388
αὐτοῦ ἀναιρεθείη, ἐπίθηται, αὐτοῦ ἀπόντος μετὰ τῆς στρατιᾶς, καὶ ὑπαγάγηται τὰς πόλεις ἀμυνόμενος. δι' ἃ ἐδόκει δεῖν τὴν ταχίστην οἴκαδε ἀναχωρεῖν πρὶν ἔκπυστα γενέσθαι τὰ κατὰ τὸν Σουλιμάν. Ἀμοὺρ μὲν οὖν ἐκ τοιαύτης αἰτίας αὖθις εἰς Ἰωνίαν ἀπεχώρει, καίτοι γνώμην ἔχων, ἄχρις ἂν ὁ πόλεμος καταλυθῇ, συνέσεσθαι τῷ βασιλεῖ. καὶ μόλις ἔπειθε Σαρχάνην, πίστεις μεγάλας παρεχόμενος, ὡς οὐδὲν αὐτὸς περὶ τὸν υἱὸν ἐκείνου κακουργήσειεν, ἀλλὰ συκοφαντοῖτο ὑπὸ τῶν εἰπόντων. βασιλεὺς δὲ εἰς ∆ιδυμότειχον ἧκεν, ἀνιώμενος πολλὰ περὶ Φερῶν καὶ τῶν ἄλλων τῶν κατὰ Μακεδονίαν πόλεων. ἐδεδίει γὰρ, μὴ ἁλῶσι Τριβαλοῖς, ὅπερ δὴ ἐγένετο ὀλίγῳ ὕστερον. ἐπεὶ γὰρ ἐπύθετο ὁ Κράλης εἰς τὴν ἕω διαβὰν τὸ Περσικὸν, αὖθις ἐπιθέμενος Φεραῖς, εἷλε, τῶν τὰ ἐκείνου ᾑρημένων ἔνδον πραξάντων, ὡς ἐλάβοντο καιροῦ. καὶ μετὰ τοῦτο ἐκεῖνος ἤδη μέγα φρονῶν καὶ τοῦ πλείονος μέρους τῆς Ῥωμαίων ἀρχῆς 2.552 ἐπειλημμένος, βασιλέα ἑαυτὸν ἀνηγόρευε Ῥωμαίων καὶ Τριβαλῶν, τῷ δὲ υἱῷ τὴν τοῦ Κράλη παρείχετο προσηγορίαν. ʹ. Βατάτζης δὲ ὁ μέγας στρατοπεδάρχης, ὑπὸ βασιλέως καταλελειμμένος μετὰ στρατιᾶς, ὥστε κατατρέχειν Βυζάντιον καὶ κακοῦν, πρῶτα μὲν ἐποίει κακῶς τὴν χώραν καὶ ἐληΐζετο συχναῖς ἐφόδοις· ἐπιστρατευσάντων δὲ αὐτῷ τῶν Βυζαντίων, ὧν ἐστρατήγει Ἀπλησφάρης, ἐνίκησε συμβαλὼν καὶ ζῶντάς τε ἐκράτησε πολλοὺς καὶ ἀπέκτεινε κατὰ τὴν μάχην, ἑάλω δὲ καὶ ὁ στρατηγός. μετὰ δὲ τὴν Βυζαντίων ἧτταν ὁ Βατάτζης οἰηθεὶς, εἰ προσχωρήσει βασιλίδι, πρῶτος ἔσεσθαι αὐτὸς καὶ πάντων βεβαίως ἄρξειν, τῶν ἄλλων περὶ μάχας καὶ πολέμους οὐδενὸς ἀξίων ὄντων, ἄλλως θ' ὅτι καὶ πατριάρχης κατὰ γένος αὐτῷ προσήκων, τὴν γὰρ ἐκείνου θυγατέρα ὁ Βατάτζη ἔγημεν υἱὸς, πρὸς τὴν ἀρχὴν αὐτῷ μάλιστα συμπράξειε, πέμψας πρὸς βασιλίδα διελέγετο περὶ συμβάσεων, καὶ ἐπηγγέλλετο Καντακουζηνῷ τῷ βασιλεῖ ἀντιτάξεσθαι, αὐτὸς δυνάμενος ἐκ Περσῶν στρατιὰν ἐπ' ἐκεῖνον ἀγαγεῖν. ἦν γὰρ πρός τινας τῶν σατραπῶν φιλίαν ἔχων τῷ τε τὴν φωνὴν αὐτῶν