πληθυντικοῦ καὶ ἀσαφοῦς τοῦ «οἳ δ' ἀμφὶ Πρίαμον» καὶ ἑξῆς, εἰς τὸ ἑνικὸν καὶ σαφὲς μεταβέβηκεν, ἤγουν εἰς τὸ Οὐκαλέγων καὶ Ἀντήνωρ. εἰ δέ τις εἴποι, ὅτι περὶ τὸν Πρίαμον καὶ τὸν Θυμοίτηνκαὶ τὸν δεῖνα καὶ δεῖνα ἐκάθητο ὁ Οὐκαλέγων καὶ ὁ Ἀντήνωρ, οὐκ ἀρέσκονταλέγει τοῖς παλαιοῖς. (ῃ. 148) Σημείωσαι δὲ καί, ὅτι μόνους τὸν Οὐκαλέγοντακαὶ τὸν Ἀντήνορα πλέον ἐξαίρει τῶν λοιπῶν δημογερόντων, ἐσθλοὺς μὲν ἀγορητὰς πάντας εἰπών, αὐτοὺς δὲ καὶ ἐπὶ συνέσει σεμνύνας. φησὶ γάρ· «πεπνυμένωἄμφω». καὶ τάχα διὰ τοῦτο καὶ εἰς αὐτοὺς τὸ σχῆμα μετήλλαξε συνεξαλλοιῶναὐτοῖς καὶ τὸν τοῦ λόγου σχηματισμόν. Ὅρα δὲ καί, ὡς ἐξ ἀποφάσεως πέπλεκταικύριον ὄνομα ὁ Οὐκαλέγων, ὡς εἴ τις εἴποι ὁ μηδενὸς ἀλέγων. οὕτω δὲ καὶὈδυσσεύς που ἐξ ἀποφάσεως τὸν πλαστὸν Οὖτιν παρήγαγεν. εἰ δὲ καὶ τὸὍμηρος ἐκ τοῦ μὴ ὁρᾶν παρῆκται κατά τινας, τῆς αὐτῆς ἂν εἴη ἀγωγῆς καὶαὐτό. εἰς δὲ τὸ τὴν μετοχήν, ἤτοι τὸ ἀλέγων, μετενεχθήναι εἰς κύριον ὄνομαἔστω παράδειγμα ὁμοιότητος καὶ τὸ Εὐέλθων κύριον παρὰ Ἡροδότῳ. ὁμοίουδέ τινος τύπου καὶ ὁ Ἀνακρέων καὶ ὁ Κρέων δέ, ἴσως δὲ καὶ ὁ Μαίων καὶ ὁ Παίων, ἐξ ὧν ἔθνη οἱ Μαίονες, ὅ ἐστι Λυδοί, καὶ οἱ Παίονες. Ἰστέον δέ, ὅτι ὁ μὲνΠρίαμος παρὰ τὸ πρίασθαι τὴν κλῆσιν ἔχει, ὡς ἐν ἄλλοις δηλοῦται. (ῃ. 146) 1.622 Ὁ δὲ Πάνθοος Πολυδάμαντος ἦν πατήρ, ἀνὴρ μαντικός, ὡς ἐν τοῖς μετὰ ταῦταῥηθήσεται, ὅθεν Πανθοΐδης ἐκεῖνος καὶ ἐν συναιρέσει Πανθοίδης κατὰ πατρωνυμίαν λέγεται, ὁμοίως τῷ Βοηθοΐδης Ἐτεωνεύς ἐν Ὀδυσσείᾳ, ὁ τοῦ Βοηθόου υἱός. ὁ δὲ Θυμοίτης, ὡς καὶ προεγράφη, πλεονασμὸν ἔχει τοῦ ˉι ἐκ τοῦ θυμός,ὡς ἐκ τοῦ δᾶμος, ἤτοι δῆμος, ὁ ∆αμοίτης παρὰ Θεοκρίτῳ καὶ ἐκ τοῦ μένος ὁ Μενοίτιος. (ῃ. 147) Ὁ δὲ Λάμπος γίνεται μὲν ἐκ τοῦ λάμπω, ὡς ἐκ τοῦ φαίνω ἡΦαίδρα καὶ ἡ Αἶθρα ἐκ τοῦ αἴθω. ἔοικε δέ πως διώνυμος εἶναι. Λάμπος τε γὰρκαὶ Λάμπετος· τὸν γοῦν υἱὸν αὐτοῦ ἀλλαχοῦ Λαμπετίδην ἐρεῖ ὁ ποιητής. ἐκδὲ τοῦ λάμπω καὶ Λαμπετία ἐν