387
Κλαυδίῳ αντικρυς ὀνομάζεσθαι ηθελε. καί ποτε πολλοῦ τὴν πόλιν ἐπινεμομένου πυρός, πρὸς τὴν ἐπικουρίαν ἐκείνῳ συμπαρεγένετο. 3.35 ̔Ο γοῦν Κλαύδιος ἀχθόμενος τοῖς δρωμένοις τοῖς τέως εἰς γνῶσιν ἰοῦσιν αὐτῷ, καὶ τῷ Βρεττανικῷ ὁπότε ἐντύχοι φιλοφρόνως συγγινόμενος, οὐκ ηνεγκε τὰ γινόμενα, ἀλλ' ἐκείνην τε καταλῦσαι καὶ τὸν υἱὸν ἐς τοὺς ἐφήβους εἰσαγαγεῖν καὶ διάδοχον ἀποδεῖξαι παρεσκευάζετο. γνοῦσα δὲ ταῦτα ἡ ̓Αγριππῖνα προκαταλαβεῖν αὐτὸν φαρμάκῳ πρίν τι τοιοῦτον πραχθῆναι ἐσπούδασεν. ὡς δ' ἐκεῖνο οὐδὲν ὑπό τε τοῦ οινου, ον πολὺν ἀεὶ ὁ Κλαύδιος επινεν, ἐξειργάσατο, καὶ ὑπὸ τῆς αλλης διαίτης, ῃ πάντες ἐπίπαν οἱ τὸ κράτος εχοντες χρῶνται πρὸς φυλακὴν ἑαυτῶν, Λουκούσταν φαρμακίδα τινὰ περιβόητον ἐπ' αὐτῷ τούτῳ νέον ἑαλωκυῖαν μετεπέμψατο· καί τι φάρμακον ετερον αφυκτον σκευάσασα δι' αὐτῆς, εἰς ενια τῶν καλουμένων μυκήτων ἐνέβαλε, καὶ αὐτὴ μὲν ἐκ τῶν αλλων ησθιεν, ἐκεῖνον δὲ ἐκ τοῦ τὸ φάρμακον εχοντος, οντος μεγίστου τε καὶ καλλίστου, φαγεῖν παρεσκεύασε. καὶ ὁ μὲν ουτως ἐπιβουλευθείς, ὡς ὑπερκορὴς σφόδρα τῇ μέθῃ γενόμενος, οπερ καὶ αλλοτε πολλάκις ἐγένετο, ἐκ τοῦ συμποσίου ἐξεκομίσθη· κατεργασθεὶς δὲ τῷ φαρμάκῳ μετήλλαξε διὰ τῆς νυκτὸς μήτ' εἰπεῖν μήτ' ἀκοῦσαί τι δυνηθείς, ζήσας ετη ἐπὶ τρισὶν ἑξήκοντα καὶ μῆνας δύο καὶ ἡμέρας τρισκαίδεκα, αὐταρχήσας δ' ἐνιαυτοὺς δεκατρεῖς μῆνάς τε ὀκτὼ καὶ ἡμέρας εικοσι. Ταῦτα δὲ ἡ ̓Αγριππῖνα πεποίηκε τὸν Νάρκισσον εἰς Καμπανίαν προπέμψασα, ὡς τοῖς υδασιν ἐκεῖ πρὸς τὴν ποδάγραν χρησόμενον· οὐ γάρ ποτε παρόντος ἐκείνου τοιοῦτόν τι δεδρακέναι ισχυσεν αν· τοιοῦτος τοῦ δεσπότου φύλαξ ἐτύγχανε. θανόντος δὲ τοῦ Κλαυδίου καὶ αὐτὸς εὐθὺς διεφθάρη, μέγιστον δυνηθείς. πρὸ δὲ τοῦ σφαγῆναι εργον λαμπρὸν 3.36 διεπράξατο. τὰ γὰρ γράμματα τοῦ Κλαυδίου οσα ἀπόρρητα κατά τε τῆς ̓Αγριππίνης καὶ καθ' ἑτέρων τινῶν εχων, οια τὰς ἐπιστολὰς αὐτοῦ διοικῶν, απαντα προκατέκαυσεν. ἐσφάγη δὲ παρὰ τῷ τῆς Μεσσαλίνης μνημείῳ, οπερ ἐκ συντυχίας συνενεχθὲν εδοξεν εἰς