φύσιν καὶ χαῦνος ὑπάρχων ἀνὴρ χρείας ἡστινοσοῦν, εἰληφὼς ὁτουδήποτε μάχαιραν τῆς οἰκείας δυνάμεως ὑπερτέραν, ἔπειτα μὴ δυνάμενος ἄλλοθεν, ἐκ τῶν οἰκείων σαρκῶν ὠμοβόρον ἑαυτῷ παρετίθει τράπεζαν, αὐτὸς ἑαυτὸν ἑστιῶν μοχθηρῶς, κἀκ τοιούτων φιλοφρονούμενος πόνων, ἑστιάτωρ καὶ δαιτυμὼν ἐν ταὐτῷ γινόμενος αὐτὸς ἑαυτῷ, ὥς γε εἴρηταί τε καὶ εἰρήσεται. ὑπὲρ γὰρ ὧν ἠπείγετο, τούτων ἐκπέπτωκε· καθ' ὧν δ' ἐπόνει, τούτοις δ' ἔλαθεν ἄθυρμα γεγονὼς προφανές· ἀμφοῖν, οἰήσεως ἅμα καὶ ἀμαθίας, 2.1088 ἑκατέροιν ἐκείνοιν αὐτῷ γενομένοιν αἰτίοιν. (ʹ.) Πλωτίνου τοίνυν ἀκουσώμεθα πρώτως, περὶ οὐσίας καὶ ἐνεργείας θεοῦ τάδε διεξιόντος. "1εἰ ὑποθοῖτό τις (φησὶν) ἑλέσθαι τὸν θεὸν ἀλλάξασθαι τὴν ἑαυτοῦ φύσιν, μήτ' ἂν ἄλλο τι γενέσθαι βουληθῆναι, μήτ' ἂν ἑαυτῷ μέμψασθαι, ὡς ὑπ' ἀνάγκης τοῦτο ἦν. ἔστι γὰρ ὄντως ἡ ἀγαθοῦ φύσις θέλησις αὐτοῦ· ὅτι μηδὲν ἦν ἄλλο, ἵνα πρὸς ἐκεῖνο λεχθῇ. εἰ μὲν οὖν εἴη τις ἐνέργεια ἐν αὐτῷ, καὶ τῇ ἐνεργείᾳ θείημεν αὐτὸν, οὐδ' ἂν διὰ τοῦτο εἴη ἕτερος αὐτοῦ, καὶ οὐκ αὐτὸς αὐτοῦ κύριος, ἀφ' οὗ ἡ ἐνέργεια· ὅτι μὴ ἕτερον ἐνέργεια καὶ αὐτός. ἐπεὶ γὰρ οὐσία καὶ ἐνέργεια ἐκεῖ ἐλέγετο, δύο πως ὄντα, ἐκ τῆς ἐνεργείας ἐδίδου τὴν ἔννοιαν τοῦ κυρίου· τοῦτο δ' ἦν τῇ οὐσίᾳ ταὐτόν. διὰ τοῦτο καὶ οὐ χωρὶς ἐγένετο τὸ κύριον εἶναι, ἀλλ' αὐτὸ ἑαυτοῦ κύριον ἐλέγετο. οὐ γὰρ δύο ὡς ἓν, ἀλλ' ἕν. ἢ γὰρ ἐνέργεια μόνον, ἢ οὐδ' ὅλως ἐνέργεια. εἰ δ' οὐσίαν ἄνευ ἐνεργείας τις λέγοι, ἐλλιπὴς ἡ ἀρχὴ καὶ ἀτελὴς ἡ τελειοτάτη πασῶν ἔσται. καὶ εἰ προσθείη ἐνέργειαν, οὐχ ἓν τηρεῖ, ἀλλ' ἠλάττωσε τῇ προσθήκῃ. εἰ οὖν τελειότερον ἡ ἐνέργεια τῆς οὐσίας, τελειότερον δὲ τὸ πρῶτον, πρῶτον ἂν ἐνέργεια εἴη. ἐνέργεια δὲ, οὐ δουλεύουσα οὐσίᾳ, καθαρῶς ἐστιν ἐλευθέρα. καὶ οὕτως αὐτὸς παρ' αὑτοῦ ὁ θεὸς, εἴτ' οὐσίαν εἴποις, εἴτ' ἐνέργειαν. οὐ γὰρ δύο, ἀλλ' ἕν. πῶς γὰρ ἂν εἴη βούλησις ἐξ οὐ 2.1089 σίας ἀνενεργήτου; οὐχ ἕτερον ἄρα τῆς οὐσίας οὐδέν. φύσις οὖν ἁπλῆ, καὶ ἐνέργεια μία, καὶ οὐδὲ τὸ δυνάμει ἔχουσα ἄλλο, ἄλλο δὲ τὸ ἐνεργεῖν, πῶς