388
ὁ Εὐσέβιος. Καὶ Κλαύδιος μὲν ον ειρηται τρόπον ἐξ ἀνθρώπων ἐγένετο, τὴν δ' ἡγεμονίαν ὁ Νέρων ἐσφετερίσατο τῆς ̓Αγριππίνης σπουδῇ, υἱὸς αὐτῆς ων καὶ εἰσποιητὸς παῖς τῷ Κλαυδίῳ γενόμενος, τῶν τε διαθηκῶν τοῦ Κλαυδίου ἀφανισθεισῶν καὶ τοῦ Βρεττανικοῦ παρηγκωνισμένου, ος γνήσιος ην τοῦ τεθνεῶτος υἱός, ἐν παιδικῇ ετι τυγχάνων τῇ ἡλικίᾳ. τοῦ Νέρωνος δὲ αὐτοκράτορος καὶ Αὐγούστου ὑπό 3.38 τε τῆς βουλῆς καὶ τῆς στρατιᾶς ἀναγορευθέντος ἡ ̓Αγριππῖνα πάντα τὰ τῇ ἀρχῇ προσήκοντα διῴκει τῷ ἐκείνου ὀνόματι καπηλεύουσα πάντα. προϊόντος δὲ τοῦ χρόνου ὁ Σενέκας επαρχος ων τοῦ δορυφορικοῦ καὶ ὁ Βοῦρρος διδάσκαλος τοῦ Νέρωνος τὴν μὲν επαυσαν, αὐτοὶ δὲ τὴν ἀρχὴν ηνυσαν αριστα ἐφ' οσονπερ ἠδυνήθησαν. ὁ γὰρ Νέρων νεώτατος τυγχάνων οτ' ἐμονάρχησεν, ἑπτακαιδέκατον γὰρ ετος ηγε τότε τῆς ἡλικίας αὐτοῦ, καὶ μήτε φιλοπραγματίας ων, ἐτρύφα καὶ ηρα καὶ ἐκώμαζε καὶ ἐμέθυε καὶ μονομαχίαις καὶ ἱπποδρομίαις ἐσχόλαζε. πολυδάπανος δὲ καὶ οὐ μικρόφρων ην, ἀλλὰ μᾶλλον ἀσωτευόμενος. τεκμήριον δέ, τινὶ τῶν περὶ αὐτὸν πεντήκοντα αμα καὶ διακοσίας μυριάδας ἀργυρίου δοθῆναι κελεύσας, ἐπειδὴ ἡ ̓Αγριππῖνα ἀθροίσασα τὸ ἀργύριον ἐνώπιον αὐτοῦ τεθῆναι πεποίηκεν, ιν' ἀθρόον ἰδὼν αὐτὸ μεταβάληται, συνεὶς ἐκεῖνος ηρετο πόσον ειη τὸ κείμενον, καὶ μαθών "ἠγνόησα" ειπεν "ὀλίγον ουτω κεχαρισμένος," καὶ διπλασιασθῆναι ἐκέλευσεν. ουτω δὲ ταχὺ τοὺς βασιλικοὺς ἐξήντλησε θησαυρούς, ταχὺ δὲ πόρων ἐδεήθη καινῶν καὶ τέλη οὐκ εἰθισμένα πάντοθεν ἐξελέγετο. Τῆς δ' ̓Αγριππίνης, οτι μὴ ἀργυρολογεῖν ἠδύνατο φιλαργυρωτάτη ουσα, περιθύμως ὀργισθείσης, καὶ ἀπειλησαμένης τὸν Βρεττανικὸν αὐτοκράτορα καταστήσειν, φοβηθεὶς ὁ Νέρων ἀπέκτεινε φαρμάκῳ αὐτόν. καὶ ὁ μὲν παραχρῆμα ἀπέψυξε καὶ φοράδην ὡς ἐπίληπτος ἐκκεκόμιστο· ἐν δέ γε τῇ ἐκφορᾷ, ἐπεὶ πελιδνὸς ὑπὸ τοῦ φαρμάκου γέγονε, γύψῳ χρισθεὶς διὰ τῆς ἀγορᾶς ηγετο· ὑετὸς δὲ πολὺς ὑγρᾶς ετι τῆς γύψου ουσης ἐπιπεσὼν απασαν αὐτὴν ἀπέκλυσεν, ωστε τὸ δεινὸν μὴ μόνον ἀκούεσθαι, ἀλλὰ καὶ ὁρᾶσθαι. 