Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
ἄνθρωπος. Ὑπὸ σκέπην γὰρ εἶναί φησι τῆς δεξιᾶς αὐτοῦ, ἵνα τὸ ἄληπτον, καὶ ἀκατ- αγώνιστον τῆς ἑαυτοῦ φύσεως ὑπεμφαίνῃ σωζόμενον αὐτῷ, καὶ εἰ γέγονεν ἐν τοῖς καθ' ἡμᾶς. Κατισχύσει γὰρ τῆς πανσθενοῦς δεξιᾶς οὐδεὶς, κεχώρισται δὲ, ὡς ἔφην, ὁ Λόγος τοῖς τῆς ἀνθρωπότητος μέτροις. Ἔτι μὲν γὰρ παναλκὴς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, καὶ αὐ- τός ἐστιν ὁ τῶν δυνάμεων Κύριος. Ἐπειδὴ γέγονεν ἄνθρωπος, οὐκ ἀτιμάζων ὁ Πατὴρ τοῦ μυστηρίου τὴν δύναμιν, συγκαθίσταται τῇ οἰκονομίᾳ, καί φησι πρὸς αὐτοῦ διὰ τῆς τοῦ Ψάλλοντος λύρας· "6Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσ- θήσει τοῦ κακῶσαι αὐτὸν, καὶ συγκόψω ἀπὸ προσ- ώπου τοὺς ἐχθροὺς αὐτοῦ. Καὶ τοὺς μισοῦντας αὐ- τὸν τροπώσομαι. Καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ' αὐτοῦ."6 Ἄθρει δὴ οὖν, ἄθρει, καὶ διὰ τῆς τοῦ προφήτου φωνῆς, ἀνθρωποπρεπῶς λέγοντα τὸν δι' ἡμᾶς, καθ' ἡμᾶς· Ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με. Ἔθηκέ με, φησὶν, ὡς βέλος ἐκλεκτὸν, καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἐσκέπασέ με. Πλεῖστα μὲν γὰρ τὰ τοῦ Θεοῦ βέλη γεγόνασι, κατὰ καιροὺς καθάπερ ἐν φαρέτρᾳ κρυπτόμενα τῇ προ- γνώσει αὐτοῦ, προκομισθέντα δὲ κατὰ τὸν ἑκάστῳ πρέποντα καιρὸν, ἐκλεκτὸν δὲ βέλος καὶ ὑπὲρ πάντα, Χριστὸν κρυπτόμενον μὲν, ὡς ἔφην, ὡς ἐν φαρέτρᾳ τῇ προγνώσει τοῦ Πατρός. Προεγνώσθη γὰρ πρὸ καταβολῆς κόσμου, παρενεχθὲν δὲ εἰς μέσον, ὅτε καὶ ἐχρῆν ὅλην ἐπισκέψασθαι τὴν γῆν, πεσοῦσαν εἰς ὄλεθρον, καὶ ἀπώλειαν διὰ τοῦ λατρεύειν τῇ κτίσει, παρὰ τὸν κτίσαντα, καὶ τοῖς ἀκαθάρτοις ὑποκεῖσθαι πνεύμασι, καὶ τοῖς τῆς ἁμαρτίας ἐνδεδέσθαι βρό- χοις. Τοῦτο τὸ ἐκλεκτὸν βέλος, ἀναιρεῖ μὲν, ὡς ἔφην, τὸν Σατανᾶν αὐτὸν, καὶ τὰς σὺν αὐτῷ δυνά- μεις πονηράς. Ἀναιρεῖ δὲ ὁμοίως τοὺς τῆς ἀληθείας ἐχθροὺς, καὶ τοῖς ἱεροῖς αὐτοῦ κηρύγμασιν ἀνοσίως ἀνθεστηκότας. Τιτρώσκει δὲ καὶ ἑτέρως εἰς ὄνησίν τε καὶ σωτηρίαν. Οὕτω γάρ φησιν ἐν τῷ Ἄσματι τῶν ᾀσμάτων πληττομένη νύμφη, ὅτι "6Τετρωμένη ἀγάπης ἐγώ εἰμι."6 