384
τότε προεστώς. καὶ ζωγράφῳ τινὶ Πραιποσίτῳ καλουμένῳ ἐγχειρίσας, ἐξέπεμπε πρὸς Πάπαν μηδενὶ ἐξειπεῖν κελεύσας τὸ ἀπόῤῥητον βασιλίδος. οὐδὲν δὲ ἐκεῖνος ᾔδει πλέον, εἰ μὴ ὅτι πέμποιτο πρὸς Πάπαν. Κλήμης δὲ ὁ Πάπας, ἐπεὶ δέξαιτο τὰ βασιλίδος γράμματα, ὑπερησθεὶς, ὅτι καὶ ἡ βασιλὶς αἱροῖτο τὰ ἐκείνων, καὶ ὡς, εἰ τῶν πολέμων ἀπαλλαγοίη, φανερῶς αὐτοῖς προσθήσεται, ἀντέγραφε καὶ αὐτὸς, πρῶτα μὲν ἐπαινῶν τῆς προαιρέσεως, ὅτι καίτοι τυραννουμένη τῶν ὀρθῶν δογμάτων οὐκ ἀπέστη, ἀλλὰ τῇ Ῥωμαίων ἐκκλησίᾳ συμφρονοίη. ἔπειτα καὶ ἐδίδασκεν, ὡς χρὴ τῶν ἴσων ἔχεσθαι ἀεὶ, καὶ τοὺς ἄλλους ἐνάγειν ἠπατημένους καὶ τῆς ἀληθείας ἐκπεσόντας. τελευταῖον δὲ ἐπηύχετο, καὶ χρηστὰς ὑπετίθει τὰς ἐλπίδας, ὡς βοηθήσων ὅ,τι ἂν δύναιτο. ταῦτα τὰ γράμματα ἐνεγκόντος Πραιποσίτου, ἐφύλαττεν αὐτὸς ἐν ἀποῤῥήτῳ, διενοεῖτό τε ὡς, εἰ μὲν πείθοιτο ἡ βασιλὶς αὐτῷ, ἐφ' οἷς ἂν ἀξιοίη, μηδὲν κινεῖν, εἰ δὲ μὴ, ταῦτα ἐπ' ἐκκλησίας ἀναγνόντα, Βυζαντίους ἐπ' αὐτὴν παρορμᾷν καὶ διαφθείρειν αὐτὴν καὶ παῖδας· ᾔδει γὰρ πρὸς τοῦτο πάνυ δυσανασχετοῦντας καὶ ῥᾷστα κατὰ παντὸς οὑτινοσοῦν χωρήσοντας, ἂν πύθωνται τὰ Λατίνων ᾑρημένην· καὶ οὕτω πᾶσαν αὐτὸν Βυζαντίου καὶ τῶν νήσων ἔχειν τὴν ἀρχήν. εἰ δὲ μὴ προχωροίη, μηδὲ πείθοιντο οἱ Βυζάντιοι βασιλίδα καὶ 2.541 τὰ τέκνα διαφθείρειν, πάντων ἤδη ἀπογνόντα, ἢ τῷ ἐν Μαγκάνοις πύργῳ κατακλείειν ἑαυτὸν, ὀχυρωτάτῳ ὄντι καὶ δυναμένῳ πρὸς πάντας Βυζαντίους ἀντέχειν πολιορκοῦντας, ἢ τριήρει πρὸς Ἐπιβάτας ἀναχωρεῖν, κἀκεῖ τὸν ἐπίλοιπον βίον διανύειν, ἀρχόμενον ὑπ' οὐδενός. πθʹ. Τοιαῦτα μὲν ἐκεῖνος διενοεῖτο καὶ ἤδη ἤρχετο αὐτῶν. καὶ πρῶτα μὲν περιέστησεν ἑαυτῷ φρουρὰν ὁπλιτικὴν, ἣ προϊόντι τῆς οἰκίας συνείπετο ἀεὶ, καὶ οὐδεὶς ἐτόλμα τῶν ἄλλων ἐγγὺς ἐλθεῖν, εἰ μὴ ὑπ' ἐκείνου προσκληθείη. ἔπειτα καὶ τριήρη παρεσκευασμένην εἶχε πρὸς τοῦτο τὸν πάντα χρόνον ἐπὶ τῆς Ξυλίνης λεγομένης πύλης ἐφορμοῦσαν, ἔνθα ἦν αὐτῷ καὶ ἡ οἰκία ἐξεπίτηδες ἐκεῖ κατεσκευασμένη. ἀεὶ γὰρ ἐποιεῖτο πρόνοιαν ἐγγὺς εἶναι τῶν τειχῶν, μάλιστα τῶν πρὸς θάλασσαν, ἵν' εἴτι περὶ αὐτὸν νεωτερίζοιτο, ῥᾳδίως διεκπίπτῃ καὶ διασώζῃ ἑαυτόν. τότε δὲ μάλιστα σπουδὴν ἐποιεῖτο πλείστην εἴς τε τὴν περὶ αὐτὸν φρουρὰν καὶ πρὸς τὸ ἔξοδον αὐτῷ ῥᾳδίαν εἶναι, εἴ τινος αἴσθοιτο κακοῦ. ἑώρα γὰρ ἤδη πάντας πρὸς αὐτὸν κακῶς διακειμένους, καὶ μισοῦντας τῆς πονηρίας καὶ τῆς τοσαύτης τῶν Ῥωμαίων φθορᾶς, οὐ τοὺς ἔξωθεν μόνον, ἀλλὰ καὶ τοὺς οἰκειοτάτους αὐτούς· οἱ δύο γὰρ τῶν υἱῶν πολλὴν αὐτοῦ καταγνόντες σκαιότητα καὶ μοχθηρίαν τρόπων, ἀπέστησαν πρὸς βασιλέα· ὥστε καὶ πρός τινας αὐτῷ τῶν ἀποῤῥήτων κοινωνοῦντας λέγειν, οὐ 2.542 δὶς καὶ τρὶς, ἀλλὰ καὶ πολλάκις, ὡς ὁρῶμεν ἤδη Καντακουζηνὸν ἰσχύοντα μεγάλα, καὶ δεδοίκαμεν μὴ καὶ Βυζαντίου περιγένηται· ἀλλ' εἴγε καὶ τοιοῦτο συμβαίη, γῆς μόνης κρατήσει καὶ οὐρανοῦ, τἄλλα δὲ αὐτὸς διαφθερεῖ πολεμῶν αὐτῷ μέχρι καὶ τοῦ δυνατοῦ, εἰ μέλλει καὶ αὐτὸς συνδιαφθείρεσθαι αὐτοῖς. τῆς τε οὖν φρουρᾶς τῆς περὶ ἑαυτὸν πολλὴν ἐποιεῖτο πρόνοιαν, καὶ τὸ ἐν βασιλείοις τοῖς Κωνσταντίνου δεσμωτήριον κατεσκεύαζεν ᾗ διενοεῖτο, δημιουργοῖς τισι τὸ ἔργον ἐπιτρέψας. συχνῶς δὲ καὶ αὐτὸς ἐπιφοιτῶν, ἐπεσκέπτετο τὸ ἔργον καὶ προσηνάγκαζε τάχιον κατασκευάζειν. οἱ δεσμῶται δὲ τό,τε δεσμωτήριον ὁρῶντες κατασκευαζόμενον, οὕτω δεινὸν καὶ ὀλίγα τάφων ἀποδέον, καὶ τὴν διάνοιαν οὐκ ἀγνοοῦντες, ἐσκέψαντο αὐτὸν ἀποκτείνειν, ὅταν γένηται ἐκεῖ, ἀμφοτέρωθεν αὐτοῖς οἰόμενοι τὸν ἐκείνου λυσιτελήσειν φόνον. ἄν τε γὰρ ἐπιτυγχάνωσιν, ἀπαλλάξεσθαι δεινοῦ τοσούτου καὶ ζήσειν ἐλευθέρως· ἄν τε ἡττῶνται, ἀποθνήσκειν καὶ αὖθις ἀπαλλάττεσθαι τοῦ ζῶντας κατορωρύχθαι. τοιαῦτα μὲν οἱ δεσμῶται ἐβουλεύσαντο καὶ παρετήρουν καιρὸν, ἐν ᾧ ἀποκτενοῦσιν ἐπιθέμενοι. δοὺξ δὲ ὁ μέγας τὸν ἄλλον χρόνον, ἡνίκα ἔδει πρὸς τὰ Κωνσταντίνου τοῦ μεγάλου βασίλεια εἰσέρχεσθαι, πολλὴν πρόνοιαν αὐτοῦ ποιούμενος, ἑπομένους τε γὰρ εἶχεν ἀεὶ τῶν δορυφόρων ὁπλιτῶν πολλοὺς, καὶ τοὺς δεσμώτας πέμπων