389
περιμένων στρατιὰν, φενακίζειν ἐπεχείρει, ἄχρις οὗ δύναμιν κτησάμενος βεβαίαν, πολεμήσει πρὸς ἐκεῖνον φανερῶς. βασιλεὺς δὲ ποιούμενος περὶ πλείστου Βατάτζην ἔχειν, ἦν γὰρ λόγου ἄξιος ὁ ἀνὴρ, οὐ συνέσει μόνον, ἀλλὰ καὶ ἐμπειρίᾳ καὶ τόλμῃ τῇ κατὰ τὰς μάχας, καὶ πᾶσαν σπουδὴν ἐπιδείκνυσθαι δεῖν οἰόμενος τοῦ μὴ Βατάτζην πρὸς τοὺς πολεμίους ἀποστῆναι, τοῖς γὰρ ἐν Βυζαντίῳ οὖσιν ἄρχουσι πολλὴν συνῄδει ἀτολμίαν καὶ ἀπειρίαν κατὰ τὰς μάχας, Νικηφόρον ἔπεμπεν αὖθις τὸν Μετοχίτην, ὃς τὴν μεγάλου λογοθέτου ὕστερον τετίμητο ἀξίαν, ὅρκους κομίζοντα ἀμνηστίας, καὶ ἕτερα ἄττα ἐπαγγελλόμενον, ἃ ἐκεῖνος ἔφασκε βούλεσθαι πέμψας αἰτεῖν πρὸς βασιλέα. Μετοχίτης δὲ ἐπεὶ σαφῶς ἔγνω Βατάτζην ἀποστάντα βασιλέως, ἤδη γὰρ καὶ ἡ Περσικὴ στρατιὰ κατὰ τὴν Τηρίστασιν διέβαινεν ἐκ τῆς Ἀσίας, ἣν Βατάτζης ἐπὶ συμμαχίᾳ μετεπέμπετο, τάχιστα ἀναστρέψας, ἀπήγγελλε τὴν ἀποστασίαν βασιλεῖ, καὶ ὡς ἤδη καὶ συμμαχίαν ἔχων Περσικὴν, τοῦ πολέμου ἅψαιτο. βασιλεῖ δὲ ἐδόκει μὲν αὖθις ἀναφαί 2.555 νεσθαι δεινά· συναπέστησαν γὰρ αὐτίκα Βατάτζῃ καὶ πόλεις οὐκ ὀλίγαι Θρᾳκικαὶ, ὧν οἱ ἐκείνου ἦρχον συγγενεῖς, βασιλέως ἐγκεχειρικότος τὰς ἀρχάς· ὅμως ἀναγκαίως καὶ αὐτὸς παρεσκευάζετο πρὸς μάχην, καὶ πέμψας μετεκαλεῖτο τοὺς στρατιώτας ἐκ τῶν πόλεων, αἷς ἦσαν ἐγκαθιδρυμένοι· αὐτὸς δὲ ἐσκέπτετο, ᾗ χρὴ διαθέσθαι τὰ κατὰ τὸν πρὸς Βατάτζην πόλεμον, καὶ τῷ πεπρεσβευκότι πρὸς ἐκεῖνον διελέγετο Νικηφόρῳ τῷ Μετοχίτῃ ἐπὶ κλίνης ἀνακείμενος· νυστάξας δὲ ἐπὶ μικρὸν, ὕπνῳ κατελήφθη μεταξὺ διαλεγόμενος περὶ Βατάτζη. ἐδόκει δὲ ὁρᾷν κατὰ τοὺς ὕπνους νεανίσκους δύο τινὰς καλλίστους κάλλει, πέπλον φοινικοῦν ἔχειν, ᾧ χρυσοῦς ἐντετύπωτο σταυρὸς ἐπὶ τὰ τέσσαρα διήκων ἄκρα. ἐγέγραπτο δὲ καὶ περὶ τὸν σταυρὸν γράμμασι καὶ αὐτοῖς χρυσοῖς· «Ἰησοῦς Χριστὸς νικᾷ.» ᾧ φέροντες οἱ νεανίσκοι περιεκάλυπτον τὸν βασιλέα. ταῦτα μὲν οὖν ὁ βασιλεὺς ἑώρα κατὰ τοὺς ὕπνους, καὶ ἔξυπνος γενόμενος διηγεῖτο τοῖς παροῦσιν. ἐδόκει δὲ αὐτοῖς