383
χρῆσθαι καὶ πρὸς φρουρὰν οἰκείαν, ἵνα μὴ ἐπιβουλεύηται, καὶ ἀμελεῖν μὲν παντάπασι τῆς ἠπείρου, νήσων δὲ ἔχεσθαι καὶ θαλάσσης, καὶ Βυζαντίους ἐκ θαλάττης τρέφεσθαι καθιστᾷν ἐμπορευομένους ταῖς ναυσί· πρὸς τούτοις δὲ καὶ τοὺς χρήματα ἔχοντας ἐν Βυζαντίῳ καὶ τῶν συγκλητικῶν, ὅσοι ἔτι ὑπελείποντο, ἐν δεσμωτηρίοις κατακλείειν, ἵν' ὁμοῦ τε ἀπαλλάττοιτο τοῦ δέους, ἐδεδίει γὰρ μὴ ἐθελήσωσιν εἰρήνην τίθεσθαι πρὸς Καντακουζηνὸν τὸν βασιλέα, καὶ χρημάτων εὐποροίη πρός τε τὸ ὁπλιτικὸν καὶ τὰς τριήρεις, τὰ ἐκείνων ἀφελόμενος. οὐ μὴν δὲ καὶ τῶν ἄλλων, ὅσοι μνησθέντες πρότερον εἰρήνης, ἐν ταῖς οἰκίαις ὑπ' ἐκείνου κατεκλείσθησαν, ἢ ἐν φροντιστηρίοις ἀπρόϊτοι καθείργνυντο, πάντων τὰς οὐσίας ἀφελέσθαι μετὰ τὸ εἰς δεσμωτήριον ἀγαγεῖν· πρότερον γὰρ ἐκείνους ὀλίγων τινῶν ἀπεστέρησεν ἐκ τῆς οὐσίας· εἶτα καὶ τοῖς ἄλλοις ἅπασι φόρους τάξαι ἐτησίους, ἐξ ὧν χρηματιζόμενος διαθρέψει τὸ ναυτικόν. δεσμωτήριον δὲ ἐν τοῖς βασιλείοις Κωνσταντίνου τοῦ μεγάλου κοινὸν ποιεῖν διενοεῖτο. οἴκου γὰρ ὄντος ἐκεῖ μεγάλου Ἰουστινιανείου 2.538 προσαγορευομένου, τὴν στέγην ὑπὸ τοῦ χρόνου διεφθαρμένου, πᾶσαν εἴσοδον ἀναφράξας, οἰκίσκους ἔνδον ἐκείνου πλείστους διελεῖν ἐφ' ἑκατέρῳ μέρει, καὶ τούτοις κατακλεῖσαι τοὺς δεσμώτας ἄνωθεν καλωδίοις καθιεὶς, ὥστε νυκτὸς μὲν τοῖς οἰκίσκοις χρῆσθαι, ἡμέρας δὲ πρὸς μετρίαν ἄνεσιν τῷ ὑπολελειμμένῳ μεταξὺ χωρίῳ· τὴν δὲ φρουρὰν ἄνωθεν ἐγκαθιδρυμένην ἐπὶ τῶν τειχῶν διὰ πάσης νυκτός τε καὶ ἡμέρας τὴν φυλακὴν τῶν δεσμωτῶν ποιεῖσθαι, κἄν τινος δέοιντο, κάτωθεν πρὸς τοὺς φρουροὺς ποιεῖσθαι τοὺς λόγους φανερῶς, ὥστε ἅπαντας εἰδέναι, ἵνα μὴ λάθοιεν ἐπιβουλήν τινα συσκευασάμενοι, κρύφα τῶν φυλάκων τισὶ διαλεχθέντες. μετὰ τοῦτο δὲ ἔφασαν οἱ συνειδότες καὶ ἐπὶ βασιλίδα χωρεῖν διανοεῖσθαι καὶ ἀπορειρᾷν, εἰ βούλοιτο τὴν ἐκείνου θυγατέρα βασιλεῖ τῷ υἱῷ πρὸς γάμον συνάπτειν, εἴγε βούλοιτο αὐτὸν ὡς ὑπὲρ τέκνων ἀγωνιζόμενον, πάντα πλοῦτον τὸν αὐτοῦ πρὸς τὸν ἐπὶ Καντακουζηνὸν ἀναλίσκειν πόλεμον. καὶ πρότερον μὲν γὰρ οὐδὲν ἐλλελοιπέναι προθυμίας καὶ πᾶσαν σπουδὴν πρὸς τὴν ἐκείνου κατάλυσιν ἐπιδεδεῖχθαι, καὶ πάντα ἀναλωκέναι τὰ κοινὰ καὶ ἃ ἀφείλετο ἐκ τῶν ἐκείνῳ προσεχόντων· νυνὶ δὲ εἰς τοὐναντίον ἅπαν τῶν πραγμάτων περιελθόντων καὶ πᾶσαν ἐκείνου τὴν ἤπειρον ἀφελομένου, αὐτὸν κρατήσειν τῆς θαλάσσης, ἀναλίσκοντα ἐκ τῶν ἰδίων, καὶ Βυζαντίου καὶ τῶν νήσων ἀσφαλῶς καθέξειν τὴν ἀρχήν· κἂν μὲν ἐκείνη πείθοιτο τὴν θυγατέρα προσαρμόζειν βασιλεῖ τῷ 2.539 υἱῷ, καὶ αὐτὸν εἶναι πατέρα βασιλέων καὶ πᾶσαν ἔχειν ἀρχὴν καὶ πράττειν, ἅττα ἂν δοκῇ· ἂν δ' ἀπαναίνηται τὴν δυσγένειαν, ἐπ' αὐτὴν χωρεῖν. δήλην γὰρ ἤδη εἶναι κακὰ βουλευομένην περὶ αὐτοῦ. συνεσκεύακε δὲ καὶ κατ' αὐτῆς ἐπιβουλὴν τοιαύτην. γράμματα πρὸς Πάπαν ἔγραφεν ὡς ἐξ αὐτῆς. ἐδήλου δὲ τὰ γράμματα, ὡς αὐτὴ μὲν ἐντραφείη ἔθεσι καὶ νόμοις τοῖς Ῥωμαίων, καὶ δόγματα πρεσβεύοι, ἃ καὶ ἡ Ῥωμαίων ἐκκλησία· βασιλεῖ δὲ ὑπὸ τῶν οἰκείων ἐκδοθεῖσα, ἀνάγκῃ τὰ ἐκείνου ὑποκρίνεσθαι. τὴν μέντοι πρώτην εὐλάβειαν καὶ πίστιν καὶ ὁμόνοιαν τῇ Ῥωμαίων ἐκκλησίᾳ περισώζειν καὶ αὐτὸν ἡγεῖσθαι πατέρα καὶ διδάσκαλον καὶ πρὸς τὴν πίστιν ὁδηγόν. καὶ βούλεσθαι μὲν καὶ μετὰ τὴν ἀνδρὸς αὐτίκα τελευτὴν δῆλα πάντα καθιστᾷν αὐτῷ, καὶ πειρᾶσθαι, καὶ πᾶσαν τὴν ἀρχὴν τὰ ἴσα ἢ πείθειν ἢ καταναγκάζειν περὶ τῶν τῆς πίστεως δογμάτων αὐτῇ φρονεῖν. κωλυθῆναι δὲ ὑπὸ τῶν περισχόντων πολέμων, τῶν μάλιστα παρὰ Ῥωμαίοις δυνατωτάτων πρὸς αὐτὴν ὑπὲρ τῆς ἀρχῆς πολεμησάντων καὶ ἔτι μέχρι νῦν ἐπικειμένων. ὅθεν αὐτοῦ δεῖσθαι, πρῶτα μὲν αὐτῇ τὸ θεῖον ἱλεοῦσθαι διὰ τὴν δοκοῦσαν τῶν διεστραμμένων δογμάτων αἵρεσιν· ἔπειτα δὲ καὶ βοηθεῖν ἐπὶ τοὺς πολεμοῦντας, ὅπως ἂν δύναιτο, ὡς, εἰ ἐκεῖνοι καταστραφεῖεν, αὐτῆς αὐτίκα τὰ τῆς Ῥωμαίων ἀποστολικῆς ἐκκλησίας πρεσβευσούσης φανερῶς καὶ τοῖς ἄλλοις ὑφηγησομένης. τοιαῦτα μὲν τὰ πρὸς Πάπαν τῆς βασιλίδος 2.540 δῆθεν γράμματα ἐδήλου. ἦν δὲ Κλήμης τῆς Ῥωμαίων ἐκκλησίας