εἰδέναι καὶ διαλέγεσθαι Περσιστὶ, ἄλλως θ' ὅτι καὶ βασιλεὺς παρὰ τὸν τοῦ πολέμου χρόνον διὰ ταύτην τὴν αἰτίαν τοῖς Πέρσαις ἐκέλευεν ἀεὶ συνεῖναι· ἐξ ὧν ἐγίνετο ἐν συνηθείᾳ πρὸς αὐτούς. ἡ βασιλὶς δὲ ἀσμένως τε ἐδέξατο τὸν λόγον καὶ πάντα προ 2.553 θύμως ἐπηγγέλλετο ποιήσειν, ὅσα ὁ Βατάτζης ᾔτει· περὶ πλείστου γὰρ ἐποιεῖτο τὸ τοὺς ἀνθισταμένους εἶναι βασιλεῖ. ἐξεφόβουν γὰρ κατάκρας πατριάρχης τε καὶ οἱ ἄλλοι τῶν πραγμάτων ἄρχοντες, πολλὰ καταψευδόμενοι βασιλέως, καὶ ἔπειθον ἐκείνην, ὡς, εἰ τρόπῳ δή τινι Βυζάντιον ἐκεῖνος ὑποποιήσαιτο, αὐτὴν αὐτίκα καὶ παῖδας ἀποκτενεῖ τῶν ὕβρεων ἕνεκα καὶ τῶν ἄλλων κακῶν τῶν εἰς ἐκεῖνον καὶ τοὺς συγγενεῖς γεγενημένων ἀμυνόμενος. διὸ πρὸς τὴν εἰρήνην ἤδη καὶ αὐτὴ ὑπὸ δειλίας ἀσυμβάτως εἶχε, καίτοι βασιλέως ἀεὶ δεομένου καὶ γράμματα πατριάρχῃ περὶ τῆς εἰρήνης πέμποντος, ἃ οἱ ἄγοντες παρὰ τὸν τοῦ πατριάρχου θρόνον ἢ ἄλλοθί που, ἔνθα μάλιστα οὐκ ἐνῆν λαθεῖν, λάθρα ἔῤῥιπτον ἐρχόμενοι· ἐδεδίεσαν γὰρ φανερῶς παρέχεσθαι, οὐχ ἡμέρους ἀμοιβὰς δεχόμενοι τῶν πρεσβειῶν, κἂν ἐκεῖνος τἀναντία ἔπραττεν ἀεὶ, τὸν πόλεμον ὡς μάλιστα ἐνῆν ἀνάπτων. Βατάτζης μὲν οὖν ἐλπίδων οὕτω μεγάλων ἕνεκα πολεμεῖν αὖθις ᾑρεῖτο βασιλεῖ, καὶ πρὸς τὸν Λυδίας σατράπην πέμψας, ᾔτει κατὰ συμμαχίαν στρατιάν. βασιλεὺς δὲ ἐπεὶ τὰ κατὰ Βατάτζην οὐκ ἠγνόει, πολλῶν ἀπαγγελλόντων, Καλόθετον τὸν πρωτοσέβαστον πέμψας, κατηγόρει τὴν ἀγνωμοσύνην καὶ τὴν ἀποστασίαν, ἐπεχείρει τε πείθειν, μὴ τοιαῦτα κακουργεῖν, ἀλλὰ τηρεῖν τοὺς ὅρκους τοὺς πρὸς αὐτὸν καὶ τὰς συνθήκας, ἥκειν τε πρὸς αὐτὸν ἐκέλευεν, ὡς πάντα πράξων, ὧν ἂν δέοιτο. Βατάτζης δὲ ἀπηγόρευε τὸ νῦν ἔχον 2.554 ἥκειν πρὸς αὐτόν· δεδοικέναι γὰρ ἀπερισκέπτως οὕτω καὶ χωρὶς ὅρκων πρὸς αὐτὸν ἐλθεῖν· οὐδὲ γὰρ ἐξηρνεῖτο τὸ τῇ βασιλίδι περὶ τοῦ προσχωρεῖν αὐτῇ διαλεχθῆναι, μετὰ μικρὸν δὲ ἐπηγγέλλετο πρὸς βασιλέα πέμψειν, ὅρκους αἰτήσων ἀμνηστίας περὶ τῆς ἀποστασίας. ταῦτα δὲ σκήψεις καὶ προφάσεις ἦσαν· ἀλλὰ τὴν ἐκ Λυδίας