386
γάμος ἐτελέσθη, τόν τε Κλαύδιον ἐσφετερίσατο, δεινοτάτη ουσα πράγμασι χρῆσθαι, καὶ πρὸς ους εὐνοϊκῶς ἐκεῖνος ειχε, τοὺς μὲν φόβῳ, τοὺς δὲ εὐεργεσίαις ᾠκειώσατο. καὶ τέλος τὸν μὲν Βρεττανικὸν τὸν παῖδα αὐτοῦ ὡς τῶν τυχόντων τινὰ τρέφεσθαι ἐποίει, ὁ γὰρ ετερος εθανε, τὸν δὲ ∆ομίτιον τότε μὲν γαμβρὸν τῷ Κλαυδίῳ ἀπέδειξεν, υστερον δὲ καὶ εἰσεποίησε, καὶ εἰσποιήσασα τῷ Κλαυδίῳ αὐτὸν καὶ πρὸς τὸ κράτος ἐξήσκει καὶ παρὰ τῷ Σενέκᾳ ἐξεπαίδευεν. ἀμύθητόν τε πλοῦτον συνέλεγεν, οὐδὲ τὴν τυχοῦσαν λαβὴν ἐπ' ἀργυρισμῷ παραλείπουσα, πολλοὺς δὲ καὶ φονεύουσα διὰ χρήματα. ηδη δέ τινας καὶ γυναῖκας ζηλοτυπήσασα εκτεινε. τὴν γοῦν Παυλῖναν τὴν Λολλίαν ἀποκτείνασα καὶ τὴν κεφαλὴν αὐτῆς κομισθεῖσαν μὴ γνωρίσασα, τό τε στόμα αὐτῆς αὐτὴ ταῖς χερσὶν ἀνέῳξε καὶ τοὺς ὀδόντας ἐπεσκέψατο ἰδίως πως εχοντας. Μετὰ ταῦτα δὲ καὶ Αὐγούσταν τὴν ̓Αγριππῖναν ὁ Κλαύδιος ἐπεκάλεσε, καὶ τὸν υἱὸν αὐτῆς εἰσποιησάμενος μετωνόμασε Τιβέριον Κλαύδιον Νέρωνα ∆ροῦσον Γερμανικὸν Καίσαρα, μηδὲν φροντίσας οτι καίεσθαι ὁ οὐρανὸς τὴν ἡμέραν ἐκείνην εδοξε. καὶ μετὰ τοῦτο τὴν θυγατέρα τὴν ̓Οκταουίαν εἰς ετερόν τι γένος εἰσαγαγών, ινα μὴ ἀδελφοὺς συνοικίζειν δοκῇ, ἐνεγύησεν αὐτῷ. ̓Αγριππῖνα δὲ καὶ Καλπουρ3.33 νίαν γυναῖκα τῶν πρώτων ἐφυγάδευσεν, η ὡς λέγεται καὶ ἀπέκτεινεν, ἐπειδὴ τὸ κάλλος αὐτῆς ὁ Κλαύδιος ἐθαύμασε καὶ ἐπῄνεσε. τοῦ δὲ Νέρωνος, τοῦτο γὰρ τὸ ονομα ἐπ' αὐτῷ ἐξενίκησεν, ἐς τοὺς ἐφήβους ἐγγραφέντος, κατὰ τὴν ἡμέραν, ἐν ῃ ἐνεγράφη, τὸ δαιμόνιον τήν τε γῆν ἐπὶ πολὺ εσεισε καὶ φόβον νυκτὸς πᾶσιν ὁμοίως ἐνέβαλε. Νέρων μὲν ουν ηυξετο, Βρεττανικὸς δὲ ουτε τινὰ τιμὴν ουτε ἐπιμέλειαν ειχεν· ἡ γὰρ ̓Αγριππῖνα τοὺς περιέποντας αὐτὸν τοὺς μὲν ἐξήλασε, τοὺς δὲ καὶ ἀπέκτεινε· καὶ τὸν Σωσίβιον, ῳ ἡ τροφὴ αὐτοῦ καὶ ἡ παιδεία προσετέτακτο, κατέσφαξεν ὡς τῷ Νέρωνι ἐπιβουλεύοντα. καὶ παραδοῦσα αὐτὸν οις ηθελεν, ουτε τῷ πατρὶ συνεῖναι ουτε δημοσιεύειν εια. ἠδύνατο δὲ πάντα, τοῦ Κλαυδίου κρατοῦσα καὶ τὸν Νάρκισσον καὶ τὸν Πάλλαντα οἰκειωσαμένη· ὁ γὰρ Κάλλιστος ἐπὶ πολὺ προχωρήσας δυνάμεως ἐτελεύτησεν. Οἱ ἀστρολόγοι δὲ ἐξ ἁπάσης τῆς ̓Ιταλίας ἠλάθησαν, καὶ οἱ αὐτοῖς συγγινόμενοι ἐκολάσθησαν. Καράτακος δέ τις βαρβάρων ἀρχηγὸς ἁλοὺς καὶ εἰς τὴν ̔Ρώμην ἀχθείς, καὶ συγγνώμης παρὰ τοῦ Κλαυδίου τυχών, ειτα περινοστήσας τὴν πόλιν μετὰ τὴν αφεσιν, καὶ ἰδὼν αὐτῆς τὴν λαμπρότητα καὶ τὸ μέγεθος "ειτα" εφη "ταῦτα καὶ τὰ τοιαῦτα κεκτημένοι τῶν σκηνιδίων ἡμῶν ἐπιθυμεῖτε;" ̓Ιουλίῳ δέ τινι Γαλλικῷ δίκην λέγοντι ἀχθεσθεὶς ὁ Κλαύδιος ἐκέλευσεν αὐτὸν εἰς τὸν Τίβεριν ἐμβληθῆναι. ἐφ' ῳ δὴ ∆ομίτιος Αφρος, πλεῖστον τῶν κατ' αὐτὸν ἐν τῷ συνηγορεῖν ἰσχύσας, κάλλιστα ἀπέσκωψε· δεηθέντος γάρ 3.34 τινος τῆς παρ' αὐτοῦ βοηθείας, ἐπειδὴ ὑπὸ τοῦ Γαλλικοῦ ἐγκατελείφθη, εφη πρὸς αὐτόν "καὶ τίς σοι ειπεν οτι κρεῖσσον ἐκείνου νήχομαι;" Νοσήσαντος δὲ μετὰ ταῦτα τοῦ Κλαυδίου εἰσῆλθεν ὁ Νέρων εἰς τὸ συνέδριον, καὶ εἰ ἀναρρωσθείη ὁ Κλαύδιος, ἱπποδρομίαν ὑπέσχετο. πάντα γὰρ τρόπον ἡ ̓Αγριππῖνα ἐκίνει ινα τῷ τε πλήθει χαρίζοιτο καὶ μόνος εσεσθαι νομίζοιτο τῆς αὐταρχίας διάδοχος. διὸ τόν τε ἱππικὸν ἀγῶνα, ῳ προσέκειντο μάλιστα, ἐποίησε τὸν Νέρωνα ὑποσχέσθαι ἐπὶ τῇ τοῦ Κλαυδίου ὑγείᾳ, ην καὶ πάνυ ἀπηύχετο· καὶ πρὸς τὴν πρᾶσιν τῶν αρτων θόρυβόν τινα γενέσθαι παρασκευάσασα, ἀνέπεισε τὸν Κλαύδιον τῷ τε δήμῳ ἐκ προγραφῆς δηλῶσαι καὶ τῇ γερουσίᾳ ἐπιστεῖλαι οτι, καν αὐτὸς ἀποθάνοι, ὁ Νέρων τὰ κοινὰ ἱκανὸς ηδη ἐστὶ διοικεῖν. καὶ ὁ μὲν πολύς τε ἐκ τούτου ην καὶ διὰ στόματος ηγετο απασι, τὸν δὲ Βρεττανικὸν συχνοὶ μὲν οὐδ' εἰ εζη ἐγίνωσκον, οἱ λοιποὶ δὲ παραπλῆγα καὶ ἐπίληπτον, ταῦτα κηρυττούσης τῆς ̓Αγριππίνης, ῳοντο. ῥαΐσαντος δὲ τοῦ Κλαυδίου τὴν ἱπποδρομίαν ὁ Νέρων μεγαλοπρεπῶς ἐπετέλεσε, καὶ τὴν ̓Οκταουίαν δὲ τότε εγημεν, ωστε καὶ ἐκ τούτου ἀνὴρ ηδη δοκεῖν. οὐδὲν δὲ ἀρκοῦν τῇ ̓Αγριππίνῃ ἐδόκει· καίτοι οσα τε ἡ Λιβία εσχε κἀκείνῃ ἐδέδοτο, καὶ αλλ' αττα πλείω ἐψήφιστο. ἡ δὲ καὶ ἰσοκρατὴς τῷ