιλίδι. Παλαιολόγος δὲ Κωνσταντῖνος ὁ τοῦ βασιλέως Ἀνδρονίκου θεῖος, καὶ Τζαμπλάκων ∆ημήτριος μέγας στρατοπεδάρχης ὁ τούτου γαμβρὸς τὰ Ῥωμαίων φρονοῦντες, ἀντέπραττόν τε τοῖς πράττουσι τὰ Τριβαλλῶν, καὶ πᾶσαν σπουδὴν εἰσῆγον, ὥστε μὴ τοιαύτην πόλιν τῆς Ῥωμαίων ἡγεμονίας ἀπολέσθαι, καὶ πρὸς βασιλέα ἔπεμπον δεόμενοι βοηθεῖν. ἃ εἰδὼς βασιλεὺς ἔκρινε δεῖν πρεσβείαν ποιεῖσθαι πρὸς Κράλην, κἂν μὲν ἀπόσχηται Φερῶν, τηρεῖν καὶ αὐτὸν τοὺς ὅρκους καὶ τὰς σπονδάς· ἂν δ' ἐκεῖνος διαλύῃ πρότερος, χωρεῖν ἐπ' αὐτὸν ἅμα στρατιᾷ τῇ Περσικῇ. καὶ ἐπεὶ ἐδέδοκτο, πέμψας Ἰωάννην τὸν Βρυέννιον, ἐκέλευεν ἀναχωρεῖν Φερῶν, ὡς αὐτῷ τῆς πόλεως διαφερούσης, καὶ τοῦ λοιποῦ μηδὲν παρενοχλεῖν μήτ' αὐτὴν, μήτ' ἄλλην τῶν Ῥωμαίοις ὑπηκόων πόλεων. αὐτὸν μὲν γὰρ ἀεὶ μεμνῆσθαι τῆς εὐνοίας καὶ τιμῆς, ἧς ἀπέλαυσε διατρίβων παρ' αὐτῷ, καὶ δίκαιον εἶναι οἴεσθαι τῆς εὐποιΐας ἀπομνημονεύειν. διόπερ αὐτοῦ καὶ πρὸς Βεῤῥοίᾳ τὰς σπον 2.536 δὰς ἀπειπαμένου καὶ ὕστερον πεπολεμηκότος φανερῶς καὶ τοὺς ὅρκους καταλελυκότος προφανῶς καὶ τὰς σπονδὰς, αὐτὸν μὴ κεκινῆσθαι πρὸς ὀργὴν, μηδὲ ἀμύνεσθαι ἐθέλειν, ἀλλὰ τὰς σπονδὰς καὶ τοὺς ὅρκους ἀνανεοῦν, καὶ χάριν ἀποδιδόναι τῆς φιλίας ὅση δυνατή. ἂν δὲ μὴ πείθηται αὐτὸς, μηδὲ ἀφίστασθαι ἐθέλῃ τοῦ παρασπονδεῖν καὶ ἀδικεῖν, ἀλλὰ πολιορκῇ τὰς πόλεις, μὴ αὐτῷ ἐπάγειν αἰτίαν, ἂν ἀμύνηται, ὡς παραβεβηκότι τὰς σπονδὰς καὶ ἀγνωμονοῦντι πρὸς τὸν εὖ πεποιηκότα, ἡνίκα μάλιστα ἐδεῖτο. τοιαῦτα μὲν ὁ βασιλεὺς ἐπρεσβεύετο πρὸς Κράλην. ἅμα δὲ ἔχων καὶ τὴν στρατιὰν, πρὸς Χριστούπολιν ἐχώρει, καὶ ἐστρατοπεδεύετο ἐν κώμῃ τοῦ Γαβριὴλ προσαγορευομένῃ, ὡς ἀφιξόμενος εἰς Φερὰς καὶ τῶν ἄλλων πόλεων πρόνοιαν ποιησόμενος, ὅσαι ὑπὸ τοῦ Τριβαλικοῦ πολέμου ἔπραττον κακῶς. τούτων δὲ πραττομένων, Ἀπόκαυκος ὁ μέγας δοὺξ ὁρῶν ἤδη τὰς μὲν ἠπειρώτιδας πόλεις πάσας Καντακουζηνὸν τὸν βασιλέα ὑφ' ἑαυτὸν πεποιημένον, καὶ τήν τε Ῥωμαίων στρατιὰν ὀλίγου δεῖν ἅπασαν ἔχοντα αὐτὸν καὶ τοσαύτην ὑπὸ τῶν βαρβάρων συμμαχίαν, καὶ ὡς ἀδύνατον αὐτῷ ἀντικαθίστασθαι ἐκ τῆς ἠπείρου, πρῶτα μὲν ἐσκέψατο διὰ τῆς πρὸς τὰς δίκας ἀκριβείας καὶ δικαιοσύνης πείθειν Βυζαντίους αὐτῷ προσέχειν· ἔπειτα καὶ κεναῖς ἐλπίσιν ἐξηπάτα, ὥσπερ ἐν ὀνείροις πλουσιωτάτους ἐξ ἀπόρων ἐπαγγελλόμενος ποιήσειν, ἂν τὴν ὁλκάδα στήσῃ τὴν 2.537 ἀργυρολογήσουσαν τοὺς ἐμπόρους. ὡς δὲ πάντα ἐξηλέγχετο ἀπάτη καὶ φενακισμοὶ, καὶ πάντες ἤδη πρὸς αὐτὸν ἀπέσκωπτον ἀδεῶς, δείσας μή τι νεωτερισθῇ περὶ αὐτὸν, ἐσκέψατο πᾶσαν τὴν δύναμιν εἰς τὴν θάλασσαν μετάγειν καὶ πρὸς τυραννίδα τὴν πολιτείαν μεθιστᾷν. καὶ πρῶτα μὲν ναυτικὸν συστήσασθαι καὶ ὁπλίτας, καὶ τούτοις πρός τε τὰς τριήρεις