διάθεσιν εἴ τις ὀνομάζει πρόνοιαν, οὕτω νοείτω· ὅτι ἐστὶ πρὸ τοῦδε νοῦς τοῦ παντὸς ἑστὼς, ἀφ' οὗ καὶ καθ' ὃν πᾶν τόδε. εἰ μὲν οὖν νοῦς πρὸ πάντων καὶ ἀρχὴ ὁ τοιοῦτος νοῦς, οὐκ ἂν εἴη ὡς ἔτυχε."2 καὶ αὖθίς φησιν, ὡς "1ἁπλῆ ἐστιν ἡ τοῦ νοῦ οὐσία, καὶ οὐκ ἄλλο νόησις, καὶ ἄλλο νοῦς. οἱ γὰρ λέγοντες ἄλλως προστιθέασιν αὐτῇ, ὥσπερ ὀφθαλμοῖς τὸ ὁρᾷν. ἐατέον οὖν ἐπὶ τῆς ἁπλῆς φύσεως, τἄλλα μηδεμιᾶς ἐπικουρίας δεομένης. ὃ γὰρ ἂν προσθῇς, ἠλάττωσε τῇ προσθήκῃ τὴν οὐδενὸς δεομένην."2 καὶ πολλὰ πολλαχῆ περὶ τούτου διεξελθὼν ἐπιφέρει καὶ Πλάτωνα, 2.1091 βεβαιοῦντα τὸν λόγον αὐτοῦ. "1νοῦς γὰρ,"2 φησὶ, "1μὴ νοῶν ἀνόητος ἂν εἴη."2 καὶ Ἀριστοτέλης δ' ὁμοίως· "1τέλειος,"2 φησὶ, "1νοῦς αὐτοφυής ἐστιν ἐνέργεια, καὶ ταὐτόν ἐστιν ἐπ' αὐτοῦ, ταὐτὸν καὶ ἐνέργεια· ἢ οὐ μεταβάλλει, ἄλλο τι ὢν τὴν οὐσίαν καὶ ἄλλο τὴν ἐνέργειαν."2 ἀλλὰ ταῦτα μὲν ἐκεῖνοι. (Θ.) Ἴδωμεν δὲ καὶ τῶν σοφῶν καὶ ἁγίων διδασκάλων τῆς ἐκκλησίας τὴν συμφωνίαν. "1ὁ θεὸς οὔτε νοῶν λέγεται κυρίως, οὔτε νοούμενος, ἵνα μὴ σύνθετος λογισθῇ. τό,τε γὰρ νοοῦν συνεπιθεωρουμένην ἔχει τὴν τοῦ νοεῖν δύναμιν, τό,τε νοούμενον τὴν τοῦ νοεῖσθαι. ἀλλ' οὐδὲ νόησις· ἡ γὰρ νόησις ἔχει φυσικῶς ὑποκειμένην δεκτικὴν αὐτῆς οὐσίαν. λοιπὸν οὖν, ὑπὲρ ταῦτα πάντα· εἰ μή που νόησιν αὐτὸν εἴποιμεν αὐτὸ κατ' οὐσίαν. καὶ ὅλον νόησιν, καὶ μόνον νόησιν, καὶ νόησιν ὑπὲρ νόησιν."2 καὶ ἀλλαχοῦ· "1ἡ αὐτοϋπεραγαθότης, νοῦς οὖσα καὶ ὅλη ἐνέργεια, εἰς ἑαυτὴν ἐστραμμένη, ἐνεργείᾳ δ', οὐ δυνάμει, πρότερον οὖσα ἀφροσύνη, εἶτα νοῦς ἐνεργείᾳ γινομένη. ὅθεν καί ἐστι νοῦς μόνον καθαρὸς, οὐκ ἐπείσακτον ἔχων τὸ φρονεῖν, ἀλλὰ παρ' ἑαυτοῦ πάντα νοεῖ. εἰ γὰρ ἡ μὲν οὐσία αὐτοῦ ἄλλο ἐστὶν, ἃ δὲ νοεῖ ἕτερα αὐτοῦ, αὐτὸς ἀνόητος ἔσται, ἤγουν ἡ οὐσία αὐτοῦ."2 (Ι.) Καὶ ταῦτα μὲν ἐξ αὐτοσχεδίου τέως ἡμῖν εἴρηται. σχολῆς δέ μοι προσγενομένης, 2.1092 εἰρήσεται κἀκ τῶν ἄλλων σοφῶν καὶ θείων τῆς ἐκκλησίας ἡμῶν διδασκάλων κατὰ πλῆθος τὰ παραπλήσια. ἔξεστι δ' οὖν ὅμως κἀκ τούτων ἐπιγνῶναι τῆς συμφωνίας τὸ κράτιστον, ὡς ἐπὶ τῆς ἁπλῆς καὶ θείας οὐσίας ταὐτὸν εἶναι πρὸς πάντων ὁμοῦ μαρτυρεῖται, τῶν τε θύραθεν καὶ τῶν καθ' ἡμᾶς σοφωτάτων ἀνδρῶν, οὐσία τε καὶ ἐνέργεια. ἐπεὶ τοίνυν ἐς τὸ ἀναμφίλεκτόν τε καὶ ἀναντίῤῥητον ἐπιεικῶς ἡμῖν δέδεικται τὸ ἀδιαίρετόν τε καὶ ἀδιάφορον τῆς οὐσίας καὶ ἐνεργείας ἐπὶ τῆς θείας καὶ ἁπλῆς φύσεως πανταχόθεν, φέρε κἀκ τῆς μονάδος καὶ τοῦ ἑνὸς καὶ τοῦ ἀγαθοῦ τὴν τῆς οὐσίας καὶ ἐνεργείας ταὐτότητα δείξωμεν αὖθις ὁμοίως. "1πάντα τὰ ὄντα τῷ ἑνί ἐστιν ὄντα,"2 φησὶν, "1ὅσα τε πρώτως ἐστὶν ὄντα καὶ ὅσα ὁπωσοῦν λέγεται ἐν τοῖς οὖσιν εἶναι. τί γὰρ ἂν καὶ εἴη, εἰ μὴ ἓν εἴη; ἐπείπερ ἀφαιρεθέντος τοῦ ἑνὸς, οὐκ ἔστιν ἐκεῖνα· οὔτε γὰρ στρατὸς, οὔτε χορὸς, εἰ μή ἐστι τὸ ἕν. καὶ δὴ καὶ τὰ τῶν φυτῶν καὶ ζώων σώματα, εἰ φεύγει τὸ ἓν εἰς πλῆθος θρυπτόμενα, τὴν οὐσίαν αὐτῶν ἣν εἶχεν ἀπώλεσεν, οὐκ ἔτι ὄντα ἃ ἦν. ὅστις δ' οἴεται τὰ ὄντα τύχῃ καὶ τῷ αὐτομάτῳ διοικεῖσθαι, καὶ σωματικαῖς συνέχεσθαι αἰτίαις, οὗτος πόῤῥω ἀπελήλαται θεοῦ καὶ ἐννοίας ἑνός. εἴπερ δεῖ τι αὐταρκέστατον εἶναι, τὸ ἓν εἶναι δεῖ. τόπος δὲ οὐδεὶς αὐτοῦ. οὐ γὰρ δεῖται ἱδρύσεως, ὡς αὑτὸ φέρειν μὴ δυνάμενον· τό,τε ἱδρυθησόμενον ἄψυχον, καὶ ὄγκος πίπτων, ἐὰν μήπω ἱδρυθῇ. ἐνδεὲς γὰρ, καὶ τόπον 2.1093 ζητοῦν. ἀρχὴ δὲ οὐκ ἐνδεὲς τῶν μετ' αὐτό. ἡ δὲ πάντων ἀρχὴ ἀνενδεὲς ἁπάντων. ὅ,τι γὰρ ἐνδεὲς, ἐφιέμενον ἀρχῆς, ἐστὶν ἐνδεές. εἰ οὖν τὸ ἓν ἐνδεὲς, τῷ ζητεῖν δηλονότι μὴ εἶναι ἕν· ὥστε ἐνδεὲς ἔσται τοῦ φθεροῦντος. ὥστε τῷ ἑνὶ οὐδὲν ἀγαθόν ἐστιν· οὐδὲ βούλησις τοίνυν οὐδενός· ἀλλ' ἔστιν ὑπὲρ ἀγαθὸν, καὶ αὐτὸ οὐχ ἑαυτῷ τοῖς δ' ἄλλοις ἀγαθὸν, εἴ τι αὐτοῦ δύναται μεταλαμβάνειν· οὐδὲ νόησις, ἵνα μὴ ἑτερότης, οὐδὲ κίνησις. πρὸ γὰρ κινήσεως καὶ πρὸ νοήσεως. ἢ νοήσεως δεήσεται, ἵνα γνῷ ἑαυτὸν ὁ αὐτάρκης ἑαυτῷ. νόησις γὰρ οὐ νοεῖ, ἀλλ' αἰτία τοῦ νοεῖν ἄλλῳ. τὸ δ' αἴτιον οὐ ταὐτὸν τῷ αἰτιατῷ. τὸ δὲ πάντων αἴτιον οὐδέν ἐστιν ἐκείνων. οὐ τοίνυν οὐδ' ἀγαθὸν λεκτέον τοῦτο ὃ παρέχει, ἀλλ' ἄλλως τἀγαθὸν ὑπὲρ τὰ ἄλλα ἀγαθά."2 (ΙΑ.) Τὰ δ' αὐτὰ ὁ Πλατωνικὸς διέξεισι Πρόκλος περὶ τοῦ ἑνὸς καὶ τοῦ ἀγαθοῦ· καὶ ὁ