καὶ τοῦτο δὲ τῶν πάνυ τοι καλλίστων ἔμοιγε δοκεῖ. χρόνιον γάρ μοι λέλυκας ζήτημα, βέλτιστε, λίαν ἀπονητί· καὶ τὸ τοῦ πράγματος χαρίεν, ὅτι καὶ μάλα ἄκων μάλα ἑκόντι· καὶ συμβέβηκεν ἀμφοῖν, σὲ μὲν εὐεργέτην ἄκοντα γίνεσθαι, καθ' οὗ τὰ ὅπλα ἐξῆγες· ἐμὲ δ' εὖ πάσχειν ὑπ' ἀνδρῶν πολεμίων, ὧν οὐκ ἄν ποτε προσεδόκησα· ἐμοὶ γὰρ ἔργον ἦν ἔν γε τῷ παρόντι, τά τ' ἄλλα δεῖξαι βεβλασφημηκότας ἔτι καὶ ἅμα παντάπασιν ἀρνουμένους τὴν ἔνσαρκον τοῦ θεοῦ λόγου οἰκονομίαν, ὃ τῶν αἱρέσεων καὶ βλασφημιῶν κορωνὶς ἐπεφύκει. πάντας γὰρ ἐν ταὐτῷ συλλαβὸν προφήτας, ἀποστόλους, μάρτυρας, διδασκάλους, ὁμοῦ ταῖς ἁγίαις συνόδοις ἁπάσαις, περιφανῶς 2.1076 ἐξηπατημένους δείκνυσι τουτί. σὺ δ' οὐκ οἶδ' εἴτ' ἐπίτηδες, ἑτέρου χάριν ὅτου δὴ, εἴτ' ἐκ τοῦ παρήκοντος, οἷα δὴ τὸ αὐτόματον πάμπολλα φέρει μετὰ μυστηρίων τε καὶ λόγων ὑπὲρ λόγον, ὅμως εὐπρεπεστέραν πολλῷ μοι τὴν ἀνθολκὴν ἐπεπράχεις αὐτὸς, ἢ κατὰ πᾶσαν ἀγωγὴν καὶ κατεσπουδασμένην πρόνοιαν ἐμήν. ἃ γὰρ προὔργου παντὸς ἐποιούμην πάλαι πολύν τινα χρόνον ἐπ' αὐτοφώρῳ κατασχεῖν ἐκεῖνον ὁμολογοῦντα δημοσίαις γλώτταις, ἃ λαθραίαις φήμαις ἄλλοτ' ἄλλοτ' ἄλλως καταγγέλλων ἁλίσκεται πανταχῆ, λέγω δὴ τὸ λέγειν αὐτὸν, ὡς πάντες εἰς τὴν αὐτοῦ συμμαχίαν ποταμηδὸν ἀπαντῶσι σοφοὶ, ὅσοι τε τῶν ἡμετέρων καὶ ὅσοι τῶν ἔξωθεν, ταῦτα φέρων προὔθηκας ἡμῖν παῤῥησίᾳ τήμερον, προσδοκίας ἁπάσης ὑπερβαλόμενος· τοῦτο δὲ τὸ τῆς παροιμίας· κατὰ σαυτοῦ Βελλεροφόντης."2 Τρία γὰρ ἦν, οἷς μάλιστα κεχρημένος ἁπάντων αὐτὸς παρακρούεται τοὺς πολλοὺς ἀεί. ἓν μὲν, ὅτι καταφυγὴν ἀεὶ τὸ Θαβώριον ὄρος ποιεῖται, τὴν ἐκεῖθεν θαυματουργηθεῖσαν ἔλλαμψίν τε καὶ θείαν χάριν καπηλεύων καὶ διαβάλλων ἀεὶ, καὶ τοῖς ἀνδροφόνοις ποιῶν παραπλήσια, οἵ γε λόχμας ὑποδυόμενοι τοῖς τῶν παριόντων ἀπερισκέπτως τρυφῶσιν αἵμασιν· ἢ μᾶλλον ὁπόσα κατὰ τὰς μάχας ἡττώμενοι δρῶσιν οἱ βάρβαροι, τοῖς ἡμετέροις ἱεροῖς καὶ τεμένεσι καταφεύγοντες, καὶ ἀντὶ θυρεῶν καὶ τάφρων καταχρώμενοι ταῖς ἁγίαις εἰκόσι. τοῦτο δ', εἴ τις μὴ πάρεργον τοῖς ἀνωτέρω 2.1077 λεχθεῖσιν ἡμῖν ἐντετυχηκὼς εἴη, ἔργον εἰκονομάχων εὑρήσει τὸ σπουδαιότατον· λέγω δὴ τὸ τῇ γε τοῦ σωτῆρος μεταμορφώσει καταφυγῇ κεχρῆσθαι προχείρῳ τῆς ἀτόπου κακίας αὐτοῦ. καὶ πάντα λοιπὸν διεξήλθομεν ἤδη καὶ ἐπ' αὐτῶν ἀποτάδην, ὡς ἀνωτέρω που γέγραπται καθ' ἕκαστα ἡμῖν· καὶ οἷς ἔστι βουλομένοις, ἔξεστιν ἐπιέναι. ∆εύτερον δ' αὐτῷ κακουργίας μηχάνημα κατὰ τῶν ἀπειροκάλων, ἢ μᾶλλον κατὰ τῆς ἰδίας ψυχῆς, ἐξεύρηται· κουρέων δίκην, παμπόλλους ἀνὰ πᾶν ἔτος συνάγειν εἰς τὸ κουρεῖον αὐτοῦ, ὁπόσοι πρὸς τὸ ξέειν καὶ τέμνειν πεφύκασιν ἔχοντες εὐφυῶς, καὶ γραμμάτων γράμματα, καὶ φύλλα φύλλων ἀλλάττεσθαι, ἵνα, τῶν ἀντιῤῥήσεων αὐτοῖς προβαλλομένων, ὡς διαβάλλοντας παρὰ φαῦλον ἐκ τοῦ ῥᾴστου ποιῆται τοὺς ἀντιλέγοντας· ὡς ἀπαγορεύειν τοὺς διώκοντας, ὁμοίως τοῖς τοξεύουσιν ἐς ἀνθρώπους ὑπὸ δειλίας φυγομαχοῦντας, καὶ μηδὲ βραχύ τι μόριον ὥρας στῆναι γοῦν ἐφ' ἑνὸς δυναμένους. περὶ δὲ τῶν τοιούτων καὶ ὁμοίως δρώντων αἱρετικῶς καὶ ὁ μέγας διέξεισιν Ἀθανάσιος τοῖς ἐπισκόποις Αἰγύπτου καὶ Λιβύης ἐπιστέλλων. "1κατ' ἐνιαυτὸν γὰρ,"2 φησὶν, "1ὡς οἱ τὰς διαθήκας γράφοντες, συνερχόμενοι καὶ αὐτοὶ, προσποιοῦνται περὶ πίστεως γράφειν. ἵνα κἂν τούτῳ γέλωτα μᾶλλον ὀφλήσωσι καὶ αἰσχύνωνται, ὅτι μὴ παρ' ἑτέρων, ἀλλὰ παρ' αὐτῶν ἐκβάλλεται. εἰ γὰρ ἐθάῤῥουν οἷς ἔγραφον προτέροις, οὐκ ἂν δεύτερα γράφειν ἐζή 2.1078 τουν, οὐδ' αὖ πάλιν ἔγραφον νῦν, ἀφέντες ἅπερ ἔγραψαν· πάντως τοῦτο μελετήσαντες, ὅτι πάλιν ἀλλάξουσιν ἐὰν ὀλίγος παρέλθῃ χρόνος, καὶ πρόφασιν λάβωσι τοῦ συνήθως τισὶν ἐπιβουλεύειν. τότε γὰρ, ὅταν ἐπιβουλεύωσι, μάλιστα προσποιοῦνται περὶ πίστεως γράφειν, ἵν' ὡς Πιλάτος ἐνίψατο τὰς χεῖρας, οὕτω καὶ οὗτοι γράφοντες ἀποκτείνωσι τοὺς εἰς Χριστὸν εὐσεβοῦντας. καὶ ἵν', ὡς περὶ πίστεως ὁρίζοντες, δόξωσιν (ὡς πολλάκις εἶπον) φεύγειν τὸ τῆς ἑτεροδοξίας ἔγκλημα. ἀλλ' οὔτε λαθεῖν οὔτε φυγεῖν δυνήσονται. ἕως γὰρ ἑαυτοῖς ἀπολογοῦνται, ἑαυτῶν ἀεὶ κατήγοροι γίνονται· καὶ