386
πόλεων συνειλεγμένων. ἐκεῖνοι μὲν οὖν οὕτω τόν τε μέγαν δοῦκα ἐπιθέμενοι ἀπέκτειναν καὶ αὐτοὶ ἀπώλοντο ὑπ' ἀβουλίας. οἱ δὲ ἐν Βυζαντίῳ φίλοι βασιλεῖ, ὡς ἐγένετο αὐτίκα φανερὸς τεθνηκὼς ὁ μέγας δοὺξ, γράμματα πρὸς βασιλέα ἔγραφον περὶ τῶν γεγενημένων καὶ παρῄνουν, πάντα ἐν ὑστέρῳ θέμενον τάχιστα ἥκειν πρὸς Βυζάντιον, 2.546 ὡς τῶν δεσμωτῶν τὰ Κωνσταντίνου τοῦ μεγάλου βασίλεια κατασχησόντων, καὶ εἰ τάχιστα παραγένοιτο, Βυζάντιον παραληψόμενος ἐκεῖθεν. τὰ μὲν οὖν τῶν φίλων γράμματα ἐν τῇ τοῦ Γαβριὴλ προσαγορευομένῃ κώμῃ ἐστρατοπεδευμένῳ ἧκον βασιλεῖ. ἅμα δὲ καὶ ἐκ ∆ιδυμοτείχου παρὰ γυναικὸς τῆς βασιλίδος ἀπηγγέλλετο τὰ ἴσα. πθʹ. Τῆς αὐτῆς δὲ ἡμέρας καὶ οἱ πρὸς Κράλην πεμφθέντες πρέσβεις ἐπανῆκον ἀπήγγελλόν τε, ὡς Κράλης μὲν καὶ πρὶν αὐτοὺς ἥκειν ἀποσταίη Φερῶν πρὸς τὴν οἰκείαν, δείσας τῶν Περσῶν τὴν ἔφοδον, ὡς ἠγγέλλοντο ἐπιόντες. αὐτῶν τε ἔνθα ἦν παραγενομένων καὶ ἀπαγγειλάντων τὴν πρεσβείαν ἀποκρίνασθαι, ὡς εἰδείη καὶ αὐτὸς τὰ δίκαια καὶ διὰ τοῦτο ἀποσταίη καὶ Φεραίων, οἷς ἐξέσται βασιλεῖ χρῆσθαι ὡς οἰκείοις. ἔλεγον δὲ οἱ πρέσβεις, τοὺς Φεραίους δεῖσθαι πολλῆς προνοίας τῆς τε ἄλλης καὶ τοὺς τὰ Κράλη πράσσοντας ἐξελαθῆναι· οὐ γὰρ ἐάσουσιν ἐκεῖνοι τὸν ὄχλον ἠρεμεῖν, ἀλλὰ ἀναπείσουσι Κράλῃ προσχωρεῖν, ἂν ἀπολαύωσιν ἀδείας. βασιλεῖ μὲν οὖν ἐδόκει ἀμφοτέροις δεῖν σπουδῆς πολλῆς καὶ τῶν ἀναγκαιοτάτων ἄμφω εἶναι, καὶ ἐμερίζετο τοῖς λογισμοῖς· ἐκκλησίαν δὲ ἐκ τῶν ἐν τέλει ποιησάμενος, καὶ Ἀμοὺρ παρόντος τοῦ σατράπου καὶ Σουλιμὰν τοῦ Σαρχάνη παιδὸς, εἰς κοινὸν προὐτίθει τὴν βουλὴν καὶ ἐκέλευε γνώμην ἕκαστον εἰσάγειν, ἣ ἂν ἐν τοῖς παροῦσι δοκοίη λυσιτελεστέρα εἶναι. ἐδόκει μὲν οὖν πᾶσι κοινῇ πρὸς Βυζάντιον ἰτέον εἶναι καὶ 2.547 μὴ μέλλειν· οὐ γὰρ τὰ πράγματα αὐτοὺς ἀναμενοῦσιν, ἂν τρίβωσι τὸν καιρὸν καὶ διαμέλλωσι. βασιλεὺς δὲ οὐκ ὀρθῶν ἔχεσθαι λογισμῶν τὰ εἰρημένα ἀπεδείκνυ. τοὺς μὲν γὰρ φίλους γεγραφέναι, ὡς παρακοιμώμενον ἀπεκτονότες οἱ δεσμῶται τὰ Κωνσταντίνου βασίλεια αὐτοὶ κατέσχον· ἄδηλον δὲ εἶναι, εἰ κατέχουσι καὶ μέχρι νῦν. εἰ μὲν γὰρ ἅπασα ἡ πόλις προσεχώρησεν ἡμῖν καὶ οὐδὲν ἐκείνοις ἐνοχλοῦσι διὰ τὴν εὔνοιαν τὴν πρὸς ἡμᾶς, τί δεῖ ταχυτῆτος πρὸς ἐκείνους, μήτ' αὐτῶν οὐδένα κίνδυνον ὑποπτευόντων καὶ ἡμῶν ζημιουμένων διὰ τὴν μέλλησιν μηδέν; εἰ δ' ὥσπερ πρότερον αὖθις πολεμοῦσι καὶ τειχομαχίας πρὸς αὐτοὺς ὁ δῆμος ποιοῦνται ἐπιόντες, οὐχ ὁρῶ τὴν δύναμιν, ὑφ' ἧς αὐτοὶ περιποιήσονται τὸ φρούριον. οὔτε γὰρ ὅπλων εὐποροῦσιν ἄοπλοι καὶ δεσμῶται ὄντες, οὔτε τῶν ἐπιτηδείων πρὸς τροφήν· τὰ γὰρ ἀναγκαῖα μόλις ἐχορηγοῦντο παρὰ τῶν φυλάκων γλίσχρως. πρὸς τούτοις δὲ οὐδὲ πρὸς τὸ τοῦ φρουρίου μέγεθος ἐξαρκέσουσιν ὀλίγοι ὄντες, αὐτό τε τὸ φρούριον ἠμελημένον ἐκ πολλῶν ἐτῶν ῥᾷστα προδώσει τοὺς ἐνόντας· ὥστε ἐμοίγε ἐκ πάντων ἄπορα εἶναι δοκεῖ, δυνήσεσθαι αὐτοὺς πρὸς τοσοῦτον πόλεμον ἀντισχήσειν. εἰ δ' ὁθενδήποθεν ἐπικουρίας ἀπέλαυσάν τινος καὶ εὐπορήσαντες τῶν πρὸς τὴν χρείαν ἀντέσχον ἄχρι νῦν, καὶ μέχρι πολλοῦ δυνήσονται ἀντικαθίστασθαι· οὐ δὴ δι' ἐλπίδα ἄδηλον τῶν ἐν χερσὶν ἀγαθῶν ἀποσχέσθαι δέον. Φεραὶ γὰρ οὐ φαύλη πόλις καὶ οἵα 2.548 καταφρονηθῆναι, ἀλλὰ μεγάλη τε καὶ θαυμασία καὶ ἀναγκαία τῇ Ῥωμαίων ἀρχῇ παρεῖναι. δι' ἃ δεῖν οἴομαι τὴν μὲν ἄλλην ἅπασαν στρατιὰν ἐπὶ Βυζάντιον χωρεῖν αὐτίκα, ἐμὲ δὲ τρισχιλίους παραλαβόντα στρατιώτας ἀφικέσθαι εἰς Φερὰς, καὶ μίαν ἡμέραν ἐκείνοις συγγενόμενον καὶ προνοίας ἀξιώσαντά τινος, ἔπειτα καὶ τοὺς τὰ Κράλη ᾑρημένους ἐκεῖθεν ἐξελάσαντα, αὖθις ἀναστρέφειν. τῆς ἄλλης δὲ στρατιᾶς διὰ βαρύτητα καὶ πλῆθος πυκνοτέρας τὰς στρατοπεδείας ποιουμένης, ὑστερήσομεν οὐδὲ αὐτοὶ εὐσταλεῖς τε ὄντες καὶ ὀλίγοι καὶ ῥᾷον τὴν ὁδοιπορίαν διανύοντες. καὶ τήν τε πρόνοιαν ποιησόμεθα Φερῶν τηλικαύτης πόλεως, καὶ πρὸς τὴν εἰς Βυζάντιον ὁδοιπορίαν ζημιωσόμεθα οὐδέν. εἰ δέ τινος ἀπολειπόμενοι καὶ τῶν δεόντων, οὐ περιγενοίμεθα τοῦ Βυζαντίου νῦν, ἀλλ' εἰσαῦθις ἔξεστιν οὐκ ἀγεννεῖς περὶ αὐτοῦ