384
τὸ ἐξηρτημένον τοῦ ἱστοῦ σχοινίον, ο ἀνίεται καὶ ἐκτείνεται. παρὰ τὸ ὑπεράνω ειναι. ̔Υπερβασία. κυρίως ἐπὶ τῶν ὑπερβαινόντων τοὺς ἰδίους ορους. τοῦτο καὶ ἐπὶ τῆς ὑπερηφανίας· δοκοῦσι γὰρ οἱ ὑπερήφανοι ποιεῖν τὸ ὑπὲρ αὐτούς. -ὑπερβασίης ἀλεγεινῆς. ̔Υπερῴα. ὁ οὐρανίσκος. παρὰ τὸ ὑπ' αὐτὴν ὁρμᾶσθαι τὴν τροφήν· ἐρωὴ γὰρ ἡ ὁρμή. η μετενήνεκται ἀπὸ τῶν ὑπερώων οἰκοδομημάτων, τῶν μετεωρισμένων ὑπὲρ τὴν εραν, ο ἐστι τὴν γῆν. ̔Υπήνη. αἱ ὑποκάτω τοῦ γενείου τρίχες. ἀπὸ τοῦ ὑπεῖναι καὶ ὑποκεῖσθαι τῷ γενείῳ. οἱ δὲ παρὰ τὸ ιημι, ου ὁ μέλλων ησω, ηνη καὶ ὑπήνη. παρὰ τὴν εσιν τῶν τριχῶν. ἐν δὲ τῷ ῥηματικῷ ευρον, οτι σημαίνει μύστακα, γένειον, πώγωνα, καὶ τὴν ανω τοῦ χείλους τρίχωσιν. ̔Υπηρεσία. κυρίως, ενθα καθέζονται οἱ ἐρέττοντες. upsilon.1772 ̔Υπόνοια καὶ ὑπονοεῖν. ἡ ὑπὸ πρόθεσις ἐντελοῦς διαθέσεως ελλειψιν δηλοῖ. ὑπονοεῖν ουν ἐστι τὸ μὴ τελείως νοεῖν τὸ προκείμενον. ̔Υποτύπωσισ. ὑπόδειγμα, ὑπογραμμὸς, χαρακτὴρ, λόγος. ̔Υπὸ οὐλήν. ὑπὸ δόλον. ως φησι ∆ημοσθένης. ̔Υπόκρισισ. ηθος πεπλασμένον. πικρία λανθάνουσα. ̔Υπόμνησισ. ἀνάληψις ἐκ λήθης τινὸς συμβεβηκότος. ̔Υποταγή. ἀδιάκριτος πειθὼ τοῦ ὑποτασσομένου. ̔Υπόληψισ. ἡ παχυμερὴς γνῶσις, καὶ ἡ εἰκασία, καὶ ἡ δόξα, καὶ ἡ ὑπόνοια. ̔Υποθῆκαι. παραινέσεις. ̔Υποβάθρα. θεμέλιον. ̔Υπόθεσισ. αἰτία. περιοχή. *ὑποθέσεις δὲ εθος τοῖς ἀνδράσι τὰς ἀρχὰς λέγειν τὰς ἀναποδείκτους, ας καὶ ἀξιώματα καλοῦσιν. ὑποθέσεις δὲ λέγουσι καὶ α εχοντα ἀπόδειξιν χωρὶς τῆς οἰκείας ἀποδείξεως λαμβάνουσί τε καὶ ὑποτίθενται, ὡς δείξοντες αὐτὰς υστερον.* upsilon.1773 ̔Υποστιγμή. σημεῖον διανοίας μηδέπω ἀπηρτισμένης, ἀλλ' ετι ἐνδεούσης. ̔Υπόκρισισ. ἡ τῶν ὑποκειμένων σωμάτων η πραγμάτων μίμησις. ̔Υποφητεία προφητείας διαφέρει, οτι ἡ μὲν προφητεία πρὸ τοῦ γενέσθαι λέγει τὰ υστερον γενησόμενα, ἡ δὲ ὑποφητεία ἐν τῷ γίνεσθαι λέγει, η μετὰ τὸ γενέσθαι τὸ γενόμενον η γινόμενον. λέγει περὶ τούτου αὐτοῦ τὰ παρεστῶτα η καὶ τὰ οσον ουπω ἐπελευσόμενα. ̔Υπογραφή. λόγος