τε καὶ βασιλεῖ, ἀγαθοῦ τινος τὸν ὄνειρον εἶναι μηνυτήν· ἐλέγετο δὲ, ὡς τῆς αὐτῆς ὥρας Βατάτζης ἀνῄρητο ὑπὸ Περσῶν. οὕτω γὰρ ἐξετάζοντι ἐμηνύετο ὕστερον τῷ βασιλεῖ. ὁ γὰρ Βατάτζης, ἐπεὶ οἱ Πέρσαι παρῆσαν, ὅτι μὲν πρὸς Καντακουζηνὸν τὸν βασιλέα πόλεμον ἀνῄρητο, οὐκ ἐδήλου· τοῦτο δὲ μόνον ἔφασκεν, ὡς ἡγήσοιτο ἐπὶ λεηλασίᾳ, οἰόμενος, εἰ ἐπαγάγοι ταῖς ὑπὸ βασιλέα πόλεσι καὶ ἐπιδείξοι διεσκεδασμένους ἀνθρώπους καὶ βοσκήματα 2.556 πολλὰ, ἐπιθυμίᾳ κέρδους αἱρήσεσθαι καὶ τοὺς βαρβάρους τὸν πρὸς βασιλέα πόλεμον. τοῦτο δ' ἐναντίως ἀπέβαινεν ἢ ἐκεῖνος ᾤετο. ὡς γὰρ ἐγένετο ἐπὶ Γαρέλλαν, καὶ ἐπέτρεπε τὴν λείαν πολλὴν ὁρωμένην ἀνθρώπων ὁμοῦ καὶ βοσκημάτων, οἱ Πέρσαι μὲν ἠρώτων, εἰ μὴ ὑπὸ Καντακουζηνὸν τὸν βασιλέα ἡ χώρα εἴη. τοῦ δὲ ἐξειπόντος τὸ ἀπόῤῥητον καὶ παραινοῦντος πολυπραγμονεῖν μηδὲν, ἀλλ' ἐμπίπλασθαι τῶν ἀνδραπόδων, οἱ βάρβαροι ἀγανακτήσαντες πρὸς τὴν ἀπάτην, ὅτι μηδὲν εἰδότας ἐπὶ βασιλέα ἤγαγε, καὶ δυσχεράναντες ὑπὲρ ἐκείνου, Βατάτζην μὲν ἀποκτείνουσιν αὐτίκα, τοὺς ἄλλους δὲ Ῥωμαίους, ὅσοι συνῆσαν, ἐξανδραποδίσαντες καὶ τὸν υἱὸν, ἀνεχώρησαν ἐπ' οἴκου, μηδὲν ταῖς ὑπὸ βασιλέα πόλεσι τελούσαις λυμηνάμενοι. Βατάτζης μὲν οὖν τοιαύτην ἔδωκε δίκην τῆς ἀγνωμοσύνης. αἱ δὲ συναποστᾶσαι πρότερον ἐκείνῳ πόλεις καὶ μετὰ τὴν ἐκείνου τελευτὴν οὐ προσεχώρησαν τῷ βασιλεῖ, ἀλλὰ μέχρι πολλοῦ ἐπολέμησαν ἀντέχουσαι. ἐξ ἐκείνων δὲ τῶν πόλεων καὶ ἡ τὸν Ἐμπυρίτην ὄντες κατέχουσα φρουρὰ, τὸν ἄρχοντα συλλαβόντες σφῶν Ἀρχοντίτζην προσαγορευόμενον, αὐτόν τε παρέδοσαν βασιλίδι καὶ τὸ φρούριον. καὶ τυχόντες ἀδείας εἰς τὰς οἰκίας ἐπανῆλθον. Ἰωάννης τε Ἀπόκαυκος ὁ τοῦ μεγάλου δουκὸς ἀδελφὸς νυκτὸς ἐπελθὼν τὸ Ῥήγιον εἷλε προδοσίᾳ, καὶ τὴν βασιλέως ἐξήλασε φρουράν. βασιλεὺς δὲ, ἐπεὶ ἡ στρατιὰ διὰ τὸν πρὸς Βατάτζην πόλεμον ἤδη ἠθροισμένη ἦν, ἐδόκει δεῖν Βυζαντίοις ἐπελθεῖν· συνείποντο 2.557 δὲ αὐτῷ Ἱέραξ τε τὸν ἐκ Τζερνομιάνου λόχον ἄγων, καὶ Παρασπόνδυλος· ᾧ προσέταττεν ὁ βασιλεὺς