385
κατέκλειεν ἐν ταῖς εἱρκταῖς, ἄχρις ἂν ἐκεῖθεν ἀπαλλάττοιτο, τότε τῶν δεόντων 2.543 οὐδὲν ἐποίει, τὸ φρονεῖν ὑπὸ θεοῦ, ὡς ἔοικε, παρῃρημένος καὶ ἐγκαταλειφθεὶς πρὸς τὸ ἀποθανεῖν. ἀλλὰ οἵ τε δεσμῶται διεσκεδασμένοι, περιῄεσαν τῶν βασιλείων τὴν αὐλὴν, καὶ αὐτὸς τὴν περὶ αὐτὸν δορυφορίαν ἔξω καταλιπὼν, εἰσῄει ἑνὸς παρεπομένου μόνου. οἱ δεσμῶται δὲ ὡς εἶδον οὕτως ἀφύλακτον εἰσιόντα, καιρὸν ἐπιθέσεως νομίσαντες, ὥρμησαν ἐπ' αὐτὸν, ὀλίγοι τινὲς πρῶτον, οἳ ἔτυχον ὄντες ἐν ταὐτῷ. ἐν οἷς καὶ ὁ ἀνεψιὸς ἦν αὐτῷ Ἀλέξιος ὁ δοὺξ ὑπὲρ Καντακουζηνοῦ τοῦ βασιλέως τὸ δεσμωτήριον κατακεκριμένος καὶ αὐτὸς ὑπὸ τοῦ θείου. πρῶτα μὲν οὖν ἐχρῶντο λίθοις ἐπ' αὐτῷ· οὐ γὰρ εὐπόρουν τινὸς σιδήρου. ἔπειτά τις αὐτῶν ῥοπάλῳ κατὰ τύχην εὑρημένῳ ἔπληξε κατὰ τῆς κεφαλῆς πολλάκις καὶ κατήνεγκε. μετὰ τοῦτο δὲ χρησάμενοι σκεπάρνῳ τῶν τὸ δεσμωτήριον οἰκοδομούντων τεκτόνων, ἀπέτεμον αὐτοῦ τὴν κεφαλήν. ἡ δὲ περὶ μέγαν δοῦκα φρουρὰ καὶ οἱ ἄλλοι, ὅσοι εἵποντο, ὡς ᾐσθάνοντο ἐκεῖνον τεθνεῶτα, οὐ πρὸς ἄμυναν ἐτράποντο ὑπὲρ ἐκείνου, ἀλλὰ καταπλαγέντες πρὸς τὴν τόλμαν, ἄλλοι ἄλλοσε διεσκεδάσθησαν. οἱ δεσμῶται δὲ πρῶτα μὲν πρὸς τὴν ταραχὴν συνέδραμον πάντες. ἠγνόουν γὰρ αὐτῶν οἱ πλεῖστοι ὅ,τι εἴη. ὡς δὲ ἔγνωσαν τὸν μέγαν δοῦκα τεθνηκότα, τὸ σῶμα μὲν ἀνήρτησαν ἐπὶ τῶν τειχῶν τῶν θρασυτέρων τινές. τὴν κεφαλὴν δὲ περιπείραντες ἀκοντίῳ, καὶ αὐτὴν ὁμοίως ἐπέστησαν τοῖς τείχεσιν, ἵν' εἴη πᾶσι 2.544 καταφανής. ᾤοντο γὰρ μᾶλλον κεχαρισμένα τῷ δήμῳ δρᾷν, πολέμιον κοινὸν τὸν μέγαν δοῦκα ἡγουμένῳ, οἷα δὴ τοῦ ἐμφυλίου πολέμου ὄντα αἰτιώτατον. πάντες γὰρ ἤδη τὰ γεγενημένα οὐκ ἠγνόουν. αὐτοὶ δὲ παρεσκευάζοντο ἐκ τῶν ἐνόντων, ὡς ἀμυνούμενοι, ἂν ἐπίωσί τινες, τοῖς τείχεσι τῶν βασιλείων μάλιστα θαῤῥοῦντες οὖσιν ὑψηλοῖς. ἅμα δὲ καὶ ὑπέσαινέ τις αὐτοὺς ἐλπὶς, ὡς οὐδεὶς ὑπὲρ ἐκείνου ἀμυνεῖται, πάντων ἐχθραινόντων, καὶ ἡ βασιλὶς δὲ, δείσασα μή τι νεωτερίσωσι πλέον περὶ αὐτῶν, οὐ μόνον ἀμνηστίας ὅρκους παρέξεται καὶ ἀπαθείας, ἀλλὰ καὶ πρὸς ἕτερά τινα αἰτήματα ὑπείξει. ἡ μὲν οὖν βασιλὶς αὐτίκα ὡς ἐπύθετο, πανυπερσέβαστον Ἰσαάκιον ἐκέλευε τὸν Ἀσάνην, οὗτος γὰρ αὐτίκα διεδέχετο τῶν πραγμάτων τὴν ἀρχὴν, πᾶσαν πρόνοιαν ποιήσασθαι καὶ ὅρκους παρέχειν τοῖς δεσμώταις, ὥστε τῶν βασιλείων ἐξελθεῖν. ἔδεισε γὰρ περὶ αὐτῶν ἅπερ κἀκεῖνοι ὑπενόουν. ἐκεῖνος δὲ, ὄχλου πολλοῦ πραγμάτων ἀθρόον περὶ αὐτὸν γεγενημένου, ἠμέλει τῶν δεσμωτῶν. καὶ τήν τε ἡμέραν ἐκείνην καὶ τὴν νύκτα διήγαγον, οὐδενὸς ἐπιθεμένου· καθ' ἣν εἰ ἐβούλοντο, διεσώζοντο ἂν, ἢ ἐν τῷ τῆς τοῦ θεοῦ γενόμενοι νεῷ Σοφίας, ἢ ἄλλοσέ ποι διασκεδασθέντες· οὐδεὶς γὰρ αὐτοὺς ἐφρούρει. μεγάλα δὲ ἐλπίσαντες ἀνοήτως, καὶ τῆς φίλης ἀπεστέρηνται ζωῆς. ἐς τὴν ὑστεραίαν γὰρ Τζεφραίτις ἐκ τῶν οἰκετῶν μεγάλου δουκὸς, αἵμασι χαίρων ἄνθρωπος καὶ πικρὸς καὶ ἀπάνθρωπος κολαστὴς, δημίου γὰρ 2.545 ἐπεῖχε τόπον ἐκείνου περιόντος, ὑπὲρ τοῦ δεσπότου ἀμυνόμενος, τὸν δῆμον ἐκίνει, καὶ μάλιστα τὸ ναυτικὸν, εὔνοιαν πρὸς ἐκεῖνον κεκτημένον οὐ μικρὰν, οἷα δὴ περὶ αὐτοὺς ἀεὶ ἠσχολημένον. καὶ ὅπλα ἀναλαβόντες ἐχώρουν ἐπ' ἐκείνους. οἱ δὲ τῶν χρησίμων εὐποροῦντες οὐδενὸς, ὅπλα τε γὰρ αὐτοῖς οὐ παρῆσαν, οἷς φραξάμενοι ἐπιστήσονται τοῖς τείχεσι, καὶ τὸ τοῦ φρουρίου μέγεθος κρεῖττον ἦν, ἢ ὥστε παρ' αὐτῶν φυλάττεσθαι, ὄντων ἐλασσόνων, ἀπείρων τῶν ἐπικειμένων ὄντων καὶ πανταχόθεν περιῤῥυέντων, ὡς ᾔσθοντο διορυσσόμενα τὰ τείχη καὶ ἁλίσκεσθαι μέλλειν ἤδη, τὸ φρούριον ἐκλιπόντες ἐπὶ τὸν ἐγγὺς κατέφυγον ναὸν τὸν τῶν ἐννέα ταγμάτων προσαγορευόμενον. καὶ οἱ μὲν αὐτῶν τὰ ἄδυτα εἰσῄεσαν, οἱ δὲ ἐν ὑπονόμοις κατεκρύπτοντο οὖσιν ἐκεῖ πλείστοις καὶ δυσελίκτοις. ὁ δῆμος δὲ ἐπελθόντες ὁρμῇ τινι ἀσχέτῳ καὶ μανιώδει, τοὺς μὲν αὐτῶν ἀπέσφαξαν τῶν ἀδύτων ἔνδον, τοὺς δὲ ἄλλους οἷ κατελαμβάνοντο, καὶ διέδρασαν τὸν κίνδυνον ὀλίγοι πάνυ καὶ μάλιστα οἱ τὸν μέγαν δοῦκα ἀπεκτονότες. οἱ δ' ἄλλοι πάντες ἀπεσφάγησαν ὄντες οὐκ ὀλίγοι. σαφέστατα γὰρ τὸν ἀριθμὸν οὐκ ἐξεγένετο μαθεῖν, οἷα δὴ ἐκ διαφόρων