Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
τοῦτ' ἔστιν, ἅγιος ἡγείσθω, ἤτουν ὁμολογείσθω. Θεῷ δ' ἂν πρέποι τοῦτο, καὶ μόνῳ κυρίως τε καὶ ἰδικῶς. Εἰ γὰρ καὶ εἰσὶν ἅγιοι πολλοὶ δυνάμεις τε λογικαὶ, καὶ μὴν, καὶ ἐπὶ γῆς ἄνθρωποι, ἀλλ' οὖν ἐκ μετοχῆς τοῦ κατὰ φύσιν ἁγίου, καὶ μόνου τοῦτο ὑπάρχοντος ἀληθῶς, ἅγιοι χρηματίζουσιν. Ὥσπερ γὰρ φῶς μέν ἐστι τὸ ἀληθινὸν αὐτὸς, δέδωκε δὲ τὸ ἀξίωμα, καὶ ἑτέροις· "6Ὑμεῖς γάρ ἐστε,"6 φησὶ, "6τὸ φῶς τοῦ κό- σμου."6 Οὕτω καὶ μόνος ὢν ἅγιος ὁμοῦ τῷ Θεῷ, καὶ Πα- τρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι δίδωσιν ὡς ἐξ ἰδίου πληρώ- ματος, καὶ τοῖς μετόχοις αὐτοῦ τὸν ἁγιασμόν. Οὕτω φαμὲν, καὶ ἐν προσευχαῖς· "6Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου."6 Καὶ οὔτι πού φαμεν, ὡς προσθήκην ἁγιασμοῦ τῷ ὀνόματι τοῦ Πα- τρὸς γενέσθαι παρακαλοῦμεν· εὔηθες γὰρ κομιδῆ τὸ χρῆμά ἐστιν· εἶναι δὲ μᾶλλον παρὰ πᾶσιν ὅπερ ἐστὶν 70.1053 ἀληθῶς εὐχόμεθα, τοῦτ' ἔστιν, ἅγιον, καὶ φοβερόν· οὕτω κἀνθάδε τὸ, Ἁγιάσατε, νοητέον, κἂν εἰ πεφαύ- λικε, φησὶ, τὴν ψυχὴν αὐτοῦ, τοῦτ' ἔστι, κἂν εἴ τι τῶν ἀνθρωπίνων παθεῖν λέγεται, καὶ τὴν ἰδίαν σάρκα θανάτου γεύσασθαι παρεσκεύασε, τέθεικε δὲ τὴν ἑαυτοῦ ψυχὴν ὑπὲρ πολλῶν. Ἐπιτρέχει δὲ ὁ λόγος, καὶ διαμέμνηται καὶ ἑτέρων, ἃ δὲ γένοιτ' ἂν ἔσθ' ὅτε καὶ ἐμποδὼν τοῦ χρῆναι πιστεύειν αὐτῷ τοὺς τῆς οἰκονομίας οὐχ ὁρῶντας βάθος τοῖς γε μὴν ἀρτίφροσιν οὐδὲν ἂν ἐμποιήσαι βλάβος. Παραδοθέντα μὲν γὰρ Πιλάτῳ τὸν Ἰησοῦν, κατεβδελύττοντο τῶν στρατιωτῶν τινες, τοῦτο μὲν καταπαίοντες ἀνοσίως, τοῦτο δὲ, καὶ ἐμπτύσμασιν ἀτιμάζοντες, καὶ στεφάνῳ τῷ ἐξ ἀκαν- θῶν ὑβρίσαντες, κατακερτομοῦντές τε καὶ λέγοντες· "6Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων."6 ∆ιὰ τοῦτό φησι τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν, τῶν δούλων, τῶν ἀρχόντων. Ἕψεται δὲ πάντως καὶ τούτῳ τὸ, Ἁγιά-σατε, ἀλλ' ὅτι πέπονθε μὲν οἰκονομικῶς τὰ παρὰ τῶν ἐθνῶν ἐμπαίγματα· ἀναλάμψει δὲ μετὰ τοῦτο, καὶ δοξασθήσεται παρὰ πάντων ἐν ὑπεροχαῖς ταῖς ἀνω- τάτω, καὶ τῶν ἐν ταῖς ὑποκαθημέναις ὄντων τιμαῖς, προαγορεύει