τὴν ἐκείνης τιμωρίαν γενέσθαι. ωφθη μέντοι κομήτης ἀστὴρ ἐπὶ πλεῖστον, καὶ ψεκὰς αἱματώδης καὶ σκηπτὸς ἐς τὸ δορυφορικὸν σημεῖον ἐνέπεσε, καὶ ετερ' αττα συνέπεσεν α σημεῖα τῆς Κλαυδίου τελευτῆς ἐλογίσθησαν. Τούτου γοῦν βασιλεύοντος καὶ Θευδᾶς ἐγένετο, ου καὶ ὁ θεῖος Λουκᾶς ἐν ταῖς Πράξεσι μέμνηται, καὶ ὁ ̓Ιώσηπος ἐν τῷ ἐννεακαιδεκάτῳ λόγῳ τῆς ̓Αρχαιολογίας ἱστορεῖ γόητα αὐτὸν οντα πολλοὺς ἀπατῆσαι, εως Φάδος ὁ τῆς ̓Ιουδαίας ἐπίτροπος ιλην ἱππέων πέμψας πολλοὺς τῶν περὶ αὐτὸν ἀνεῖλε, πολλοὺς δ' ἐζώγρησε, καὶ αὐτοῦ δὲ τοῦ Θευδᾶ ζωγρηθέντος τὴν κάραν ἀπέτεμε. Καὶ Σίμων δ' ὁ μάγος ἐπὶ τούτου τοῦ βασιλέως τῇ ̔Ρώμῃ ἐπιδημήσας πολλοὺς τῶν τὴν ̔Ρώμην οἰκούντων γοητείαις ἠπάτησε καὶ ἐσφετερίσατο. δηλοῖ δὲ τοῦτο ̓Ιουστῖνος ὁ φιλόσοφός τε καὶ μάρτυς ἐν τῇ πρὸς ̓Αντωνῖνον ὑπὲρ τοῦ καθ' ἡμᾶς δόγματος ἀπολογίᾳ γράφων ταῦτα "καὶ μετὰ τὴν ἀνάληψιν τοῦ κυρίου εἰς οὐρανὸν προεβάλλοντο οἱ δαίμονες ἀνθρώπους τινὰς λέγοντας ἑαυτοὺς ειναι θεούς, οι οὐ 3.37 μόνον οὐκ ἐδιώχθησαν ὑφ' ὑμῶν, ἀλλὰ καὶ τιμῆς ἠξιώθησαν· ων εις καὶ Σίμων ὁ Σαμαρεὺς ὁ ἀπὸ κώμης Γιττῶν, ος ἐπὶ Κλαυδίου Καίσαρος διὰ τῆς τῶν δαιμόνων ἐνεργείας δυνάμεις μαγικὰς ποιήσας ἐν τῇ πόλει ὑμῶν τῇ βασιλίδι ̔Ρώμῃ θεὸς ἐνομίσθη καὶ ἀνδριάντι παρ' ὑμῖν τετίμηται ἐν τῷ Τιβέριδι ποταμῷ μεταξὺ τῶν δύο γεφυρῶν ἱσταμένῳ, γράμμασιν ἐπιγεγραμμένῳ ̔Ρωμαϊκοῖς Σίμωνι δέῳ σάγκτῳ·" οπερ ἐξελληνιζόμενον Σίμωνι θεῷ ἁγίῳ δηλοῖ. Καὶ ὁ Πέτρος δὲ ἐπὶ Κλαυδίου πρῶτον ἐπεδήμησε τῇ ̔Ρώμῃ, τὸ σωτήριον κήρυγμα ἐγκατασπείρων αὐτῇ καὶ τῷ φωτὶ τῆς ἀληθείας καταυγάζων τὰς διανοίας τῶν ἐν αὐτῇ, ὡς καὶ πολλοὺς πιστεῦσαι τὼν ̔Ρωμαίων καὶ ουτως ἁλῶναι τῇ διδασκαλίᾳ τοῦ κορυφαίου τῶν ἀποστόλων ὡς μηδὲ τοῖς λόγοις αὐτοῦ ἀρκεσθῆναι μόνοις, παρακλήσεσι δὲ καὶ πρὸς Μάρκον χρήσασθαι τὸν ἀπόστολον ὀπαδὸν οντα Πέτρου, εγγραφον αὐτοῖς τῆς τοῦ κορυφαίου διδασκαλίας ἐκθέσθαι ὑπόμνηνα, καὶ αὐτοὺς αἰτίους γενέσθαι τῆς τοῦ κατὰ Μάρκον εὐαγγελίου συγγραφῆς. ουτω ταῦτα ἱστορεῖ