382
τοῦτο ἐκάλεσεν αὐτὸν καὶ ηρετο "τί σοι δοκῶ ειναι;" κἀκεῖνος "μέγα παραλήρημα" εφη. καὶ οὐδὲν επαθε δεινόν· παρελογίσθη γὰρ σκυτοτόμος ων. ἠσπάζετό τε βραχεῖς, τοῖς δ' αλλοις καὶ τῶν βουλευτῶν η τὴν χεῖρα η τὸν πόδα προσκυνεῖν ωρεγε. πάντες δὲ αὐτὸν ἐκολάκευον. καί ποτε τὸν Λούκιον τὸν Οὐιτέλλιον ανδρα εὐγενῆ καὶ φρονήσεως ευ εχοντα ηρετο, τῇ Σελήνῃ μίγνυσθαι λέγων, εἰ ὁρῴη τὴν θεὸν συνοῦσαν αὐτῷ. ὁ δὲ κάτω νεύων, οια δὴ τεθηπώς, καὶ μικρόν τι φθεγξάμενος καὶ ὑπότρομον "ὑμῖν" εφη "τοῖς θεοῖς, δέσποτα, μόνοις ἀλλήλους ὁρᾶν εξεστιν." Ουτω δ' ἐξεμάνη ὁ Γάιος ὡς καὶ τοῖς ἐν τῇ ̓Ασίᾳ τέμενος ἑαυτῷ ἀνεγεῖραι κελεῦσαι κατὰ τὴν Μίλητον. καὶ ἐν τῇ ̔Ρώμῃ δύο ναοὶ αὐτῷ ἱδρύθησαν· τὸν μὲν γὰρ αὐτὸς ἑαυτῷ ἐν τῷ παλατίῳ ἐτεκτήνατο, ὁ δ' ὑπὸ τῆς βουλῆς αὐτῷ ἐψηφίσθη καὶ ἐδομήθη. ἐπενεκάλει δὲ καὶ τῷ ∆ιὶ οτι τὸ Καπιτώλιον προκατέλαβε. καὶ ἀγάλματα δ' ἑαυτοῦ πανταχοῦ 3.22 τῆς οἰκουμένης ἀπέστειλε, προσκυνεῖσθαι ταῦτα κελεύσας. τὸν δ' ἐν ̔Ιεροσολύμοις ναὸν εἰς οἰκεῖον ἱερὸν μεθηρμόζετο, ινα ∆ιὸς ἐπιφανοῦς νέον χρηματίζῃ Γαΐου, εἰ καὶ ὁ ̓Ιώσηπος τοῦτο παρεσιώπησεν ἀρχαιολογῶν. οθεν καὶ ἡ τῶν ̓Ιουδαίων ἀποστασία εσχηκε τὴν ἀρχήν. ἱερέας τε πολλοὺς ἑαυτῷ κατεστήσατο, καὶ αὐτὸς δ' ἑαυτῷ ἱερᾶτο. ταῖς τε βρονταῖς ἐκ μηχανῆς ἀντεβρόντα, ἀντήστραπτέ τε ταῖς ἀστραπαῖς. καὶ ὁπότε κατήνεκτο κεραυνός, λίθους ἀντηκόντιζεν, ἐπιλέγων ἐφ' ἑκάστῳ τὸ τοῦ ̔Ομήρου "η μ' ἀνάειρ' η ἐγὼ σέ." ̓Επὶ τούτου, ὡς Εὐσέβιος ἱστορεῖ, ἐκ τῶν τὰς ̓Ολυμπιάδας ἀναγραψάντων ἀναλέξασθαι ταῦτα λέγων, τοσαύταις περιέπεσε συμφοραῖς ὁ Πιλάτος ωστε ἀναγκασθῆναι ἑαυτοῦ γενέσθαι αὐτόχειρ, τῆς θείας δίκης μετελθούσης αὐτόν. ̔Ως ουν πάντα τρόπον ἐξεμαίνετο, ἀπαριθμεῖν γὰρ τὸ καθ' εκαστον πολλῆς αν ειη λέσχης καὶ ἀηδίας, ἐπεβούλευσαν αὐτῷ Κάσσιός τε Χαιρέας καὶ Κορνήλιος Σαβῖνος. συνώμοσαν μὲν γὰρ πλείονες καὶ συνῄδεισαν τὸ πραττόμενον καὶ οἱ περὶ αὐτὸν οντες· καὶ οσοι δὲ οὐ συνώμοσαν, γνόντες ουτ' ἐξέφηναν καὶ ασμενοι ειδον αὐτὸν