οὐκ ἐλευθέρα; οὐδὲ γὰρ πεφυκέναι λέγοιτ' ἂν ἐνεργεῖν, ἄλλης οὔσης τῆς οὐσίας, καὶ τῆς ἐνεργείας ἄλλης."2 (Ζ.) Φησὶ δὲ καὶ Ἀριστοτέλης, ὅτι "1τὸ ἐξ ἀνάγκης ὂν κατ' ἐνέργειάν ἐστι καὶ ἀΐδιον καὶ χωρὶς δυνάμεως, εἴτουν αὐτοενέργεια καὶ πρώτη οὐσία."2 καὶ ἀλλαχοῦ· "1ἕκαστον τῶν ὄντων, ὧν ἔργον τί ἐστιν, ἤτοι ἐνέργεια, ἕνεκα τοῦ ἔργου αὐτοῦ ἐστι. θεοῦ δ' ἐνέργειά ἐστιν ἀθανασία, ὅπερ ἐστὶ ταὐτὸν εἰπεῖν ζωὴ ἀΐδιος· ὥστε ἀνάγκη τὸν θεὸν κίνησιν ἀΐδιον ὑπάρχειν, εἴτουν ἐνέργειαν."2 Ὁρᾷς τὰς μαρτυρίας, σὺν ἐπιστήμης εὐροίᾳ προενεχθείσας, καὶ ὅσην αὐτόχρημα τοῖς περὶ θεοῦ λεγομένοις πρὸς τῶν σοφῶν διδασκάλων ἡμῶν καὶ φωστήρων τῆς ἐκκλησίας τὴν συμφωνίαν ἔχουσιν· ὡς ταὐτὸν ἐπὶ θεοῦ σαφῶς οὐσία τε καὶ ἐνέργεια, μηδὲν οὐδαμῶς διαφέροντα· καθάπερ καὶ ἡμῖν ἀνωτέρω λαβοῦσιν εἰς μῆκος ἐκτέθειται· Ἀθανασίου φημὶ, Βασιλείου, Κυρίλλου, καὶ Θεοδώρου, τοῦ τὴν Εἰκονομαχίαν ἐλάσαντος σοφωτάτοις ἐκ μέσου λόγοις, ὡς Ἀθηναῖοι πάλαι τὸ Κυλώνιον ἅγος ἐξ Ἀθηνῶν. τότε μὲν γὰρ ἐγὼ τῶν ἁγίων ἐκείνων βίβλους σχὼν ἀνὰ χεῖρας ὑπ' ὄψιν ἦγον λαμπρὰν τὰ λεγόμενα· ἐνταυθοῖ δ' οὐ παρέθηκα, περιττὸν ἡγησάμενος πανταχοῦ τὴν ὁμοίαν ἔκθεσιν δρᾷν. εἶναι γὰρ τοῖς βουληθεῖσι ῥᾴδιον, ἀναδραμοῦσι μικρὸν τῆς ἡμῶν ταυ 2.1090 τησὶ διάστημα συγγραφῆς, ἐντυχεῖν· εἰς πλάτος ἡμῖν εἰρημένου αὐτοῖς, ἔνθα λαληθέντα τε καὶ πραχθέντα παρὰ τὴν λῃστρικὴν ἡμῖν ἐκείνην ἐκτέθειται σύνοδον. ἀλλ' ἐπιλείψει με (εἶπον) τὰ παραπλήσια κομίζειν ὁ χρόνος ἐθέλοντα. (Η.) Ὅμως καὶ ἐπεὶ τὴν εἰκόνα θεοῦ φασιν οἱ θεῖοι πατέρες τὸν νοῦν, πολλαχῆ δὲ καὶ νοῦν καλοῦσιν αὐτὸν, καὶ πρό γε τῶν θεοπρεπῶν ὀνομάτων ἐμάθομεν εἶναι τὸ ἓν καὶ τὸ ὂν καὶ τὸν νοῦν καὶ τὴν βούλησιν, φέρε σκεψώμεθα, τί καὶ περὶ τούτων τεχνολογοῦσιν οἱ τῆς ἡμετέρας γλώττης ἐπιστήμονες ἁρμοσταὶ καὶ παιδευταί. ἐς γὰρ τὴν αὐτὴν ἀγάγοι ἂν καὶ ταῦθ' ἡμᾶς ἐπιστημονικὴν τεχνολογίαν καὶ γνῶσιν, οἷς ἔφθημεν περί γε οὐσίας ἐκείνης, μοναδικοῦ τε καὶ ἑνιαίου. φησὶ τοίνυν εὐθὺς ὁ Πλωτῖνος αὖθις· "1τὴν τοῦ παντὸς