389
phi.1793 Φακεέ. κύριον. Φάκελοσ. φορτίον ξύλων. Φακόσ. ὁ ὠμὸς, ὀξύνεται. φακῆ δὲ, ἡ ἑψηθεῖσα, περισπᾶται. ἀπὸ γὰρ τοῦ φακέα φακῆ, ἡ τὰ φάη κακοῦσα. ἐγὼ ευρον τὸ φακκὸς διὰ δύο κάππα. Φαιστόσ. ακρα τὶς, η ἀκρωτήριον ἐν Κρήτῃ. Φαλόσ. αἰδοῖον ἀνδρικὸν ἐκ ξύλου πεποιημένον, οπερ ἐν τῇ τοῦ ∆ιονύσου ἑορτῇ φοροῦντες οἱ Ελληνες ἐχόρευον. φαλοὶ καὶ τὰ ἀσπιδίσκια καὶ ὁ λόφος τῆς περικεφαλαίας· οθεν καὶ τρίφαλος ἀσπίς. Φανότατα. λαμπρότατα. Φανοπεὺς καὶ Φανοτεύσ. ὀνόματα κύρια. Φαρμουθί. ὁ ἀπρίλλιος μὴν παρὰ ̔Ρωμαίοις. Φαρισαῖοι. ουτοι ακραν ἀρετὴν ἐπετήδευον. ἐνήστευον γὰρ δὶς τοῦ σαββάτου, δευτέραν καὶ πέμπτην· ἀπεδεκάτουν τὴν δεκάτωσιν· ἀπαρχὰς ἐδίδων τριακοντάδας τὲ καὶ πεντηκοντάδας· τὰς δὲ θυσίας καὶ τὰς εὐχὰς ἀσφαλεστάτας ἀπετίννυον· ἐκάθευδον δὲ ἐπὶ στενῶν σανίδων η ἐπ' ἀκανθῶν η ἐπὶ καχλήκων, διὰ τὸ δῆθεν μὴ παθεῖν τι σωματικὸν, η κλαπῆναι δι' ὀνειράτων καὶ εἰς ῥύσιν πεσεῖν σώματος. ἀλλὰ γὰρ καὶ εἱμαρμένη καὶ ἀστρονομία παρ' αὐτοῖς phi.1794 σφόδρα ἐχρημάτιζεν. ἐλέγοντο δὲ φαρισαῖοι διὰ τὸ ἀφωρισμένοι ειναι ἀπὸ τῶν αλλων διὰ τὴν νεμομισμένην παρ' αὐτοῖς ἀκριβεστάτην πολιτείαν. φαρὲς γὰρ κατὰ τὴν ἑβραΐδα γλῶτταν ἀφορισμὸς ἑρμηνεύεται, η διακοπή· διέκοψε γὰρ τὴν φυσικὴν τάξιν ὁ φαρές. *Φασέκ. κατὰ ̓Ιουδαίους τὸ λεγόμενον φάσκα, οπερ δηλοῖ τὴν ἐξ Αἰγύπτου διάβασιν.* Φαρυγγίνδην. ὡς ἀριστίνδην. σκώπτοντες γὰρ τὴν γαστριμαργίαν τῶν χορευτῶν οἱ ̓Αττικοὶ ουτως λέγουσι. †Φάσισ. φήμη· λόγος· φωνή. εστι δὲ καὶ ποταμὸς ἐνδοτέρας τῆς Σκυθίας ουτω καλούμενος Φάσις, ος λέγεται Φεισών.† †Φατειόσ. ὁ λεχθῆναι δυνάμενος.† †Φαινόμενον κυρίως λέγεται τὸ τῇ οψει ἀντιληπτόν. οθεν διαφανῆ σώματα μόνα κυρίως τὰ δίοπτα λέγεται.