σύντομος, δηλωτικὸς συμβεβηκότων. ̔Υπόῤῥηνοσ. εγγυος. ὑπόῤῥηνος αιξ. ῥὴν γὰρ τὸ πρόβατον. ̔Υπόστασισ. ὑπόστασις κατὰ τὴν ἐκκλησιαστικὴν καὶ ἀποστολικὴν παράδοσιν τὸ πρόσωπον, ηγουν ὁ χαρακτὴρ, ὡς φησὶν ὁ ̓Απόστολος τὸν υἱὸν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτῆρα τῆς ὑποστάσεως αὐτοῦ· τουτέστι πρόσωπον ὁμοούσιον τοῦ χαρακτῆρος καὶ τῆς ὑποστάσεως αὐτοῦ τοῦ πατρός. πρόσωπα δὲ καὶ χαρακτῆρας λέγομεν ἐπὶ θεοῦ, ἀσώματα καὶ ἀσχημάτιστα. πρόσωπον ηγουν ὑπόστασίς ἐστι κατὰ τοὺς ἁγίους πατέρας τὸ ἰδικὸν παρὰ τὸ κοινόν. κοινότης γάρ ἐστιν ἡ φύσις ἑκάστου πράγματος· ιδιαι δέ εἰσιν αἱ ὑποστάσεις, οιόν τι λέγω. φύσις ηγουν οὐσία μία ἡ θεότης, ὑποστάσεις δὲ τρεῖς, πατὴρ, υἱὸς καὶ αγιον πνεῦμα. τρία πρόσωπα ηγουν χαρακτῆρες, μία δὲ οὐσία καὶ γένος. ἐὰν ουν ειπῃς, φυλάξαι ἡμᾶς ἡ θεότης, ολην τὴν upsilon.1774 ἁγίαν τριάδα ἐσήμανας· εἰ δὲ ειπῃς, μεθ' ἡμῶν ὁ υἱὸς τοῦ θεοῦ, μίαν τῶν τριῶν ὑποστάσεων ειπας, καὶ οὐχ ολην τὴν θεότητα. τρεῖς ὑποστατικαὶ ἰδιότητες εἰσὶν ἐπὶ τῆς θεότητος· τὸ ἀγέννητον τοῦ πατρὸς, τὸ γεννητὸν τοῦ υἱοῦ, καὶ τὸ ἐκπορευτὸν τοῦ ἁγίου πνεύματος. οὐ γάρ ἐστι γεννητὸς ὁ πατὴρ, οὐδὲ ἐκπορευτὸς ὁ υἱὸς, οὐδὲ γεννητὸν τὸ πνεῦμα τὸ αγιον. πενταχῶς δὲ ειρηται ἡ ὑπόστασις· ὑπόστασις· πρόσωπον· χαρακτήρ· ατομον, καὶ ιδιον. φύσις δὲ λέγεται, οιον ἀγγελιότης. ὑποστάσεις δὲ καὶ αἱ ἰδικαὶ ἑκάστου προσηγορίαι, ηγουν Μιχαὴλ, Γαβριήλ. ὡσαύτως φύσις ἐστὶ μία καὶ κοινὴ, ἡ ἀνθρωπότης· ὑποστάσεις δὲ, Πέτρος καὶ Παῦλος καὶ τὰ λοιπὰ πρόσωπα τῆς ἀνθρωπότητος, καὶ οἱ χαρακτῆρες. ἡ ουν φύσις κυρία ἐστὶ καὶ αἰτία καὶ γεννητικὴ τῶν ἐν αὐτῇ ὑποστάσεων. καὶ διὰ τοῦτο ὑποστάσεις λέγονται ὡς ὑπὸ τὴν φύσιν ἱστάμεναι, τὴν αὐτῶν πηγήν. ἐὰν ειπῃς, καλὴ φύσις ὁ αγγελος, ολην τὴν οὐσίαν αὐτῶν ἐσήμανας· εἰ δὲ ειπῃς, μέγας ἐστὶν ὁ Γαβριὴλ, ὑπόστασιν μίαν ἐκ πάντων ἐδήλωσας. ὁ ανθρωπος ἐλεεινὸς, ἰδοὺ ἡ οὐσία ολη· Καῒν δὲ καὶ ̓Ιούδας ὑποστάσεις εἰσί. †πάλιν ἐὰν ειπῃς, τὸ πετεινὸν ἐλαφρὸν,