387
ἐλπίδας ἔχειν· Φεραὶ δὲ εἰ ἀμεληθεῖσαι ὑπὸ Κράλην γένοιντο, αὐτάς τε ἀνασώζεσθαι ἐλπὶς οὐκέτι οὐδεμία, καὶ τὰς ἄλλας τῆς Μακεδονίας πόλεις ὥσπερ μεθόριον κειμένη τῆς ἄλλης ἀρχῆς Ῥωμαίων διατέμνει. ἃ χρὴ συνορᾷν καὶ μὴ ἀδήλων ἕνεκα τὰ πρόδηλα προΐεσθαι καλά.» τοιαῦτα μὲν ὁ βασιλεὺς ἐπ' ἐκκλησίας συνεβούλευε, καὶ ἐπείθοντο οἱ πλεῖστοι Ῥωμαίων τῶν ἐν τέλει. Ἀμοὺρ δὲ μετὰ Σουλιμὰν καὶ τῶν ἄλλων Περσῶν ἀντεῖπον φανερῶς, οὐ λυσιτελοῦντα εἰπόντες βασιλέα βεβουλεῦσθαι, λόγων ἡκόντων περὶ Βυζαντίου, καὶ τοσαύτης ἐλπίδος ὑποφαινομένης, ἐκείνων μὲν ἀμελεῖν, πρὸς ἕτερον 2.549 δέ τι τρέπεσθαι, κἂν πάνυ τῶν βελτίστων ᾖ. οὐ γὰρ περὶ μιᾶς καὶ δύο πόλεων τὴν διαφορὰν αὐτῷ πρὸς τοὺς ἄλλους Ῥωμαίους εἶναι, ἀλλὰ κοινῇ περὶ συμπάσης τῆς ἀρχῆς, ἧς ὡσπερεὶ κεφάλαιόν ἐστι Βυζάντιον· κἂν μὴ ἐκείνου περιγένηται, οὐδέποτε βεβαίως τὴν ἡγεμονίαν ἕξειν. Φεραὶ δὲ εἰ νῦν προσχωρήσουσι Τριβαλοῖς, οὐ μακρῷ ὕστερον ἀνασωθήσονται αὐτοῖς ἐπιστρατεύσαντος καὶ αὐτοὺς ἐπαγομένου καὶ δούλους καὶ συμμάχους. οἱ μὲν οὖν Περσῶν ἄρχοντες τοιαῦτά τε ἀντεῖπον καὶ ἐδέοντο βασιλέως σφίσι πείθεσθαι· ἅμα δὲ καὶ ὥρμητο ἡ στρατιὰ ἀναζευγνύειν. βασιλεὺς δὲ ἐπεὶ ἑώρα πράττειν ἑτέρως ἀδυνάτως ἔχων, ἐπέτρεπε τὴν ἐς Βυζάντιον ἐπάνοδον. ἐπεὶ δὲ ἧκον, τούς τε δεσμώτας εὗρον ἀποτεθνηκότας καὶ τὰ ἄλλα πράγματα ἐν ἡσυχίᾳ. μετὰ γὰρ τὴν μεγάλου δουκὸς τελευτὴν, ἐπὶ δύο καὶ τρισὶν ἡμέραις ταραχῆς καὶ συγχύσεως γεγενημένης, ἔπειτα ἠρέμει, Ἰσαακίου τοῦ πανυπερσεβάστου τὴν ἀρχὴν τῶν ὅλων διαδεξαμένου, συνάρχοντος αὐτῷ καὶ Κιννάμου τοῦ μυστικοῦ, καὶ πάντα ἔπραττον αὐτοὶ, καὶ πατριάρχου ὥσπερ πρότερον συμμετέχοντος τῆς διοικήσεως. μετὰ δὲ τὴν μεγάλου τελευτὴν δουκὸς, ἡ γυνὴ τὸν πλοῦτον πάντα ἔχουσα ὄντα οὐκ ὀλίγον, συνειδυίας καὶ τῆς βασιλίδος καὶ μηδὲν περὶ τῶν χρημάτων ἐνοχλούσης, ἀνεχώρησεν εἰς Ἐπιβάτας. ἐλέγετο δὲ πρὸ τῆς τελευτῆς μικρὸν, πάντα ὅσα εἶχεν ὁπουδήποτε, εἰς Βυζάντιον ἀγαγεῖν· σκοπὸς δὲ ἦν αὐτῷ, ὡς βασιλίδι τὸν πλοῦτον 2.550 ποιήσας δῆλον, ὃν ὑπὲρ αὐτῆς καὶ τέκνων ἀναλώσει, οὕτω πείθειν αὐτὴν θυγατέρα τὴν ἐκείνου βασιλεῖ προσαρμόζειν τῷ υἱῷ. βασιλεὺς δὲ ὁ Καντακουζηνὸς, ἐπεὶ ἐκ Βυζαντίου οὐδὲν ἀπήντα κατ' ἐλπίδας, οὐ μετρίως ἠνιᾶτο καὶ τοὺς ἄρχοντας Περσῶν καὶ τοὺς ἐν τέλει ἐν αἰτίαις εἶχεν, ὅτι διὰ τὴν αὐτῶν ἀβουλίαν καὶ μικροψυχίαν Φερῶν τε καὶ τῶν κατὰ Μακεδονίαν πόλεων ἀποστεροῖτο. ὑπώπτευε γὰρ μετὰ τὴν ἐκείνων ἀναχώρησιν ῥᾳδίως παραστήσεσθαι τὸν Κράλην, ἀπειρηκυίας ἤδη πρὸς τὴν ἐκ βασιλέως ἐπικουρίαν, καὶ παρῄνει τοῖς ἄρχουσι Περσῶν, αὖθις εἶναι δέον εἰς Μακεδονίαν ἀναστρέφειν. συνορῶντες δὲ ἤδη καὶ αὐτοὶ, ὡς ἐκ Βυζαντίου μὲν οὐδὲν ἔσται πλέον, ἅπαντα γὰρ ἤδη ἐν τάξει ἦσαν, καὶ οὐδὲν ἔνδον ἐταράττετο, λυσιτελοίη δὲ αὖθις πρὸς Μακεδονίαν συνεκστρατεύειν βασιλεῖ, ἐπείθοντο ἀνιωμένῳ διὰ τὴν ἐπάνοδον. καὶ ἐπεὶ ἐδέδοκτο πρὸς τὴν ἑσπέραν αὖθις ἐκστρατεύειν, εἰς Ἀπάμειαν ἐστρατοπεδεύσαντο ἐλθόντες. ἐστρατοπεδευμένοις δὲ ἐκεῖ ὁ τοῦ Σαρχάνη υἱὸς Σουλιμὰν ἀθρόον ὑπὸ λαυροτάτων κατεσχέθη πυρετῶν· οἱ περὶ αὐτὸν δὲ ἀκροτάτως χρησάμενοι ψυχρᾷ διαίτῃ, εἰς τοὐναντίον περιέστησαν τὸ νόσημα, καὶ τῶν πυρετῶν ἐπιλειπόντων, ἄκρως καταψυχθεὶς, ἔμελλεν ἐκλείπειν ὑπὸ συγκοπῆς, τοῦ περικαρδίου αἵματος οὐκ ἐξαρκοῦντος ἀντέχειν πρὸς τὴν νέκρωσιν. Ἀμοὺρ δὲ τῆς αἰτίας στοχαζόμενος τοῦ κινδύνου, ἀντέπραττεν ὅσα ἐξῆν πρὸς τὸ κακόν. θηριακήν τε γὰρ πα 2.551 ρείχετο πίνειν καὶ ἄκρατον οἶνον παλαιόν. τῶν πυρετῶν δὲ αὖθις ἰσχὺν λαβόντων, οἱ περὶ Σουλιμὰν ἐχρῶντο τοῖς προτέροις αὖθις, ἀπειρίαν πολλὴν Ἀμοὺρ κατεγνωκότες· νεκρωθείσης δὲ αὖθις τῆς καρδίας, ἀπέθανε παραχρῆμα. οἱ δὲ περὶ ἐκεῖνον οὐκ αὐτοὺς τοῦ θανάτου ᾤοντο αἰτίους εἶναι, ἀλλὰ Ἀμοὺρ κατηγόρουν φανερῶς, ὡς ἀπεκτονότος δηλητηρίῳ, ἡνίκα παρείχετο τὸν οἶνον. ἃ πυθόμενος ὁ Ἀμοὺρ ἔδεισε περὶ τῆς ἀρχῆς, μὴ Σαρχάνης ὁ πατὴρ περὶ τῆς τελευτῆς πυθόμενος τοῦ υἱοῦ καὶ πιστεύσας τῇ διαβολῇ, ὡς παρ'