3.39 Υστερον δὲ καὶ τὴν μητέρα τὴν ̓Αγριππῖναν, τὸν ἀπελεύθερον ̓Ανίκητον πέμψας, διεχειρίσατο. η τὸν πεμφθέντα ἰδοῦσα, καὶ γνοῦσα ἐφ' οτῳ ηκει, τὴν ἐσθῆτα περιερρήξατο, καὶ τὴν γαστέρα ἀπογυμνώσασα "παῖε ταύτην" εφη " ̓Ανίκητε, παῖε, οτι Νέρωνα ετεκε." καὶ ἡ μὲν ἐσφάγη, ὁ δὲ Νέρων καὶ αὐτόπτης τοῦ τολμήματος γέγονε καὶ πᾶσαν ειδε γυμνώσας καὶ τὰ τραύματα ἐξηρίθμησε. ταῖς δὲ νυξὶν ἐξεταράττετο ωστε καὶ ἐκ τῆς εὐνῆς ἀναπηδᾶν καὶ ἐκδειματοῦσθαι. ἐν δὲ τῇ ̔Ρώμῃ πολλαχόθι ἐγράφετο παρά τινων ἀφανῶς Νέρων, ̓Ορέστης, ̓Αλκμαίων μητροκτόνοι. Καὶ τὴν Αὐγούσταν ̓Οκταουίαν τὴν τοῦ Κλαυδίου θυγατέρα, τὴν ἑαυτοῦ γυναῖκα, ἀπεπέμψατο. τῆς γὰρ Σαβίνης ἐρῶν, ηθελεν αὐτῇ συνεῖναι ὡς γαμετῇ. δείσασα δὲ ἡ Σαβῖνα μήποτε ἡ ̓Οκταουία μετακληθῇ, κατηγόρους ἐπ' αὐτῇ καὶ μοιχείας καὶ γοητείας ψευδοῦς παρεσκευάσατο. καὶ τὸ μὲν πρῶτον φυγαδευθῆναι αὐτήν, επειτα καὶ σφαγῆναι ἐποίησεν. ειτα καὶ αὐτὴ ἡ Σαβῖνα ἐκτάνθη ὑπὸ τοῦ Νέρωνος· κυούσῃ γὰρ αὐτῇ λὰξ ἐνέθορεν. ἐπὶ πολὺ δὲ θανοῦσαν ἐπένθησεν. ουτως δ' αὐτὴν ἐπόθησεν ωστε τὰ μὲν πρῶτα γυναῖκά τινα προσφερῆ ἐκείνῃ μετεπέμψατο καὶ εσχεν, επειτα παῖδα ἀπελεύθερον, ον Σπόρον ὠνόμαζεν, ἐκτεμὼν εγημεν, ἐπειδὴ καὶ αὐτὸς τῇ Σαβίνῃ ἐῴκει, καίπερ Πυθαγόρᾳ τινὶ ἐξελευθέρῳ γεγαμημένος. καὶ συνεγίνοντο αμα τῷ Νέρωνι Πυθαγόρας μὲν ὡς ἀνήρ, Σπόρος δὲ ὡς γυνή. καὶ ἐκιθαρῴδησε δὲ δημοσίᾳ, καίτοι βραχὺ 3.40 καὶ μέλαν φώνημα εχων, καὶ ἐν τῷ ἱπποδρομίῳ ἡρματηλάτησεν. ἐπεραιώθη δὲ καὶ πρὸς τὴν ̔Ελλάδα, ουτοι γε ὡς οἱ πρόγονοι αὐτοῦ, ἀλλ' ἐπὶ ὀρχήσει καὶ ἐπὶ κιθαρῳδήσει κηρύξει τε καὶ τραγῳδίας ὑποκρίσει. οὐ γὰρ ηρκει αὐτῷ ἡ ̔Ρώμη, ἀλλ' ἐδεήθη καὶ ἐκστρατείας, ινα καὶ περιοδονίκης, ὡς ελεγε, γένηται. ̓Αλλὰ τί αν τις καθ' εκαστον λέγοι τῶν παρ' ἐκείνου πραττομένων; πάντα γὰρ ἁπλῶς οσα οἱ τυχόντες ὑποκρίνονται, κἀκεῖνος ελεγέ τε καὶ επραττε καὶ επασχε, πλὴν καθ' οσον χρυσαῖς