384
παντὸς σχεδὸν τοῦ σίτου τοῖς ̔Ρωμαίοις οντος, ἡ χώρα ἡ πρὸς ταῖς ἐκβολαῖς τοῦ Τιβέριδος ουτε κατάρσεις ἀσφαλεῖς ουτε λιμένας ἐπιτηδείους εχουσα ἀνωφελὲς σφίσι τὸ κράτος τῆς θαλάσσης ἐποίει· οὐδὲν γὰρ κατὰ τὴν χειμερινὴν ωραν ἠδύνατο εἰσφοιτᾶν. τοῦτο ουν συνιδὼν λιμένας τε κατεσκεύασε καὶ ἀπετέλεσε πρᾶγμα καὶ τοῦ φρονήματος καὶ τοῦ μεγέθους τῆς ̔Ρώμης αξιον. ἐν πᾶσι δὲ μετριάζων, ουτε γεννηθέν3.27 τος αὐτῷ υἱέος, ος τότε μὲν Κλαύδιος Τιβέριος Γερμανικός, υστερον δὲ καὶ Βρεττανικὸς ἐπωνομάσθη, αλλο τι ἐπιφανὲς επραξεν, ουτ' Αυγουστον αὐτὸν η τὴν Μεσσαλῖναν Αὐγούσταν ἐπικληθῆναι ἐφῆκε. Συνεχῶς δὲ μονομαχίας ἀγῶνας ἐτίθει, πάνυ χαίρων αὐτοῖς, κἀντεῦθεν πολλοὶ ἀπώλλυντο ανθρωποι, ἐπ' αἰτίαις τισὶ καταψηφισθέντες. ἐθισθεὶς ουν ουτως αιματος καὶ φόνων ἀναπίμπλασθαι, προπετέστερον καὶ ταῖς αλλαις σφαγαῖς ἐχρήσατο. αιτιοι δὲ τούτου οι τε Καισάρειοι καὶ ἡ Μεσσαλῖνα ἐγίνοντο. εἰ γὰρ ἀποκτεῖναί τινα ἐθελήσειαν, ἐξεφόβουν αὐτόν, καὶ πάνθ' οσα ἐβούλοντο ποιεῖν ἐπετρέποντο. καὶ πολλάκις ἐξαπιναίως ἐκπλαγεὶς καὶ κελεύσας τινὰ ἐκ τοῦ παραχρῆμα περιδεοῦς ἀπολέσθαι, επειτα ἀνενεγκὼν καὶ ἀναφρονήσας, μαθὼν τὸ γεγονὸς ἐλυπεῖτο καὶ μετεγίνωσκε. Τοιαῦτα δὲ ποιοῦντος αὐτοῦ οὐκέτι χρηστὴν ἐλπίδα ἐπὶ Κλαυδίῳ οἱ ̔Ρωμαῖοι ἐσχήκασι. διὸ καὶ ἐπεβουλεύθη ὑφ' ἑτέρων τε καὶ ὑπ' ̓Αννίου Βινικιανοῦ, ος πρὸς Φούριον Κάμιλλον Σκριβωνιανὸν τῆς ∆αλματίας αρχοντα επεμψε καὶ ἀνέπεισεν αὐτὸν ἐπαναστῆναι. τῶν δὲ στρατιωτῶν μὴ πεισθέντων αὐτῷ, αὐτὸς μὲν ἀπέκτεινεν ἑαυτόν, Κλαύδιος δὲ καίτοι πάνυ καταδείσας ὡς ἑτοίμως εχειν ἐκστῆναι αὐτῷ τοῦ κράτους ἐθελοντής, ομως τὸν θάνατον αὐτοῦ μαθὼν ἀνεθάρσησε, καὶ τοὺς μὲν στρατιώτας αλλοις τέ τισι καὶ χρήμασιν ἀντημείψατο, τοὺς δὲ συνεπιβουλεύσαντας ἀνεζήτησε καὶ πλείστους ἐκόλασε. συχνοὶ δὲ αλλοι τε καὶ ὁ Βινικιανὸς διεχειρί3.28 σαντο ἑαυτούς. ἡ γὰρ Μεσσαλῖνα καὶ ὁ τοῦ Κλαυδίου ἀπελεύθερος Νάρκισσος οι τε συναπελεύθεροι αὐτοῦ, τῆς ἀφορμῆς ταύτης