383
ἑτέρων λαβεῖν αὐτοκράτορα, ἀλλ' αὐτοὶ δοῦναι πᾶσι. διὸ καὶ ακων, ὡς ἐδόκει, ὑπέκυψε. μαθόντες δὲ καὶ οἱ υπατοι καὶ οἱ βουλευταὶ ηδη προκατειλῆφθαι τὴν ἀρχήν, καὶ αὐτοὶ ὡμολόγησαν. Καὶ ουτω Τιβέριος Κλαύδιος Νέρων Γερμανικὸς ὁ τοῦ ∆ρούσου τοῦ τῆς Λιβίας υἱοῦ παῖς τῆς αὐτοκρατοῦς ἀρχῆς ετυχεν, αγων ετος πεντηκοστόν. ἐγένετο δὲ τὴν μὲν ψυχὴν οὐ φαῦλος, ἀλλὰ καὶ ἐν παιδείᾳ ησκητο, ωστε καὶ συγγράψαι τινά· τὸ δὲ σῶμα νοσώδης. πάνυ δὲ ἐγυναικοκρατήθη αμα καὶ ἐδουλοκρατήθη, ατε καὶ ἐκ παίδων εν τε νοσηλείᾳ καὶ ἐν φόβῳ πολλῷ τραφείς, κἀντεῦθεν καὶ ἐπὶ πλεῖον τῆς ἀληθείας προσποιησάμενος εὐήθειαν καὶ ηθους χαυνότητα, οπερ καὶ αὐτὸς ἐν τῇ βουλῇ ὡμολόγησε, καὶ πολὺν μὲν χρόνον τῇ τήθῃ Λιβίᾳ, πολὺν δὲ τῇ μητρὶ ̓Αντωνίᾳ τοῖς τ' ἀπελευθέροις συνδιαιτηθείς, οὐδὲν ἐλευθεροπρεπὲς ἐπεδείκνυτο. ἐπετίθεντο δ' αὐτῷ αἱ γυναῖκές τε καὶ οἱ ἀπελεύθεροι ἐν τοῖς πότοις καὶ ἐν ταῖς μίξεσι· πάνυ γὰρ ἀπλήστως ἀμφοτέροις προσέκειτο. πρὸς δὲ καὶ δειλίαν ειχε. τοιοῦτος δὲ πεφυκώς, ὡς συνελόντι εἰπεῖν, ομως οὐκ ὀλίγα καὶ δεόντως επραττεν ὁσάκις τῶν εἰρημένων παθῶν εξω ἐγίνετο καὶ ἑαυτοῦ ἐκράτει. οὐκ εὐθὺς μέντοι εἰς τὴν βουλὴν εἰσῆλθεν, ἀλλὰ μετὰ τριακο3.25 στὴν ἡμέραν, διά τε τὸν Γάιον ουτως ἀπολωλότα δεδιὼς καὶ οτι τινὲς ἑαυτοῦ βελτίους εἰς τὴν ἀρχὴν παρὰ τῆς βουλῆς ὠνομάσθησαν. ἀλλὰ τά τε αλλα ἀκριβῶς ἐφυλάσσετο καὶ πάντας τοὺς αὐτῷ προσιόντας ἐρευνᾶσθαι ἐποίει μή τι ξιφίδιον εχωσι, καὶ ἐν τοῖς συμποσίοις στρατιώτας ειχεν αὐτῷ συνόντας. ο καὶ μετὰ ταῦτα ἐγίνετο· ἡ δὲ τῶν ξιφιδίων ερευνα διὰ Οὐεσπασιανοῦ ἐπαύσατο. Τὸν μὲν ουν Χαιρέαν καί τινας αλλους ἀπέκτεινεν, οὐ διὰ τὸν Γάιον, ἀλλ' ἑαυτῷ ἀσφάλειαν προμηθούμενος· καὶ ὁ Σαβῖνος δὲ ἑκὼν ἀπέθανε, μὴ ἀξιώσας κολασθέντος τοῦ Χαιρέου αὐτὸς περιεῖναι· τὰς δὲ τοῦ Γαΐου ἀδελφὰς τήν τε ̓Αγριππῖναν καὶ τὴν ̓Ιουλίαν καταγαγὼν ἐκ τῆς ὑπερορίας, καὶ τὰς οὐσίας αὐταῖς ἀπέδωκε, καὶ τοὺς αλλους τοὺς ἐκπεσόντας ὁμοίως κατήγαγε. καὶ τοὺς ἐν