σκεπτέον οὖν κἀντεῦθεν, ὅπως ἑνὸς θεοῦ παντάπασιν ἀναίσθητος καὶ πάσης ἀσύνετος θείας γραφῆς ὁ Παλαμᾶς ἐμεμενήκει διηνεκῶς, διάφορον οὐσίαν καὶ ἐνέργειαν ἐς τοὐμφανὲς δογματίζων, καὶ μὴ μόνον μίαν δεικνὺς ἑτερότητα, ἀλλὰ καὶ ἀπείρους· καὶ μὴ μόνον ἀπείρους, ἀλλὰ καὶ ἀκτίστους· καὶ μὴ μόνον ἀκτίστους, ἀλλὰ καὶ μείζους καὶ ἐλάττους. ὁ δὲ μείζους καὶ ἐλάττους δογματίζων ἀκτίστους θεότητας πάντως διάστημά τι νοεῖ μεταξύ. τοῦτο δ' ἄπειρον ὁ τῆς μεσότητος εἶναι οὐ δίδωσι λόγος· μηδὲ γὰρ πε 2.1073 φυκέναι τὴν ἀπειρίαν βαθμοῖς καὶ μέτροις τισὶ διακόπτεσθαι. πῶς γὰρ ἂν (φησὶν ὁ θεῖος Γρηγόριος) μετρηθείη τὸ ἄπειρον, ἵν' ὃ τῶν περατουμένων ἐστὶ, τοῦτο πάθῃ θεότης, βαθμοῖς μετρουμένη καὶ ὑποβάσεσι;"2 (Ι.) Ἐμὲ δὲ καὶ πλείους μαρτυρίας ἑτέρας ἔχοντα φέρειν ἁγίων, περί γε τοῦ μήτε ἐνέργειαν, μήτε τινὰ ποιότητα, μήτε τι τῶν πάντων ἐξ ἀϊδίου συνεῖναι διάφορον δύνασθαι τῇ θείᾳ οὐσίᾳ, καὶ ἅμα τοῖς τῷ Καβασίλᾳ προτεθεῖσι κενοφωνήμασιν ἐπιφέρειν τὰς τῶν ἁγίων ἀντιλογίας βουλόμενον, ἐπέσχεν ἐπαγγειλάμενος τὴν ἐκείνων ἀντίῤῥησιν μάλα ἀσμένως ἀκούσεσθαι μετ' ὀλίγον. αὐτὸς δ' ἐν σπουδῇ μεγίστῃ πεποίηται, πρότερον παρεισενεγκεῖν τὴν συνήθη καὶ κοινὴν καταφυγὴν αὐτῶν ἐν οὐ καιρῷ, τὸ ἐν Θαβωρίῳ λέγω φῶς, ἐνέργειαν ἄκτιστον καὶ θεότητα πρὸς τῶν ἁγίων ὀνομαζόμενον. "1φῶς γὰρ,"2 ἔλεγεν, "1ἡ παραδειχθεῖσα θεότης, φησὶν ὁ θεῖος Γρηγόριος, ἐπὶ τοῦ ὄρους. καὶ ὁ Μελῳδὸς αὖθις τὰς τοιαύτας ἐνεργείας βολίδας γράφει θεότητος. ἀκτίστου γοῦν οὔσης τῆς θείας οὐσίας, ἄκτιστοι καὶ αἱ βολίδες ἐκεῖναι, παρὰ τὴν οὐσίαν ἄλλο τι οὖσαι. τὸ γὰρ ἄλλο παρὰ τὴν οὐσίαν οὐκ ἐκείνη, ἀλλ' ἐκείνης. εἰ γὰρ ταὐτὸν ἦν, μεθεκτὴ ἂν ἦν καὶ οὐσία ὁμοῦ ταῖς ἐνεργείαις, καὶ διαφορά τις οὐκ ἄν ποτ' ἦν οὐδεμία· τοῦτο δ' ἀδύνατον. ἀμέθεκτος γὰρ τοῖς κτίσμασιν ἅπασι πέφυκεν ἡ οὐσία· καὶ δαιμόνων εὕρημα 2.1074 σκοτεινῶν, ἄλλως λέγειν τε καὶ πιστεύειν τοῖς λέγουσι. διὰ γὰρ τοῦτο καὶ τὴν οὐσίαν τῆς ἐνεργείας διάφορον εἶναί φαμεν, ἐκποδὼν γινομένης