Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
δαιμονίων διελάσῃ στίφη τῆς καθ' ἡμῶν ἀφορήτου πλεον- εξίας, ἵνα ἐκ μέσου ποιήσῃ τὴν ὀλεθροποιὸν ἁμαρτίαν, ἵνα καταργήσῃ θάνατον, καὶ τὴν τοῦ ἀνθρώπου φύσιν ἀναμορφώσῃ πρὸς τὸ ἀπ' ἀρχῆς, καὶ παραδῷ τῷ Θεῷ τὴν αὐτοῦ τε καὶ ἑαυτοῦ βασιλείαν, ὑπ' οὐδενὸς ἔτι τυραννουμένην, ἀποβάλλουσαν δὲ μᾶλλον τῆς ἑτέρων πλεονεξίας τὸν ζυγόν. 9Ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.9 Οὐκ ἠγνόησεν ὁ Πατὴρ τὸ τῶν Ἰουδαίων ἀπεσκλη- κὸς, καὶ ἀνουθέτητον φρόνημα, καὶ ὁλοτρόπως ἐκ- τετραμμένον εἰς τὸ ἐξήνιον. Προσήκαντο γὰρ οὐδαμῶς τὴν διὰ Χριστοῦ παίδευσιν, καίτοι δέον ἄγασθαι μὲν τῆς ἡμερότητος, καὶ ἀσυγκρίτου φιλανθρωπίας τὸν Λυτρωτὴν, ὑπτίαις δὲ ὥσπερ χερσὶ παραδέξασθαι τὴν φιλοτιμίαν. Ἵνα τοίνυν μὴ ἐν ἀποτεύξει σκοποῦ γενέσθαι δοκῇ τοῦ Σωτῆρος ἡμῶν οἰκονομίαν, ἅτε δὴ, καὶ ἀπολακτίσαντος τοῦ ἡγησαμένου λαοῦ, καὶ οὐ προσιεμένου, καθάπερ ἔφην, τὴν αὐτοῦ λύτρωσιν, προσεπήνεγκεν ὁ Πατὴρ, ὅτι σωτηρίας καταδείξει τρίβον, καὶ τὸ τῆς ἀληθοῦς θεογνωσίας ἐνήσει φῶς τοῖς ἐν ἀχλύϊ καὶ σκότῳ. Ἐκαλεῖτο γὰρ ὁ Ἰσραὴλ εἰς τοῦτο, Χριστοῦ λέγοντος ἐναργῶς· "6Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου."6 Καί· "6Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ ἡ σκοτία ὑμᾶς καταλάβῃ."6 Ἐπειδὴ δὲ μᾶλλον ἠγάπησαν τὸ σκότος, ἢ τὸ φῶς, κατελείφθησαν ὑπ' αὐτοῦ, καίτοι τῶν ἁγίων προφητῶν τὴν ἐν Χριστῷ χάριν αὐτοῖς προηγορευκότων. Ὁ μὲν γάρ τις ἔφη· "6Φωτίζου, φωτίζου, Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα ἐπὶ σὲ ἀνατέταλκεν. Ἰδοὺ σκότος, καὶ γνόφος καλύψει γῆν ἐπ' ἔθνη. Ἐπὶ δὲ σὲ φανήσεται Κύριος, καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται."6 Ὁ δέ τις ἕτερος· "6Καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου, ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ."6 Ἐπειδὴ δὲ, καθά φησι τὸ Γράμμα τὸ ἱερὸν, τὰ ὦτα αὐτῶν ἐβάρυναν τοῦ μὴ εἰσακοῦσαι, τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· ἐπέλαμψε τοῖς ἔθνεσιν ὁ Χριστὸς, καὶ φωτὸς τοῦ θείου 70.1052 μεμεστωμένην ἀπέφηνε τὴν ὑπ' οὐρανὸν, ὥστε τοὺς ἐξ ἠοῦς εἰς δύσιν, καὶ μέχρι τῶν περάτων τῆς γῆς ἀπόνασθαι τῆς φιλοτιμίας, καὶ καθαροῖς διανοίας ὄμ- μασι τὴν θείαν τε, καὶ ἀνωτάτω περιαθρῆσαι φύσιν, καὶ τοὺς τῆς πνευματικῆς λατρείας, αὐτῇ τε καὶ μόνῃ καθιερῶσαι τρόπους. 9Οὕτως λέγει Κύριος, ὁ ῥυσάμενός σε Θεὸς Ἰσ- ραήλ· Ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐ- τοῦ, τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν, τῶν δούλων τῶν ἀρχόντων. Βασιλεῖς ὄψονται αὐτὸν, καὶ ἀναστήσονται ἄρχοντες, καὶ προσκυνήσουσιν αὐτῷ ἕνεκεν Κυρίου, ὅτι πιστός ἐστιν ὁ ἅγιος Ἰσραὴλ, καὶ ἐξελεξάμην σε. Οὕτως λέγει Κύριος· Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σω- τηρίας ἐβοήθησά σοι.9 Ὅσης ἠξίωσε φειδοῦς τοὺς διὰ Χριστοῦ κεκλημέ- νους ὁ Θεὸς καὶ Πατὴρ, κἀντεῦθεν ἂν μάθοις. Μυστ- αγωγεῖ γὰρ αὐτοὺς, καὶ τὸ βαθὺ, καὶ μέγα τῆς ἐνανθρωπήσεως ἐκκαλύπτει μυστήριον, οὐκ ἐῶν πε- ριθραύεσθαί τινας τῷ λίθῳ τοῦ προσκόμματος, καὶ προσπταίειν ἐξ ἀβουλίας τῇ πέτρᾳ τοῦ σκανδάλου. Συνετρίβη γὰρ οὕτως ὁ ἀπόπληκτος Ἰσραήλ. Τί δὴ οὖν ἄρα φησίν; Ἐγὼ ὁ ῥυσάμενός σε Θεὸς, οὕτω φημὶ πρὸς σέ· Ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ, τοῦτ' ἔστι, σεπτὸν, καὶ ἅγιον ἡγήσασθε, καὶ ποιεῖσθαι σπουδάσατε τὸν τὴν ἑαυτοῦ ψυχὴν ἐκφαυλίσαντα, τοῦτ' ἔστιν, ἐξευτελίσαντα. Γεγονὼς γὰρ ἄνθρωπος ὁ Θεὸς, καὶ μονογενὴς τοῦ Θεοῦ Λόγος, τέθεικεν ὑπὲρ ἡμῶν τὴν ἰδίαν ψυχὴν, εἵλετό τε παθεῖν δι' ἡμᾶς τὸν κατὰ σάρκα θάνατον, οὐδὲν ὑπομείνας εἰς ἰδίαν φύσιν. Αὐτὸς γὰρ ὡς ἐπέκεινα τοῦ παθεῖν ὑπάρχων ὡς Θεὸς, πλὴν οὕτως εἴπω παρέῤῥιψεν αὐτὴν, καὶ τοῦτο ὑπὲρ ἁμαρτωλῶν. Ὃ δὴ καὶ τεθαύμακεν ὁ πάνσοφος Παῦ- λος. Ἔφη γὰρ, ὅτι "6Συνίστησι τὴν ἑαυτοῦ ἀγάπην ὁ Θεὸς εἰς ἡμᾶς· ἔτι γὰρ ὄντων ἡμῶν ἁμαρτωλῶν κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανεν."6 Αὐτὸς δέ που ὁ Χρι- στός φησί που· "6Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν ἑαυτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων."6 Τέθεικε τοίνυν αὐτὴν ὑπὲρ ἡμῶν, τῷ γὰρ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, καὶ αὐτὸς ἐμαλακίσθη διὰ τὰς ἀνομίας ἡμῶν, καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν παρεδόθη. Ἁγιαζέσθω οὖν, φησὶ,