389
ἐδεῖτο ἁλύσεσιν· οὐ γὰρ επρεπε ̔Ρωμαίων αὐτοκράτορα σιδηραῖς δεῖσθαι. στρατιώτης δέ τις ἰδὼν αὐτὸν δεδεμένον ἠγανάκτησε καὶ προσδραμὼν ελυσεν. ετερος δέ, ἐρομένου τινὸς τί ποιεῖ ὁ αὐτοκράτωρ, ἀπεκρίνατο οτι "τίκτει·" τοιοῦτον γάρ τι ὑπεκρίνετο τότε. ηρξατο δὲ καὶ τὸν ̓Ισθμὸν τῆς Πελοποννήσου διορύξαι, καίπερ τῶν ἀνθρώπων ὀκνούντων. λαβὼν ουν αὐτὸς δίκελλαν, καί τι καὶ ἀνασκάψας, επεισε καὶ τοὺς αλλους ἀνάγκῃ αὐτὸν μιμήσασθαι. αιμα δὲ τοῖς πρώτοις ἁψαμένοις τῆς γῆς λέγεται ἀναβλύσαι καὶ οἰμωγὰς καὶ μυκηθμοὺς ἐξακούεσθαι καὶ εἰδώλων γενέσθαι φαντασίαν πολλῶν. Ουτος πρῶτος καὶ τοῦ κατὰ Χριστιανῶν ηρξατο διωγμοῦ, καὶ Πέτρον καὶ Παῦλον τοὺς κορυφαίους τῶν ἀποστόλων ἀπέκτεινε κατὰ τὸν αὐτὸν καιρόν, ὡς Εὐσέβιος ἱστορεῖ, ἐκ παλαιοτέρων συγγραφέων μαρ3.41 τυρίας παράγων. ετεροι δὲ κατὰ τὴν αὐτὴν μὲν ἡμέραν φασὶ τελειωθῆναι καὶ αμφω τοὺς ἀποστόλους, ἐν αλλῳ δ' ετει καὶ αλλῳ. μετὰ δὲ Πέτρον πρῶτος ἀρχιερεὺς τῆς ̔Ρώμης ὁ Λίνος ἐγένετο. Ετι δ' ἐν τῇ ̔Ελλάδι οντος τοῦ Νέρωνος ̓Ιουδαῖοι εἰς προῦπτον ἀπέστησαν· καὶ ἐπ' αὐτοὺς τὸν Οὐεσπασιανὸν επεμψε. καὶ οἱ ἐν τῇ Βρεττανίᾳ δὲ καὶ οἱ Γαλάται βαρυνόμενοι ταῖς εἰσφοραῖς ησχαλλον ἐκ πλείονος καὶ ἐφλέγμαινον. Γάιος δὲ ̓Ιούλιος Οὐίνδιξ, ἀνὴρ κατὰ τὸν πατέρα βουλευτὴς τῶν ̔Ρωμαίων, ὁρῶν τοὺς ὁμοφύλους Γαλάτας ὀργῶντας πρὸς ἀποστασίαν, δι' ων ἐδημηγόρησεν ἠρέθισεν αὐτούς, καὶ ωρκωσε πάντα ὑπὲρ τῆς βουλῆς καὶ τοῦ δήμου τῶν ̔Ρωμαίων ποιήσειν, καὶ ἑαυτόν, αν τι παρὰ ταῦτα πράξῃ, φονεύσειν. αὐτοκράτορα δὲ Γάλβαν τὸν Σερούιον τὸν Σουλπίκιον προεχειρίσατο, γενόμενον ἐξ εὐπατριδῶν, καὶ τότε τῆς ̓Ιβηρίας αρχοντα. καὶ ος τὴν ἡγεμονίαν ἐδέξατο, οὐκ ἠθέλησε δὲ τὰς τῆς αὐταρχίας ἐπικλήσεις προσλαβεῖν τότε. τῆς δ' ἀποστασίας παρατεινομένης ὁ Οὐίνδιξ ἑαυτὸν ἀπέσφαξε, τῶν μετ' αὐτοῦ στρατιωτῶν κινδυνευσάντων ὑπεραλγήσας, καὶ πρὸς τὸ δαιμόνιον ἀγανακτήσας οτι τοιούτου πράγματος ὀριγνηθείς, τοῦ τὸν Νέρωνα