Ὀδυσσείᾳ, θυγάτηρ Ἡλίου. ὁ δὲ Κλυτίος ὡς τρίβραχυ κύριον παροξύνεται, καθὰ καὶ τὸ Τυχίος καὶ τὸ Ὁδίος καὶ τὸ ∆ολίος καὶ ἄλλα πολλά, ὡς δειχθήσεται καὶ ἐν τοῖς ἐφεξῆς. τὸν δὲ Ἱκετάονα ὄζονἌρηος λέγει Ὅμηρος, ὡς καὶ τὸν Πρίαμον εὐμελίην καὶ τὸν Νέστορα ἱππότην, οὐχ' ὅτι νῦν, ἀλλ' ὅτι πάλαι ποτὲ ἦσαν τοιοῦτοι. (ῃ. 150-2) Ὅτι τοὺς ῥηθέντας Τρωϊκοὺς δημογέροντας, οὓς καὶ Τρώων λέγει ἡγήτορας, οἳ ἄνω τοῦ πύργου τῶν Σκαιῶν ἐκάθηντο πυλῶν, ἢ θέας χάριν ἢ διὰ ἑτοιμότητα συμβουλῆς, ἀπομάχουςμέν φησι διὰ γῆρας, συμβούλους δὲ ἀγαθούς, λέγων οὕτω· δημογέροντες,»γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλ' ἀγορηταὶ ἐσθλοί, τεττίγεσσιν ἐοικότες,οἵ τε καθ' ὕλην δενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσιν», ὅ ἐστι φωνὴν πέμπουσιν ἀνθηράν. ἄνθους γὰρ εἶδος τὸ λείριον, ὅθεν καὶ Ποδαλείριος κύριον,οἱονεὶ ἀνθηρόπους. καὶ Ὅμηρος μὲν παραβολικῶς ἐκ τῶν τεττίγων οὕτωτοὺς Τρωϊκοὺς ἐτίμησε ῥήτορας, οἱ δὲ ὕστερον εὐγενεῖς Ἀθηναῖοι πραγματικῶςτέττιξιν ἐσέμνυνον ἑαυτούς, τεττιγοφόροι ὄντες. τέττιγας γὰρ ἐφόρουν χρυσοῦς,ὡς καὶ Θουκυδίδης φησίν, εἰς σύμβολον τοῦ γηγενεῖς εἶναι. ∆ῆλον δέ, ὅτι οἱτέττιγες ἄναιμοι καὶ ψυχροὶ τὴν κρᾶσιν, καθὰ καὶ οἱ γέροντες, καὶ ᾠδικοὶ δέ,καθὰ καὶ οἱ ῥηθέντες ἀγορηταί, καὶ ὅτι ἀφ' ὑψηλοῦ ἠχοῦσι. τὰ γὰρ πολλὰἐπὶ κλάδων καὶ οὐκ ἀπὸ γῆς αὐτῆς ἐπιδείκνυνται τὰ τῆς ᾠδῆς. ἔνθα μεμνῆσθαιχρὴ καὶ συμβολικοῦ λόγου, ἐν ᾧ ἠπειλήσατό τις ποιήσειν τοὺς τέττιγας τοῖςἐχθροῖς χαμόθεν ᾄδειν ἀντὶ τοῦ δενδροτομήσειν αὐτοῖς τὴν χώραν, ἵνα ἐξἀνάγκης οἱ τέττιγες ἀπὸ γῆς ᾄδωσι. φανερὸν δὲ καί, ὅτι ἄρρενες τέττιγες 1.623 ᾄδουσιν, οἱ καὶ ἀχέται παρὰ Ἡσιόδῳ, ἄφωνοι δὲ τὸ τῶν θηλειῶν εἶδος, οἱ καὶτηγονίαι. [ὃ διδασκαλία εἴη ἂν σιγῆς κοσμούσης γυναῖκας, κατὰ τὸ «γύναι,γυναιξὶ κόσμον ἡ σιγὴ φέρει». εἰς δὲ τὸ αὐτὸ συντελεῖ πρὸς ἄλλοις καὶ τὸ τῶνθηλειῶν ἀηδόνων ἀμελὲς καὶ ὁ φώς ἐκ τοῦ φῶ, τὸ λέγω.] Ὅλη δὲ