385
αὐτῷ πειθαρχεῖν αὐτῇ, ὡς ἐπ' αλλο τι δεομένη αὐτοῦ· καὶ εἰπόντος αὐτῷ τοῦ Κλαυδίου οσα προστάττεται παρὰ τῆς Μεσσαλίνης ποιεῖν, συνῆν αὐτῇ, ὡς καὶ τοῦτο ὑπ' ἐκείνου κεκελευσμένος. τοῦτο δὲ καὶ πρὸς συχνοὺς ἑτέρους ἐποίει. ὡς γὰρ εἰδότος τοῦ ἀνδρὸς αὐτῆς τὰ γινόμενα καὶ συγχωροῦντος ἀκολασταίνειν αὐτῇ ἐμοιχεύετο. Βινίκιος δὲ οτι μὴ ἠθέλησεν αὐτῇ συμφθαρῆναι, φαρμάκῳ ὑπ' αὐτῆς διεφθάρη. ησχαλλον δὲ οἱ ̔Ρωμαῖοι δουλεύοντα αὐτὸν τῇ γυναικὶ καὶ τοῖς ἀπελευθέροις ὁρῶντες. Τῷ δ' ἑξῆς ἐνιαυτῷ ὀκτακοσιοστῷ ετει τῇ ̔Ρώμῃ οντι τὸ τέταρτον ὑπάτευσε Κλαύδιος. οτε Γάλλον τινά, βουλεῦσαι δυνάμενον, εἰς δὲ τὴν Καρχηδόνα ἐξοικήσαντα, σπουδῇ μετεπέμψατο, εἰπὼν οτι "χρυσαῖς σε πέδαις δήσω." καὶ ουτω τῷ ἀξιώματι πεδηθεὶς κατὰ χώραν εμεινεν. ἐπιβουλῆς δέ τινος τῷ Κλαυδίῳ μηνυθείσης κατεφρόνησε τοῦ μηνυθέντος καὶ ἐν οὐδενὶ λόγῳ αὐτὸν ἐποιήσατο, εἰπὼν οτι "οὐχ 3.30 ὁμοίως δεῖ ψύλλαν καὶ θηρίον ἀμύνεσθαι." αλλους δὲ πολλοὺς διαβληθέντας ὑπὸ τῆς Μεσσαλίνης καὶ τὸν ̓Ασιατικὸν καὶ τὸν γαμβρὸν τὸν Μάγνον ἀπέκτεινε· τὸν μὲν ̓Ασιατικὸν διὰ τὴν οὐσίαν, τὸν δὲ Μάγνον διὰ τὸ γένος καὶ τὸ κῆδος. ἑάλωσαν μέντοι ὡς ἐπ' αλλοις τισίν. ἐπεὶ δὲ πολλοὺς δούλους νοσοῦντας οὐδεμιᾶς θεραπείας οἱ δεσπόται ἠξίουν, ἀλλὰ καὶ τῶν οἰκιῶν ἐξώθουν, ἐνομοθέτησε πάντας τοὺς ἐκ τοῦ τοιούτου περιγενομένους ἐλευθέρους ειναι. γεννηθέντος δέ οἱ ἐγγόνου ἐκ τῆς ̓Αντωνίας τῆς θυγατρός, ην Κορνηλίῳ Φαύστῳ Σύλλᾳ ἀδελφῷ τῆς Μεσσαλίνης οντι μετὰ τὸν τοῦ Μάγνου συνῴκισε θάνατον, οὐδὲν ἀφῆκε ψηφισθῆναι, μετριοφρονῶν. ἡ δὲ Μεσσαλῖνα καὶ οἱ ἐξελεύθεροι αὐτοῦ ἐξώγκωντο. ησαν δὲ τρεῖς οἱ μάλιστα τὸ κράτος διειληφότες· ο τε Κάλλιστος, ος ἐπὶ ταῖς βίβλοις τῶν ἀξιώσεων ἐτέτακτο· καὶ ὁ Νάρκισσος, ος τῶν ἐπιστολῶν ἐπεστάτει, διὸ καὶ ἐγχειρίδιον παρεζώννυτο· καὶ ὁ Πάλλας, ῳ ἡ τῶν χρημάτων διοίκησις ἐμπεπίστευτο. ̔Η δὲ Μεσσαλῖνα μὴ ἀρκουμένη οτι ἐμοιχεύετο, ἐπεθύμησε καὶ ανδρας πολλοὺς εχειν· καὶ συνῴκησεν αν πᾶσι τοῖς αὐτῇ χρωμένοις μετὰ συμβολαίων, εἰ μὴ ἐν τῷ πρώτῳ φωραθεῖσα ἀπώλετο. εως μὲν γὰρ οἱ Καισάρειοι πάντες ὡμονόουν αὐτῇ, οὐδὲν ην ο οὐκ ἀπὸ κοινῆς γνώμης ἐποίουν· ἐπεὶ δὲ τὸν Πολύβιον, καίτοι κἀκείνῳ πλησιάζουσα, διέβαλε καὶ 3.31 ἀπέκτεινεν, οὐκέτ' αὐτῇ ἐπίστευον, καὶ ἐρημωθεῖσα τῆς παρ' αὐτῶν εὐνοίας ἐφθάρη. τὸν γὰρ Σίλιον τὸν Γάιον τὸν τοῦ Σιλίου τοῦ ὑπὸ Τιβερίου σφαγέντος υἱὸν ανδρα ἐπεγράψατο, καὶ τούς τε γάμους πολυτελῶς εἱστίασε καὶ οἰκίαν αὐτῷ βασιλικὴν ἐχαρίσατο, πάντα τὰ τιμιώτατα τῶν τοῦ Κλαυδίου κειμηλίων συμφορήσασα εἰς αὐτήν· καὶ τέλος υπατον αὐτὸν ἀπέφηνε. ταῦτα δῆλα τοῖς αλλοις οντα τὸν Κλαύδιον ἐλάνθανεν. ἀποδημήσαντι δέ ποτε αὐτῷ καὶ μονωθέντι ὁ Νάρκισσος μηνύει πάντα διὰ τῶν παλλακῶν τὰ γινόμενα. οθεν εἰς τὴν ̔Ρώμην τε ἐπανῆλθε καὶ αλλους τε πολλοὺς καὶ τὸν ὀρχηστὴν τὸν Μνηστῆρα ἐφόνευσε, καὶ μετὰ τοῦτο καὶ αὐτὴν τὴν Μεσσαλῖναν ἀπέσφαξεν. ̓Εκείνης δ' ουτω διαφθαρείσης τὴν ̓Αγριππῖναν τὴν ἀδελφιδῆν εγημε σπουδῇ τῶν ἀπελευθέρων, οτι τὸν ∆ομίτιον ἐς προσήβους ηδη τελοῦντα ειχεν υἱόν, οπως εφεδρον αὐτὸν ἐπὶ τῇ ἀρχῇ τρέφοντες μηδὲν ὑπὸ τοῦ Βρεττανικοῦ δεινὸν πάθωσιν, ὡς τὴν αὐτοῦ μητέρα τὴν Μεσσαλῖναν ἀναιρεθῆναι ποιήσαντες. δεδογμένου δὲ ηδη τοῦ γάμου, δείσαντες τὸν Σιλανὸν ὑπὸ τοῦ Κλαυδίου τιμώμενον ὡς ανδρα ἀγαθόν, αμα δὲ καὶ τὴν ̓Οκταουίαν τὴν θυγατέρα αὐτοῦ τῷ τῆς ̓Αγριππίνης υἱῷ τῷ ∆ομιτίῳ προμνώμενοι, ἐγγεγυημένην τῷ Σιλανῷ, πείθουσι τὸν Κλαύδιον ὡς ἐπιβουλεύοντά οἱ τὸν Σιλανὸν ἀποκτεῖναι. γενομένου δὲ τούτου λόγους ἐν τῇ βουλῇ ὁ Οὐιτέλλιος ἐποιήσατο οτι συμφέρει τῷ κοινῷ γῆμαι τὸν Κλαύδιον. καὶ τὴν ̓Αγριππῖναν ἐπιτηδείαν εἰς τοῦτο ἀπέφαινε, καὶ βιάσασθαι σφίσιν αὐτὸν ἐπὶ τὸν γάμον συνεβού3.32 λευεν. ἐντεῦθεν ὁρμηθέντες οἱ βουλευταὶ πρὸς τὸν Κλαύδιον ηλθον καὶ ἠνάγκασαν δῆθεν αὐτὸν γῆμαι, καὶ ψήφισμα ἐποιήσαντο ἐξεῖναι ̔Ρωμαίοις ἀδελφιδᾶς αγεσθαι· πρότερον γὰρ ἐκεκώλυτο. ̔Ως δ' ὁ