Εἶπε δέ μοι, φησὶν, ὁ Πατὴρ, δῆλον δὲ ὅτι ∆οῦλός μου εἶ σὺ, Ἰσραὴλ, καὶ ἐν σοὶ δοξασθήσομαι. Ὢ βάθος πλούτου τε καὶ σοφίας, καὶ γνώσεως Θεοῦ! κατὰ τὸ γεγραμμένον. Ἦν μὲν γὰρ, καὶ ἔστιν ἐλεύθερος ὁ Υἱὸς, ὡς ἐκ τῆς βασιλευούσης πάντων οὐσίας ἀναφὺς ἀποῤῥήτως. Ἀλλ' ἤκουσε τοῦ Πατρὸς λέγοντος· ∆οῦλός μου εἶ σύ. Οὐκοῦν ὁ ἐλεύ- θερος κατὰ φύσιν Λόγος πράττεται δοῦλος δι' οἰκο- νομίας σαρκικῆς, ἤγουν τῆς κατὰ σάρκα νοουμένης, ἵνα πάλιν ἐννοῇς τὴν ἐκ γυναικὸς ἐν χρόνῳ κατὰ σάρκα γέννησιν αὐτοῦ. Ἰσραὴλ δὲ αὐτὸν γενέσθαι ὀνομάζει, διά τοι τὸ ἐξ αἵματος Ἰσραὴλ γενέσθαι κατὰ σάρκα· ἀλλὰ Καὶ ἐν σοὶ, φησὶ, δοξασθήσομαι. Ἐδοξάσθη μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς, καὶ διὰ προ- φητῶν ἁγίων, πλὴν οὐκ ἐν αὐτοῖς. Ἐν Χριστῷ δὲ ξένως, καὶ ἀσυνήθως. Ἐδοξάζετο γὰρ ἐν αὐτῷ. ∆οξαζομένου δὲ Χριστοῦ, ὁ Πατὴρ ἐν αὐτῷ δοξάζεται. Ὁρῶμεν αὐτὸν ἐν αὐτῷ διαπρέποντα, διὰ τῶν θεο- πρεπῶν ἀξιωμάτων καὶ τῆς κατὰ πᾶν ὁτιοῦν δυνά- 70.1041 μεώς τε καὶ ἐνεργείας, ἁγιασμοῦ καὶ δικαιοσύνης, καὶ ἡμερότητος τῆς εἰσάπαν. Εἰδοποιεῖται γὰρ νοη- τῶς τὸ Θεῖον οὕτως. Καὶ γοῦν ἔφη Χριστός· "6Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα μου."6 Ἔφη δὲ καὶ ὁ πάνσοφος Παῦλος ἐν προσώπῳ Χριστοῦ δοξάζεσθαι τὸν γεννήσαντα. Οὐκοῦν ἐν σοὶ, φησὶ, δοξασθήσομαι. Κάμψει γὰρ τῷ Υἱῷ, καὶ ἐν σαρκὶ πεφηνότι, πᾶν γόνυ, καθὰ γέγραπται, ἐπουρανίων τε καὶ ἐπι- γείων, καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. 9Καὶ ἐγὼ εἶπα· Κενῶς ἐκοπίασα, καὶ εἰς μάτην, καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου. ∆ιὰ τοῦτο ἡ κρίσις μου παρὰ Κυρίῳ, καὶ ὁ πόνος μου ἐναν- τίον τοῦ Θεοῦ μου.9 Ἐπέφανεν ὁ τῶν ὅλων μὲν Σωτὴρ, ἵνα πᾶσαν ἀπαλλάξῃ τὴν ὑπ' οὐρανὸν, τῆς τοῦ διαβόλου σκαιό- τητος, καὶ θανάτου, καὶ ἁμαρτίας, καὶ χαρίσμασιν ἱεροῖς λελαμπρυσμένους τοὺς προσιόντας αὐτῷ διὰ τῆς πίστεως. Κέκληνται δὲ πρὸς τοῦτο καὶ πρό γε τῶν ἄλλων οἱ ἐξ αἵματος Ἰσραήλ· προτετίμηντο δὲ οὕτως τῶν ἐθνῶν ὥστε φάναι τὸν Ἰησοῦν· "6Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ."6 Οἱ δὲ τὴν