ἁπάσης ταὐτότητος."2 Καὶ ἅμα παρεισῆγεν ἔνια τῶν Παλαμικῶν δογμάτων ἀπὸ γλώττης καὶ μνήμης, σποράδην μέν· παρῆγε δ' οὖν, ὁλόκληρον τὴν διάνοιαν σώζοντα καὶ ὡς ἔχουσιν ἐπὶ λέξεως ἀκριβῶς. "1κοινὸν γὰρ,"2 φησὶ, "1δόγμα τῶν ἔξωθεν καὶ τῶν καθ' ἡμᾶς φιλοσόφων, ἐπὶ ἁπλῆς καὶ ἀσωμάτου φύσεως τὸν αὐτὸν ἐπιδέχεσθαι λόγον τὴν ἐνέργειαν τῇ οὐσίᾳ. τὰ δὲ τὸν αὐτὸν λόγον ἐπιδεχόμενα δύο ἐστὶ, καὶ οὐχ ἕν. καὶ εἰ δύο, πῶς χωρὶς ἡστινοσοῦν πρὸς ἄλληλα διαφορᾶς; ἆρ' οὖν οὐ διενήνοχε τὸ θεᾶσθαι τοῦ θεοποιοῦν; ἢ καὶ θεοποιεῖ πάνθ' ὅσα θεᾶται θεός; ἐπεὶ δὲ διενήνοχε, μή τι τούτων ἐστὶ κτιστόν;"2 εἶτα ἐπανελάμβανε καθ' ἕκαστα τὸ προγνωστικὸν, τὸ δημιουργὸν, τὴν πρὸς τὸ ἐνεργεῖν ἑτοιμότητα, καὶ τἄλλα. "1ὡς γὰρ ὁ νοῦς,"2 φησὶ, "1τὰς ἐπιστήμας προσλαμβάνων σύνθετος οὐ γίνεται, τὸν αὐτὸν τρόπον, καὶ πολλῷ μᾶλλον, τὸ προγνωστικὸν καὶ πάσας ἁπλῶς τὰς τοιαύτας δυνάμεις τε καὶ ἐνεργείας φυσικῶς ἡ θεία φύσις ἔχουσα σύνθετος οὐκ ἔστι."2 καὶ λέγειν φανερῶς τοὺς ἁγίους ἔφασκε μὲν, οὐ παρήγαγε δ' οὔτ' εἰς ὄψιν οὔτ' εἰς ἀκοὴν γραφικὰς οὐδενὸς μαρτυρίας. καὶ πάλιν· "1ὡς γὰρ ἐκ θεοῦ πατρὸς θεὸς ὢν καὶ ὁ υἱὸς, οὐκ ἄλλος μὲν καθὸ θεὸς ἄκτιστός ἐστιν, ἄλλος δὲ καθὸ υἱός· καὶ καθὸ μὲν ἄκτιστος θεὸς, ἴσος κατὰ πάντα τῷ πατρί· 2.1075 καθὸ δὲ υἱὸς, μείζονα ὡς αἴτιον ἔχων τὸν πατέρα, δεύτερος ὑπάρχει τοῦ πατρὸς, οὐ δεύτερος θεὸς, ἄπαγε, ἀλλὰ δεύτερος τῇ τάξει· καθάπερ ὁ μέγας φησὶ Βασίλειος· οὕτω καὶ ἐκ θεότητος ἀκτίστου τῆς οὐσίας θεότης ἄκτιστος ἡ ἐνέργεια· οὐκ ἄλλη μὲν, καθὸ θεότης ἄκτιστος· ἄλλη δὲ κατ' ἐνέργειαν· τῷ μὲν ἀκτίστῳ, τῆς οὐσίας μηδὲν διαφέρουσα, μηδὲ διαιρουμένη ὅλως· ὡς δ' αἰτίαν ἑαυτῆς ὑπερκειμένην ἔχουσα. εἶεν."2 (ΙΑ.) Πρὸς δὲ ταῦτα παρελθὼν ἔγωγε, "1ὡς ἡδὺς εἶ, ὦ λῷστε,"2 ἔφασκον, "1καὶ νῦν μᾶλλον εἴπερ ποτὲ, καὶ σὺ μᾶλλον εἴπερ τις ἁπάντων, ἔμοιγε τήμερον καὶ πολλῷ μᾶλλον ἡδίων, ἢ εἴ μοι τὰ Λυδῶν καὶ Μήδων παρεῖχες χρήματα. πάρεργον γὰρ ὂν τὸ συμπεπτωκὸς, ὅμως, εἰ μή τῳ δὴ τῶν πάντων ἄλλῳ,