388
ὑπότερος καὶ υστερος. προόντος γὰρ ἑτέρου λέγεταί τις υστερος. ωστε πλεονασμός ἐστι τοῦ ς. Υσπληξ. φραγγέλιον. ἀφετηρία. βούκεντρον. η μύωψ ὁ πλήσσων τοὺς βοῦς. ειρηται ἀπὸ τῶν τριχῶν τῶν ὑείων γίνεσθαι. οιμαι δὲ ἀφετηρία ἐκ τοῦ ἐκεῖσε πλήσσεσθαι τῇ μάστιγι τοὺς ιππους. η παρὰ τὴν ὑπὸ πρόθεσιν ὑπόπληξ, καὶ συγκοπῇ τῆς πο συλλαβῆς καὶ πλεονασμῷ τοῦ ς υσπληξ. υσπληξ καὶ ὁ σιδηροῦς ὀχεὺς, ον λάμναν καλοῦσιν. (Θηλυκόν.) Υσκα. ὀψάριον καὶ ξύλον, ἐν ῳ απτεται τὸ πῦρ. ̔Υσμίνη. ἡ μάχη. ̔Υστεροβουλία. μεταμέλεια. ̔Υστριχίσ. ζῶον. ὑστρηχὶς δὲ μάστιξ ἡ ἐξ ὑείων τριχῶν. ˉη τὸ ˉσˉτˉρˉη. καὶ υστρηξ ὁμοίως. Υσχη. ειδος βοτάνης. upsilon.1789 ̔Υσοίπη. ὁ ῥύπος. τοῦ Ψελλοῦ· ὑσοίπηρος ὁ ῥυπαρὸς, ὑσοίπη γὰρ ὁ ῥύπος. (Οὐδέτερον.) Υστατον. τὸ εσχατον. ̔Υστέλειον. ορος. καὶ ̔Υστερεῖον. Υσσωπον καὶ ὁ υσσωποσ. βοτάνη καθαρτικὴ τῶν κατὰ στόμαχον πεπλεγμένων φλεγμάτων, διὰ τὴν ἐν αὐτῷ θερμότητα. ( ̔Ρῆμα.) ̔Υσθῆναι καὶ ὑσθῆσαι καὶ υσθην. ἀντὶ τοῦ ἐβράχην. ̔Υστερήσαντεσ. ̔Υστερούμεθα. ἀντὶ τοῦ ἐλαττούμεθα παρὰ τῷ θεῷ. ουτε, ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα. Τὸ Υ μετὰ τοῦ Φ. ( ̓Αρσενικόν.) Υφασισ. ποταμός. ̔Υφηγητήσ. ἐξηγητής. (Θηλυκόν.) Υφαλος πέτρα. ἡ ὑπὸ τῆς θαλάσσης κεκρυμμένη, ητις υδωρ ὀλίγον ἐπικείμενον εχουσα γίνεται τοῖς πλέουσι κινδύνου παραίτιος. καὶ υφαλος φάτις, ἡ κρυφία φαντασία. Υφασισ. ὑπόβασις· ταπείνωσις· ὑποκατάβασις· ενδοσις. ̔Υφή. ἡ πλοκή. καὶ ὑφὲν, συνάφεια ἐκ δύο λέξεων συγκειμένη. ὠνόμασται δὲ ὑφὲν παρὰ τὸ ἑνοῦν τὰς λέξεις, καὶ ἐν τῷ αμα ποιεῖν αὐτὰς ἀναγινώσκεσθαι. καὶ ὑφὲν ἀντὶ τοῦ ὁμοῦ. upsilon.1790 ̔Υφεδρίαν. τὴν κάτω καθέδραν λέγει ὁ Θεολόγος, ηγουν τὸν τοῦ πρεσβυτέρου βαθμόν. προεδρίαν δὲ τὴν ἐπισκοπήν. ( ̔Ρῆμα.) ̔Υφέντεσ. ιημι, ὁ δεύτερος ην, ἡ μετοχὴ εις, εντος, εντες, καὶ ὑφέντες. ̔Υφειμένον. ταπεινόν. ὑποβεβηκός. δευτερεῦον. ὑποχείριον. ̔Υφειμένοσ. ἐνδεδυμένος. ̔Υφεξαίρειν. λαμβάνειν. ἐπαίρειν. ̔Υφεῖται. συγχωρεῖται. ̔Υφηγοῦμαι. διηγοῦμαι· ἐξηγοῦμαι. ̔Υφήναι. ἀντὶ τοῦ ὑφάναι. ̔Υφίει. συνεχώρει. † ̔Υφιείσ. ὑπενδούς.