385
ἰδοὺ ἡ οὐσία· εἰ δὲ ειπῃς, περιστερὰ η τρυγὼν, ὑποστάσεις εἰσί.† τὸ κτῆνος, ἰδοὺ πᾶσα ἡ κτηνώδης οὐσία· ὁ δὲ λέων καὶ ὁ ιππος, ὑποστάσεις καὶ χαρακτῆρες καὶ πρόσωπα λέγονται. οὐ μόνον δὲ ἐπὶ νοερῶν καὶ ἐμψύχων καὶ λογικῶν ὁ αὐτὸς κανὼν τῶν ορων upsilon.1775 ἁρμόζει, ἀλλὰ καὶ ἐπὶ πάσης ἀψύχου καὶ ἀναισθήτου καὶ ἀκινήτου φύσεως, οιόν τι λέγω. ἐὰν ειπωμεν, οτι ὁ θεὸς ἐποίησε τὸ φῶς, ἰδοὺ τὴν οὐσίαν ἁπάντων τῶν φωστήρων ἐσημάναμεν. αυτη λοιπὸν ἡ οὐσία τέμνεται εἰς τὰς ὑποστάσεις αὐτῆς, οιον σελήνη, αστρα καὶ τὰ λοιπά. ὁμοίως καὶ ἐπὶ ἀνέμων· ἐὰν ειπῃς πνεῦμα, πᾶσαν τὴν φύσιν ἐδήλωσας τῶν ἀνέμων· εἰ δὲ ειπῃς νότος η βοῤῥᾶς, ὑποστάσεις εἰσίν. ὡσαύτως τὸ πῦρ μία οὐσία ἐστὶ, τέμνεται δὲ εἰς ὑποστάσεις, ηγουν λύχνους, κηροὺς, λαμπάδας, καμίνους. τὴν ἁγίαν ουν σάρκα τοῦ Χριστοῦ οὐ λέγομεν πρόσωπον, ἀλλ' οὐσίαν, ινα σημάνωμεν, οτι ολην τὴν φύσιν ἡμῶν ἀνέλαβε καὶ εσωσεν ὁ Χριστός. εἰ γὰρ ειπωμεν αὐτὴν ὑπόστασιν, ενα τινὰ ανθρωπον εὑρισκόμεθα λέγοντες, οτι ἀνέλαβε καὶ εσωσεν ὁ Χριστός. πλὴν οὐ λέγεται ὑπόστασις, ἐφόσον ἀχώριστός ἐστι τοῦ θεοῦ λόγου ἡ σάρξ· ὑπόστασις γὰρ τὸ κεχωρισμένον πρόσωπον λέγεται. ἐνυπόστατον μέντοι αὐτὴν λέγομεν, οὐ μὴν ὑπόστασιν· τὸ γὰρ ἐνυπόστατον τὸ ἐνυπάρχον ἐστὶν, ωσπερ ἀνυπόστατον τὸ μὴ εχον υπαρξιν ητοι οὐσίαν· οιον τὸ ἐνύπνιον ἀνούσιον καὶ ἀνύπαρκτον καὶ φαντασιῶδες. καὶ οπως ὁριστικῶς ειπωμεν, ἀνυπόστατον καὶ ἀνύπαρκτον καὶ ἀνούσιόν ἐστι τὸ ῥήματι μὲν πολλάκις λεγόμενον, ἐν οὐσίᾳ δὲ καὶ ὑποστάσει μὴ γνωριζόμενον, οιον ὁ ᾳδης, ὁ θάνατος, ἡ νόσος. πάλιν ἐνούσιον λέγομεν η αὐτὸ τὸ ον η τὸ ἐν οὐσίᾳ γνωριζόμενον ἰδίωμα· οιον ἐνούσιον ἐστὶν ἀνθρώπου τὸ λογικὸν καὶ φθαρτόν. ὁμοίως καὶ τὸ ἐνυπόστατον κατὰ δύο τρόπους λέγεται· η τὸ κατ' ἀλήθειαν ὑπάρχον, η τὸ ἐν ὑποστάσει ἰδίωμα, ὡς ἐν τῷ θεῷ πατρὶ τὸ ἀγέννητον, ἐν δὲ τῷ υἱῷ τὸ γεννητὸν, ἐν δὲ τῷ ἁγίῳ πνεύματι τὸ ἐκπορευτόν. καὶ αυθις· ὑπόστασίς ἐστιν οὐσία μετά τινων ἰδιωμάτων τῷ ἀριθμῷ τῶν ὁμοειδῶν διαφέρουσα. τουτέστι πρόσωπον ὁμοούσιον τοῦ χαρακτῆρος καὶ τῆς ὑποστάσεως τοῦ πατρός. πρόσωπα δὲ upsilon.1776 λέγομεν ἐπὶ θεοῦ ἀσώματα καὶ ἀσχημάτιστα. τοῦ πατρὸς δὲ ιδιον τὸ ἀγέννητον, τοῦ υἱοῦ τὸ γεννητὸν, τοῦ ἁγίου πνεύματος τὸ ἐκπορευτόν· κοινὸν δὲ ἡ θεότης καὶ ἡ βασιλεία. τρεῖς δὲ ὑποστάσεις ἐπὶ τῆς θεότητος ὡμολόγει· πατέρα, υἱὸν καὶ πνεῦμα αγιον. ὑπόστασίς ἐστι πᾶν τὸ ἰδίῳ προσώπῳ ἐμφαινόμενον. ὑπόστασίς ἐστιν οὐσία ἰδιάζουσα τοῖς χαρακτηριστικοῖς ἰδιώμασιν. ὑπόστασίς ἐστιν ἐνούσιος ἰδιότης. ὑπόστασίς ἐστι περιγραφὴ τὶς, ἑνὸς γνωριστικὴ πρὸς τὰ ὁμοειδῆ, κατὰ τὴν ἰδιότητα τὸ ἀκοινώνητον εχουσα. ὑπόστασίς ἐστιν οὐσία μετὰ οἰκείων ἰδιωμάτων ἀριθμῷ τῶν ὁμοειδῶν διαφέρουσα. ὑπόστασις λέγεται παρὰ τὸ ὑφεστάναι. τὸ τῆς ὑποστάσεως ονομα παρὰ τῇ θείᾳ γραφῇ τριχῶς λέγεται· τὸ καθ' ἑαυτοῦ ὑπάρχον, οιον· μνήσθητι, τίς μου ἡ ὑπόστασις· τὸ πλῆθος τῶν ὁμονοούντων, οιον τό· ἐξῆλθον ανδρες ἀπὸ τῆς ὑποστάσεως τῶν ἀλλοφύλων· τὸ ἐνούσιον, οιον τό· ἐν τῇ ὑποστάσει τῆς καυχήσεώς μου. ὑπόστασις καὶ πρόσωπον ταὐτό ἐστιν· αμφω γὰρ μερικόν τε καὶ ιδιον, ὡς ἐφ' ἑαυτῶν τὴν περιγραφὴν, ἀλλ' οὐκ ἐν πλείοσι τὴν κατηγορίαν φυσικῶς κεκτημένων. ὑπόστασιν λέγομεν τὸ καθ' ἑαυτοῦ ὑφεστὸς καὶ ἐν οὐδενὶ ἑτέρῳ συνθεωρούμενον, οπερ καὶ ατομον καλοῦσι τινές. αθροισμα δὲ συμβεβηκότων τοῦτο αν ειη, απερ αμα πάντες θεωροῦμεν, ων τὸ αθροισμα οὐδὲν πρόσεστιν ἑτέρῳ, πλὴν τοῦ ἑνὸς ῳ πρόσεστι. ὑπόστασις ἐστὶ τὸ καθ' ἑαυτὸ μόνον ὑφεστὸς, παντὸς δὲ ἑτέρου κεχωρισμένον, ητοι τὸ ἰδίοις τισὶ περιγεγραμμένον ὑποστατικοῖς γνωρίσμασιν. ὑπόστασις ἐστὶ τὸ καθ' ἑαυτὸ διωρισμένον συνεστός. ὑπόστασις ἐστὶ πρᾶγμα ὑφεστός τε καὶ οὐσιῶδες, ἐν ῳ τὸ αθροισμα τῶν συμβεβηκότων, ὡς ἐν ἑνὶ ὑποκειμένῳ πράγματι καὶ ἐνεργείᾳ, ὑφέστηκεν. ὑπόστασις ἐστὶν οὐσία μετὰ ἰδιωμάτων ἀριθμῷ τῶν ὁμογενῶν διαφέρουσα. ἐν ὑποστάσει δὲ τὸ καθ' ἑαυτὸ οὐδαμῶς ὑφιστάμενον, ἐν αλλοις δὲ θεωρούμενον, upsilon.1777 ὡς