εἱρκταῖς δεδεμένους ἀκριβῶς ἐξετάσας, τοὺς μὲν συκοφαντουμένους ἀφῆκε, τοὺς δὲ κακουργήσαντάς τι ἐκόλασε. καὶ τὰ φάρμακα, α πολλὰ ἐν τοῖς τοῦ Γαΐου εὑρέθη, καὶ τὰ βιβλία τοῦ Πρωτογένους, ον καὶ ἀπέκτεινεν, εκαυσε. τά τε γράμματα α ελεγε μὲν κατακαῦσαι ὁ Γάιος, εὑρέθησαν δὲ οντα, τοῖς βουλευταῖς τε ἐπέδειξε, καὶ εδωκεν ἀναγνῶναι τοῖς τε γράψασιν αὐτὰ καὶ τοῖς καθ' ων ἐγέγραπτο, καὶ μετὰ τοῦτο κατέφλεξε. τῆς τε γερουσίας ἀτιμῶσαι βουληθείσης τὸν Γάιον, ψηφισθῆναι μὲν τοῦτο αὐτὸς ἐκώλυσε, νυκτὸς δὲ τὰς εἰκόνας αὐτοῦ πάσας ἠφάνισε, καὶ τὰ ὑπὸ τοῦ Γαΐου καὶ ὑφ' ἑτέρων δι' ἐκεῖνον οὐκ ὀρθῶς γεγονότα ἀνέτρεψεν. ἀνδριάντων δὲ αὐτῷ ψηφισθέντων παρῃτήσατο· καὶ θύειν η προσκυνεῖν ἐν ἀγάλμασιν αὐτῷ ἀπηγόρευσε. καὶ αλλα δὲ τοιαῦτα πολλὰ ἐποίει, μετριοφρονῶν καὶ κρίσει ταῦτα πράττων, ἀλλ' 3.26 οὐκ ἐπιτηδεύσει. τὰς γοῦν θυγατέρας κατηγγύησε τὴν μὲν Λουκίῳ ̓Ιουνίῳ Σιλανῷ, τὴν δὲ Γναίῳ Πομπηίῳ Μάγνῳ. καὶ οὐδὲν ὑπέρογκον επραξεν, ἀλλὰ καὶ αὐτὸς ἐν ταῖς ἡμέραις ἐκείναις ἐδίκασε καὶ ἡ βουλὴ ἠθροίσθη. ταῦτά τε ουν ἐπιεικῶς επραττε, καὶ τῶν ὑπάτων ἐν τῷ συνεδρίῳ καταβάντων ἀπὸ τῶν δίφρων, ινα διαλεχθῶσιν αὐτῷ, προσεξανέστη τε καὶ ἀντιπροσῆλθε σφίσιν. ἰδιωτικῶς τε εζη ὡς τὰ πολλὰ καὶ ἑλληνικῶς αὐτός τε καὶ οἱ περὶ αὐτὸν διῃτῶντο. Περὶ τὰ χρήματα δὲ θαυμαστὸς ἐγένετο. ἀπηγόρευσε γὰρ ἀργύριον αὐτῷ προσφέρεσθαι, ο καὶ ἐπὶ τοῦ Αὐγούστου ἐγίνετο. ἀπεῖπε δὲ μηδὲ κληρονόμος παρά τινος συγγενεῖς εχοντας καταλιμπάνεσθαι. καὶ τῶν προδημευθέντων ἐπί τε τοῦ Τιβερίου καὶ τοῦ Γαΐου τὰ μὲν αὐτοῖς ετι περιοῦσι, τὰ δὲ τοῖς τέκνοις αὐτῶν ἀπέδωκε· καὶ πολλοῖς παρὰ τοῦ Γαΐου τὰς σφετέρας ἀρχὰς καὶ χώρας ἀφαιρεθεῖσιν αὐτὸς αυθις ἐπανεσώσατο. καὶ αλλα τοιαῦτα εργα εἰργάσατο, δι' α ἐπῃνεῖτο. ὑπὸ δὲ τῶν ἐξελευθέρων αὐτοῦ καὶ τῆς γυναικὸς Βαλερίας Μεσσαλίνης ετερα ἐπράχθη οὐχ ὁμοιότροπα. λιμοῦ μέντοι ἰσχυροῦ γενομένου οὐ μόνον τῆς τότε ἀφθονίας ἐφρόντισεν, ἀλλὰ καὶ τῆς εἰσέπειτα. ἐπεισάκτου γὰρ