† ̔Υφεῖναι. ἐνδοῦναι. ̔Υφιέντεσ. ἐλαττοῦντες. ὑποσυγκαταβαίνοντες. * ̔Υφείλετο. κατέσχεν.* ̔Υφιζάνοντι. ὑποκαθημένῳ. ̔Υφόωσιν. ἀντὶ τοῦ ὑφαίνουσιν. ̔Υφαίνω. παρὰ τὸ εις, ο σημαίνει τὸν ἀριθμὸν, γέγονεν αἱνῶ, καὶ μετὰ τῆς ὑπὸ προθέσεως καὶ ἐν συνθέσει ὑφαίνω. οἱ γὰρ ὑφαίνοντες τὰ διῃρημένα καὶ κεχωρισμένα εἰς εν μάλιστα σπεύδουσιν αγειν. ουτω Θεόγνωστος. ̔Υφωρώμην. ὑπενόουν. Τὸ Υ μετὰ τοῦ Ψ. ( ̓Αρσενικόν.) ̔Υψαύχην. ὁ ἀλαζὼν, ὁ ὑψηλόφρων. ̔Υψήγοροσ. μεγαλήγορος. upsilon.1791 ̔Υψηλόφρων. ἐπῃρμένος. ̔Υψηχήσ. ὁ ὑψαύχην. ̔Υψηχέεσ. παρὰ τὸ εἰς υψος ἐμφέρειν τῶν ποδῶν τὸν ηχον. -ὑψηχέες ιπποι. ̔Υψίζυγοσ. ὁ ἐν υψει εχων τὴν καθέδραν, καὶ πάντων ων κυβερνήτης. ζυγὸς δὲ ἡ καθέδρα τῶν κωπηλατῶν. η καὶ ὁ ἐν υψει ζυγοστατῶν καὶ ταλαντεύων τὰς μοίρας. λέγουσι δὲ τὸν ∆ία οἱ Ελληνες. ̔Υψιβρεμέτησ. ὁ ἐν υψει βροντῶν. βρέμω γὰρ τὸ ἠχῶ. ̔Υψίκομοσ. ὁ ἐν υψει θάλλων, η ὁ ἐν υψει τὴν κόμην εχων. † ̔Υίζων. ονομα ποταμοῦ.† ̔Υψιπέτησ. ὁ εἰς υψος πετόμενος. ὑψιπετὴς δὲ, ὁ ἀπὸ υψους πεσών. upsilon.1792 ̔Υψιστάριοσ. †ὁ τὸν υψιστον καλῶν.† (Θηλυκόν.) Υψωσισ. επαρσις. ̔Υψηγορίαν. τὴν ὑψηλὴν θεολογίαν. ὁ θεολόγος φησίν. (Οὐδέτερον.) ̔Υψηρεφέσ. μεγάλην εχον σκιὰν καὶ σκέπην. ̔Υψηλόν. τὸ πλεῖστον ἀπέχον τοῦ μέσου. ̔Υψιπέτηλον. εἰς υψος εχον τὰ φύλλα. Υψοσ. παρὰ τὸ οπτω, τὸ βλέπω, οψος, καὶ τροπῇ †Αἰολικῇ† τοῦ ο εἰς υ υψος. †ὡς καὶ ομοιον εμιον.† ἀφ' ου ἐστιν ὁρᾷν. ̔Υψῶ. μεγαλύνω, δοξάζω. καὶ ὑψώσω. Υψι. ἐφ' υψους. ̔Υψόθι. ὑψόσε. ̔Υψοῦ. ἀντὶ τοῦ ἐφ' υψους. phi.1791 Φ. Τὸ Φ μετὰ τοῦ Α. ( ̓Αρσενικόν.) Φαγῶνα. φίλαυτον καὶ απληστον. εστι δὲ Σύρων ἡ λέξις. Φαέθων. ὁ ηλιος. καὶ κλίνεται φαέθοντος. ἀπὸ τοῦ φάος. phi.1792 Φαίδιμοσ. λαμπρός. παρὰ τὸ φαίνω, φαίνιμος καὶ φαίδιμος. Φαινόλησ. χιτὼν ἱερατικός. οἱ δὲ παλαιοὶ ἐφεστρίδα. η φαινόλης, ὁ ἀπατεών. καὶ φαινόλιον, ἱμάτιον. *καὶ ὁ ἀρχιερατικὸς χιτών.* †Φαινόπουσ. ὁ λευκόπους.†