ἐπιβουλευόμενον. ἐπεβουλεύθη δὲ θέαν ἐπιτελῶν. ὁ γὰρ Χαιρέας καὶ ὁ Σαβῖνος ἐπὶ τοῖς γινομένοις αἰσχροῖς ἀλγοῦντες, ομως ἐκαρτέρουν ἐπὶ πέντε ἡμέρας. ὡς δὲ καὶ αὐτὸς ὁ Γάιος καὶ ὀρχήσασθαι καὶ τραγῳδίαν ἠθέλησεν ὑποκρίνασθαι, καὶ διὰ τοῦτο ἑτέρας τρεῖς ἡμέρας προήγ3.23 γειλε, τηρήσαντες αὐτὸν ἐκ τοῦ θεάτρου ἐξερχόμενον ἐν στενωπῷ τινι περιστάντες ἀπέκτειναν, καὶ πεσόντος οὐδεὶς τῶν παρόντων ἀπέσχετο, ἀλλὰ καὶ νεκρὸν αὐτὸν κατετίτρωσκον. καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὴν θυγατέρα αὐτίκα ἀπέσφαξαν. Γάιος μὲν δὴ ταῦτα εν τε τρισὶν ετεσι καὶ μησὶν ἐννέα καὶ ἡμέραις ὀκτὼ καὶ εικοσι πράξας εργοις αὐτοῖς ὡς οὐκ ην θεὸς εγνωκεν. ὡς δὲ ὁ θάνατος αὐτοῦ διηγγέλθη, πλὴν ὀλίγων τῶν συνησελγηκότων αὐτῷ πάντες εχαιρον, μεμνημένοι καὶ τοῦ λεχθέντος ποτὲ ὑπ' αὐτοῦ, οτε ὀργισθεὶς τῷ δήμῳ εφη "ειθε ενα αὐχένα ειχετε," καὶ ἐπιλέγοντες οτι "σὺ μὲν ενα εχεις αὐχένα, ἡμεῖς δὲ χεῖρας πολλάς." διαθεόντων δέ τινων ὀλίγων καὶ θορυβούντων βοώντων τε "τίς Γάιον ἀπέσφαξεν;" Οὐαλέριος ̓Ασιατικός, ἀνὴρ ὑπατευκώς, ἀνῆλθεν εἰς αποπτόν τι χωρίον, καὶ ἐκβοήσας εφη "ειθε ἐγὼ αὐτὸν ημην ἀπεκτονώς." καὶ ουτω καταπλαγέντες οἱ θορυβοῦντες ἡσύχασαν. Γάιος μὲν ουτως ἐφθάρη· τῆς δὲ βουλῆς ἐν τῷ Καπιτωλίῳ συναθροισθείσης τοῖς μὲν δημοκρατεῖσθαι ἐδόκει, οἱ δὲ μοναρχεῖσθαι καὶ αυθις εκρινον· καὶ τούτων οἱ μὲν τόνδε, οἱ δὲ τόνδε ᾑροῦντο. κἀν τούτῳ στρατιῶταί τινες εἰς τὸ παλάτιον, ινα τι διαρπάσωσιν, εἰσπηδήσαντες ευρον ἐν σκοτεινῇ γωνίᾳ κατακρυπτόμενόν που τὸν Κλαύδιον, συνῆν γὰρ τῷ Γαΐῳ τοῦ θεάτρου ἐξερχομένῳ, καὶ τὴν ταραχὴν φοβηθεὶς κατεκρύβη, καὶ ἐξεῖλκον αὐτὸν μὴ εἰδότες οστις ην· γνόντες δὲ αὐτοκράτορά τε προσηγόρευσαν 3.24 καὶ ἐς τὸ στρατόπεδον ηγαγον, καὶ μή τινος ἐνδοιάσαντος απαντες αὐτῷ τὸ κράτος δεδώκασιν, ὡς ἐκ γένους οντι βασιλικοῦ καὶ νομιζομένῳ ἐπιεικεῖ. εἰ γὰρ καὶ ἀνεδύετο καὶ ἀντέλεγεν, ἀλλ' οσον ἐξίστατο καὶ ἀντέκειτο, τοσοῦτον μᾶλλον ἀντεφιλονείκουν οἱ στρατιῶται μὴ παρ'