† Φαῦλοσ. πονηρός. ἐλάχιστος κακός. παρὰ τὸ φῶ, τὸ φαίνω, φαύσω, φαῦλος, ὡς παύσω παῦλος, ὁ ἐπ' αἰσχροῖς πράγμασι διάδηλος καὶ φανερός. Φαωφί. ̔Εβραϊκὸν ονομα. καὶ μηνός. Φάλανθοι. οἱ φαλακροί. ανθος γὰρ ἡ λευκὴ θρίξ. phi.1795 Φαλακρόσ. ὁ τὸ ακρον εχων φαλόν. η παρὰ τὸ φάος φάλων. (Θηλυκόν.) Φαγέδαινα. νόσος λοιμική. Φάλαγγεσ. στίχες, τάξεις. οἱ δὲ τὸ ἐκ πλειόνων τάξεων ὁπλιτικὸν πλῆθος. οιον πέλανες τινὲς ουσαι. παρὰ τὸ πέλας, ο ἐστιν ἐγγὺς ἀλλήλων. †Φαλέη. τὰ πετρώδη.† Φαληριόεσσα. εὐτραφής. καὶ Φάληρα, τόπος. Φαλκωνίλλα. κύριον. Φαντασία. δύναμις φαντασιῶν ἀνατυπωτική· η πάθος τῆς ἀλόγου ψυχῆς ὑπὸ φανταστοῦ τινὸς γινόμενον. †η ἡ περὶ τῶν ἐν τῷ ἡγεμονικῷ τύπῳ τῆς φανταστικῆς δυνάμεους ἐνέργεια.† Φάραγξ. ἀπὸ σπαράσσω, σπάραξ, καὶ τροπῇ φάραγξ. εστι δὲ τὸ ἀπόσπασμα τῆς γῆς· η τὸ χάσμα καὶ ἡ κοιλάς. Φαρέτρα. βελοθήκη. ἀπὸ τοῦ φέρειν καὶ κομίζειν τὰ τιτρώσκοντα. Φαρέα καὶ Φαρίν. πόλις. phi.1796 Φαεσίμβροτοσ. ἡ φῶς τοῖς ἀνθρώποις φέρουσα. Φάσισ. φήμη, λόγος. εστι δὲ καὶ ποταμὸς ἐνδότερον τῆς Σκυθίας, ουτω καλούμενος. φάσις λέγεται καὶ ἐπὶ δημοσίου ἐγκλήματος, οτε τις ἀποφαίνηται τῶν δημοσίων εχοντά τινα μὴ πριάμενον. λέγεται δὲ ἐπὶ τῶν ὀρφανῶν οικων τῶν ἐπιτροπευομένων· εφαινεν αὐτὸν ὁ βουλόμενος πρὸς τὸν αρχοντα. Φαῦσισ. αὐγή· φέγγος· λαμπρότης. Φαυλία. ὁ κότινος. καὶ ἁπλῶς ειδος ἐλαίας. Φατρία. συγγένεια. σύνταγμα. η κακοθελὲς διαβούλιον. καὶ συμφωνία τινῶν ἐπὶ πράξεσι φαύλαις. κυρίως δὲ φατρία ἐστὶ τὸ τρίτον μέρος τῆς φυλῆς. Φαρέτρα. παρὰ τὸ φέρειν καὶ κομίζειν τὰ τιτρώσκοντα. Φάτνη. παρὰ τὸ φαγεῖν φάγη καὶ φάτνη τροπῇ τοῦ ˉγ εἰς ˉτ. η παρὰ τὸ πατῶ, τὸ ἐσθίω, πάτνη καὶ φάτνη. (Οὐδέτερον.) Φαγύλιον. μαρσίπιον. phi.1797 Φαιδρόν. τερπνὸν, χαριοπρόσωπον. Φαικάσιον. τὸ ὑπόδημα. †Φαινόλιον. ἱμάτιον η ἀρχιερατικὸς χιτών.† Φαιόν. τὸ μέσον λευκοῦ καὶ μέλανος. Φαινώματα. τὰ φαντασίαν ἀποτελοῦντα, οὐ μέντοι οντα γέ που τῇ ἀληθείᾳ. Φάη. οἱ ὀφθαλμοὶ, οτι ἐξ αὐτῶν φῶς προχεῖται. Φαεινόν. λαμπρόν. Φάλον. τὸ προμετωπίδιον ἀνάστημα τῆς περικεφαλαίας. εἰσὶ γάρ τινες ηλοι λαμπροὶ ενεκα κόσμου τῆς περικεφαλαίας. φαλὸν γὰρ τὸ λαμπρόν. οθεν καὶ φαλακρὸς, ὁ εχων φάλιον τὸ κάρα. -κόρυθος