Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
Προὔτρεπον μὲν γὰρ αὐτοὺς, καὶ οἱ θεσπέσιοι προφῆται γοργῶς ἰέναι πρὸς τοῦτο. Ἡσαΐας γοῦν, Ποιήσωμεν εἰρήνην αὐτῷ, φησὶ, ποιή- σωμεν εἰρήνην οἱ ἐρχόμενοι. Ἐκέκραγον δὲ καὶ οἱ θεσπέσιοι μαθηταί· "6Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύο- μεν ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν, δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ."6 Πρὸς Θεὸν δὲ ποιούμεθα τὰς καταλλαγὰς, ὅτε προσίεμεν τῷ Χριστῷ διὰ πίστεως. Ὡς γὰρ αὐτός που πάλιν φη-σὶν ὁ ἱερώτατος Παῦλος· "6Θεὸς ἦν ἐν Χριστῷ, κόσμον καταλλάσσων ἑαυτῷ."6 Ἐν γὰρ Χριστῷ κόσμος τῷ Θεῷ καταλλάττεται. Οὐκοῦν ἐναργῆ τῆς ἐνανθρωπήσεως τὴν διακονίαν καθίστησι λέγων, εἰς δοῦλον πεπλᾶσθαι παρὰ τοῦ Πατρὸς ἐκ κοιλίας, ἵνα συναγάγῃ τὸν Ἰσραὴλ, καὶ τὸν Ἰακώβ. Κἂν εἰ μέν τις λέγοι τὸ τῶν Ἰουδαίων ἔθνος διὰ τούτων σημαί- νεσθαι, οὐκ ἂν ἔξω διάττοι σκοποῦ. Ἔφη γάρ που Χριστός· "6Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ ἀπολωλότα οἴκου Ἰσραήλ."6 Εἰ δὲ δὴ βούλοιτο τοὺς διὰ πίστεως σεσωσμένους ἅπαντας, Ἰσραήλ τε καὶ Ἰακὼβ ὀνο-μάζειν, εὖ ἂν ἔχοι, καὶ οὕτως. Εἴπερ ἐστὶν ἀληθὲς ὡς οὐ μόνον ἐστὶν ὁ Ἰουδαῖος ὁ ἐν τῷ φανερῷ, οὔτε μὴν ἐν σαρκὶ περιτομὴ, λέγοιτ' ἂν οὕτως περιτομή· Ἰουδαῖος δὲ μᾶλλον ὁ ἐν κρυπτῷ, καὶ περιτομὴν ἔχων καρδίας ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαι- νος, οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ Θεοῦ. Εἴγε τοίνυν Ἰουδαῖός ἐστιν ὁ πνεύματι περιτομὴν ἔχων, ἀπρὶξ εἶεν ἂν οὐδενὶ τῶν γε τοιούτων Ἰσραήλ τε καὶ Ἰα-κὼβ ὀνομάζεσθαι. Παρεμβέβληται δὲ μεταξὺ τοῦ λόγου ὑπὸ τῶν διὰ πίστεως κεκλημένων, φωνῇ κατα- τιθεμένων, ὅτι καὶ πρὸς αὐτὸν συναχθήσομαι, καὶ δοξασθήσομαι ἐναντίον Κυρίου, καὶ ὁ Θεός μου ἔσται μοι ἰσχύς. Ἅμα γάρ τοι προστάττει γενέσθαι Θεὸς, καὶ μονονουχὶ τῶν κατὰ πόδας εἰρημένων τόπων προσταχθέντων ἔρχεται πέρας. Σέσωσται μὲν γὰρ οὐχ ἅπαξ ὁ Ἰσραὴλ, ἀλλ' ἠπίστησάν τινες διά γε τὴν σφῶν αὐτῶν μοχθηρίαν, τὴν τῶν εὐαγγελικῶν παι- δευμάτων οὐ προσηκάμενοι χάριν. Συνεισκέκληται δὲ τῷ καταλείμματι τῶν ἐθνῶν ἡ πληθύς· οἳ καὶ εἰς τέκνα τέθεινται τοῦ Ἀβραὰμ, ὥστε πανταχόθεν τό γε ἧκον εἰς οἰκονομίαν, μὴ ἀφαμαρτάνειν τῆς ἐπι- δημίας τὸν σκοπόν· συνήχθη γὰρ ἅπας εἴ τίς ἐστιν Ἰσραὴλ, καὶ μέν τοί γε, καὶ Ἰακὼβ, κατὰ τοὺς ἀρ-τίως ἡμῖν προαποδοθέντας λόγους. Ὑπισχνεῖται τοί- νυν ὁ ἐν Χριστῷ κεκλημένος λαὸς, ὅτι καὶ συναχθή- σεται πρὸς Θεὸν δηλονότι διὰ τῆς πίστεως, καὶ ὅτι δοξασθήσεται ἐναντίον τοῦ Θεοῦ, τὸ λαμπρὸν τῆς υἱο- θεσίας ἀποκερδαίνων καύχημα, καὶ θείας φύσεως μέτοχος γεγονὼς, καὶ ἁγίῳ Πνεύματι κατηγλαϊσμέ- νος, καὶ ἀρίστων ἐπιτηδευμάτων ἐπιμελητὴς ἀναδε- δειγμένος, καὶ ὅτι Θεὸν ἡγήσεται τὴν ἑαυτοῦ ἰσχύν. Οὕτω γὰρ διακεῖσθαι πρέπει, τοὺς τῆς παρ' αὐτοῦ σωτηρίας, καὶ δόξης ἐφιεμένους. Προσεπάγει τούτοις. 70.1049 Καὶ εἶπέ μοι· Μέγα σοί ἐστι τὸ κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ, καὶ τὴν διασπο- ρὰν τοῦ Ἰσραὴλ ἐπιστρέψαι. Εἰ χρή τι καὶ ἀνθρωπί- νως εἰπεῖν, οὐκ ἐᾷ τὸν Υἱὸν ὁ Πατὴρ κατοκνῆσαι τὴν οἰκονομίαν, οὔτε μὴν ἄμισθον τὸ μικροπρεπὲς τῆς τοῦ δούλου μορφῆς, ἀλλ' οἷον ἔγκαρπον ἀποφαίνει τὸ χρῆμα, καὶ οὐκ ἄμισθον τὴν ταπείνωσιν, καὶ τὸ τῆς οἰκονομίας φορτικὸν οὐκ ἐσόμενον ἔξω θαύματος, εὐκλεές τε πρὸς τοῦτο, καὶ τὸ ἀδοξῆσαι δοκεῖν. Ἦν μὲν γὰρ σμικρὸν ὁμολογουμένως, τῷ ἐκ τοῦ Θεοῦ φύντι Λόγῳ, τὸ κληθῆναι παῖδα, τοῦτ' ἔστιν, οἰκέ- την. ∆ηλοῖ γὰρ τοὔνομα ποτὲ μὲν τὸν Υἱὸν, ποτὲ δὲ, ὡς ἔφην, τὸν οἰκέτην. Ἡ δέ γε τῶν ἐννοιῶν χρεία τοῦτό τε κἀκεῖνο, κατὰ τὸν ἑκατέρῳ πρέποντα καιρὸν εἰσκομίζεσθαι ποιεῖ. Ἐπειδὴ δὲ περὶ τῆς μετὰ σαρ- κὸς οἰκονομίας ὁ λόγος ἐστὶ, πρέποι ἂν εἰκότως τὸν παῖδα νοεῖσθαι δοῦλον. Οὐκοῦν, κἂν εἰς μικρὸν, ὡς ἔφην, τῷ Υἱῷ τῆς δουλείας τὸ δυσκλεὲς, ἀλλ' ἦν ἑτέρως. Καὶ δὴ καὶ γέγονεν οὐ μικρὸν αὐτῷ· ∆οξά- ζεται γὰρ παρὰ πάντων, ὡς ἁρπαγμὸν μὲν οὐχ ἡγη- σάμενος τὸ εἶναι ἴσα Θεῷ, καὶ τοῖς τῆς δουλείας ἐνομιλήσας τρόποις, καὶ καθιγμένος εἰς κένωσιν, ὑπο- μείνας τε σταυρὸν, καὶ τὰ ἐν αὐτῷ καὶ τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα τὴν ἑαυτοῦ ψυχὴν καταθεὶς, ἵνα καταλύσῃ τυραννίδα διαβολικὴν, καὶ τὰ τῶν