λαβόμενοι, οὐδενὸς τῶν δεινοτάτων ἀπέσχοντο. ανδρες τε ουν πολλοὶ καὶ γυναῖκες ἐκολάσθησαν· τινὲς δὲ καὶ τῶν πάνυ ὑπαιτίων ἐσώθησαν, οἱ μὲν χρήμασιν, ενιοι δέ γε καὶ χάρισι. Γαλαῖσος δέ τις ἀπελεύθερος τοῦ Καμίλλου ἐν τῷ βουλευτηρίῳ τοῦ Ναρκίσσου παρελθόντος εἰς τὸ μέσον καὶ εἰπόντος αὐτῷ "τί αν ἐποίησας, Γαλαῖσε, εἰ Κάμιλλος ἐμονάρχησεν;" ἀπεκρίνατο οτι "εἱστήκειν αν οπισθεν αὐτοῦ καὶ ἐσιώπων." ̓Αρρία δὲ γυνὴ Καικίνου ὑπάτου ουσα, εἰ καὶ τῇ Μεσσαλίνῃ σφόδρα ᾠκείωτο, οὐκ ηνεγκε ζῆν τοῦ ἀνδρὸς θνήσκοντος, ἀλλὰ καὶ τὸν ανδρα ἀποδειλιῶντα ἐπέρρωσε. τὸ γὰρ ξίφος λαβοῦσα ἑαυτὴν επληξε κἀκείνῳ ἐπέδωκεν εἰποῦσα "ἰδοὺ Παῖτε, οὐκ ἀλγῶ." καὶ οἱ μὲν ἐπὶ τούτοις ἐπῃνοῦντο, Κλαύδιος δὲ ουτως πρὸς τὰς κολάσεις εσχεν ωστε καὶ σύνθημα τοῖς στρατιώταις τὸ επος τοῦτο συνεχῶς διδόναι, χρὴ ανδρ' ἀπαμύνασθαι, οτε τις πρότερος χαλεπήνῃ. ἡ δὲ Μεσσαλῖνα καὶ οἱ ἀπελεύθεροι αὐτοῦ ουτως τὴν πολιτείαν καὶ τὰς στρατείας καὶ τὰς ἐπιτροπὰς τάς τε ἡγεμονίας καὶ τὰ αλλα πάντα ἐπώλουν καὶ ἐκαπήλευον ωστε σπανίσαι πάντα τὰ ωνια, κἀντεῦθεν βιασθῆναι τὸν Κλαύδιον ἀπὸ βήματος τὰς τιμὰς αὐτῶν διατάξαι. Αυλου δὲ Πλαυτίου ἐς τὴν Βρεττανίαν στρατεύσαντος, καὶ τὰ μὲν παθόντος, τὰ δὲ δράσαντος, ειτα τῷ Κλαυδίῳ τὰ συμβάντα γνωρίσαντος, ἐκεῖνος τὰ οικοι Οὐιτελλίῳ Λουκίῳ τῷ συνυ3.29 πατευκότι ἐγχειρίσας ἐξεστράτευσε. καὶ πρὸς τὸν ̓Ωκεανὸν ἀφικόμενος εις τε τὴν Βρεττανίαν περαιωθεὶς μετὰ πλείονος παρασκευῆς καὶ ἐλεφάντων συνέμιξε τοῖς στρατεύμασι. καὶ μετ' αὐτῶν τοῖς βαρβάροις συμβαλὼν ἐνίκησε καὶ τὸ βασίλειον αὐτῶν ειλε. καὶ εἰς τὴν ̔Ρώμην ἐπανῆλθε, τὴν ἀγγελίαν τῆς νίκης διὰ τῶν γαμβρῶν τοῦ τε Μάγνου καὶ τοῦ Σιλανοῦ προπέμψας. μαθοῦσα δὲ ταῦτα ἡ γερουσία Βρεττανικὸν καὶ αὐτὸν καὶ τὸν υἱὸν αὐτοῦ ἐπεκάλεσε, καὶ πολλὰ αὐτοῖς ἐψηφίσατο ετερα. ̔Η δὲ Μεσσαλῖνα ὀρχηστοῦ ἐρασθεῖσά τινος Μνηστῆρος ὠνομασμένου, ἐπεὶ μήθ' ὑποσχέσεσιν αὐτὸν μήτ' ἐκφοβήσεσιν ἀνέπειθε συγγενέσθαι αὐτῇ, τὸν Κλαύδιον παρεσκεύασεν ἐπιτάξαι