καταλῦσαι καὶ τοὺς ̔Ρωμαίους ἐλευθερῶσαι, οὐκ ἐξετέλεσεν αὐτό. τοσαύτῃ γὰρ προθυμίᾳ πρὸς τοῦτο ἐχρήσατο ωστε τοῦ Νέρωνος διακοσίας καὶ πεντήκοντα μυριάδας ἐπικηρύξαντος τῷ τὴν κεφαλὴν τοῦ Οὐίνδικος κομίσοντι αὐτῷ, ἐκεῖνος εφη οτι "ὁ Νέρωνα ἀποκτείνας καὶ τὴν ἐκείνου κομίσας μοι κεφαλήν, τὴν ἐμὴν ἀντιλήψεται." 3.42 ̔Ο δὲ Νέρων μαθὼν καὶ τὸν Πετρώνιον, ον κατὰ τῶν ἐπαναστάντων μετὰ τοῦ πλείονος προεπεπόμφει στρατεύματος, τὰ τοῦ Γάλβου φρονήσαντα, οὐκέτ' οὐδεμίαν ἐλπίδα τῶν οπλων εσχεν, ἀλλ' ἐβουλεύσατο τούς τε βουλευτὰς ἀποκτεῖναι καὶ τὴν πόλιν καταπρῆσαι καὶ πλεῦσαι εἰς ̓Αλεξάνδρειαν, ὑπειπὼν οτι "αν καὶ τῆς ἀρχῆς ἐκπέσωμεν, ἀλλὰ τό γε τέχνιον ἡμᾶς διαθρέψει ἐκεῖ." μέλλοντος δὲ ταῦτα δράσειν ἡ βουλὴ τὴν περὶ τὸν Νέρωνα φρουρὰν ἀποκαλέσασα εἰσῆλθεν εἰς τὸ στρατόπεδον, καὶ τὸν μὲν πολέμιον ἀπέφηνε, τὸν δὲ Γάλβαν ἀνθείλετο αὐτοκράτορα. Νέρων δὲ ὡς ῃσθετο οτι ὑπὸ τῶν φυλάκων ἐγκαταλέλειπται, ἐσθῆτά τε φαύλην ἐνέδυ καὶ ἐπὶ ιππον οὐδὲν βελτίονα ἀνέβη, καὶ κατακεκαλυμμένος, οπως διαλάθῃ, μετὰ ̓Επαφροδίτου καὶ τοῦ Σπόρου νυκτὸς εφυγε. γνωρισθεὶς δὲ ὡς καὶ παρά του τῶν ἀπαντησάντων αὐτοκράτωρ προσαγορευθῆναι, τῆς ὁδοῦ ἀπετράπετο καὶ εἰς καλαμώδη τόπον τινὰ κατεκρύφθη. ̔Ο δὲ δῆμος ἐν τῇ ̔Ρώμῃ, ἐπεὶ ἡμέρα ἐγένετο, ὑπερέχαιρον καὶ τὴν πόλιν στεφανωμάτων ἐπλήρωσαν, καί τινες καὶ πιλία ὡς ἠλευθερωμένοι εφερον, ἡ βουλὴ τῷ Γάλβᾳ τὰ τῇ ἀρχῇ προσήκοντα ἐψηφίσατο. ὁ δὲ ομιλος εις τε τὸν Νέρωνα ἀπέσκωπτον καὶ συχνοὺς τῶν παρ' αὐτῷ δυνηθέντων φονεύοντες ειλκον. ἐκείνου δὲ ζήτησιν οἱ στρατιῶται καὶ αλλοι πεποίηντο, καὶ γνόντες οπῃ ποτὲ ην, επεμψαν ἐπ' αὐτὸν ἱππέας. ὁ δὲ προσιόντας αὐτοὺς αἰσθόμενος προσέταξε τοῖς παροῦσι καὶ ἑαυτὸν καὶ σφᾶς ἀποκτεῖναι. ὡς δ' οὐχ ὑπήκουον, μέγα ἐστέναξεν. ειτα τὸν Σπόρον ἀνελεῖν θελήσας καὶ μὴ δυνηθείς, "ἐγὼ μόνος" εφη "ουτε φίλον ουτε ἐχθρὸν εχω." καὶ ηδη πελασάντων τῶν ἱππέων αὐτὸς ἑαυτὸν ἐπάταξεν, 3.43 εἰπών "ω Ζεῦ,