λέγων· Βασιλεῖς αὐτὸν ὄψονται, καὶ ἀναστήσονται, ἐκ τῶν τῆς βασιλείας δηλονότι θώκων. Ἄρχοντες καὶ προσκυνήσουσιν αὐτῷ. Ὄψονται δὲ οὐ τοῖς τοῦ σώματος ὀφθαλμοῖς, ἀλλὰ γὰρ ὡς ἐν περιαθρήσει νοῦ καὶ καρδίας. Ὁρῶμεν γὰρ οὕτω τὴν δόξαν Χριστοῦ. Προσκυνήσουσι δὲ αὐτῷ ἕνεκεν Κυ- ρίου, τοῦτ' ἔστιν, ἕνεκεν ἐμοῦ. ∆οξάζεται γὰρ ὡς Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ὅτι πιστός ἐστιν ὁ ἅγιος Ἰσραήλ. Τὸ δὲ πιστὸς ἐν τούτοις τὸν ἀεὶ μέ- νοντα δηλοῖ. Ἀκλόνητος γὰρ ἡ βασιλεία τοῦ Θεοῦ, καὶ Πατρός· ὁμοίως δὲ, καὶ ἡ τοῦ Υἱοῦ· οὐκ ὄντων πι- στῶν τῶν ψευδωνύμων θεῶν. Εἰσὶ γὰρ ἀρτιγενεῖς, καὶ ἀπολλύμενοι, καὶ οὐ μένοντες. Ὁ δὲ τῶν ὅλων Σωτὴρ, καὶ Κύριος πιστὸς ἀληθῶς, τοῦτ' ἔστιν, εὖ βεβηκὼς ἐν ταῖς ἰδίαις ὑπεροχαῖς, καὶ ἀκλονήτως ἔχων, καὶ αὐτὸς, ἐξελέξατο τοὺς διὰ Χριστοῦ κε- κλημένους. "6Οὓς γὰρ ἔγνω,"6 φησὶ, "6καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, τούτους καὶ ἐκάλεσεν, ἡγίασέ τε πρὸς τούτῳ, καὶ ἐδόξασεν. Ἔδει δὴ οὖν, ἔδει τοὺς ἐξειλεγμένους ἁγιάσαι τὸν φαυλί- ζοντα τὴν ψυχὴν αὐτοῦ, καὶ μὴ τοῖς τῆς ἀνθρωπότη- τος ἐνορῶντας ἀποσφαλῆναι τοῦ πρέποντος, καὶ τῆς ἐπ' αὐτῷ γνώσεως ἀκριβοῦς ἀποφέρεσθαι, συνιέντας δὲ μᾶλλον τῆς οἰκονομίας τὸ σοφὸν προσκυνεῖν αὐτῷ, διακεῖσθαι δὲ, καὶ ἀραρότως, ὅτι τοῦ πιστοῦ Κυρίου φύσει τε καὶ ἀληθῶς Υἱός ἐστι, καὶ εἰ πέφηνεν οἰ- κονομικῶς ἐν εἴδει τῷ καθ' ἡμᾶς, καὶ τὸ τῆς κενώ- σεως ὑπέδυ μέτρον. Προσδιαλέγεται δὲ τοῖς ἐξειλε- γμένοις, καί φησιν, ὅτι Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι. Προέγνωστο μὲν πρὸ καταβολῆς κόσμου Χριστὸς, καὶ τὸ αὐτοῦ μυστήριον· ἐπέλαμψε δὲ κατὰ καιροὺς οὓς ἤθελεν ὁ ∆υνάστης, καθ' οὓς ἡμῖν βεβοήθηκε, καὶ τὸν τῆς ἐν- ανθρωπήσεως καιρὸν, σωτηρίας ἡμέραν εἶναί φησιν. Οὕτω γάρ που καὶ ὁ θεσπέσιος Παῦλος· "6Ἰδοὺ νῦν,"6 70.1056 φησὶ, "6καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτη- ρίας."6 Ψάλλει δὲ καὶ ὁ προφήτης ∆αβὶδ, καί φησιν· "6Αὕτη ἡ ἡμέρα ἢν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ."6 9Καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν,