390
τοὺς στρατευομένους κατὰ τὴν Ἀδριανοῦ πάντας ἄγειν πλὴν Βράνου καὶ Μουγδουφῆ καὶ Φραγγοπούλου, οἳ τῆς ἐν αὐτῇ στάσεως ἦρξαν πρώτως καὶ πολλοὺς διέφθειραν τῶν προσεχόντων βασιλεῖ. σκοπὸς δὲ ἦν αὐτῷ, ἵνα μὴ δοκοίη διὰ φόβον ἐφέλκεσθαι εἰκῇ καὶ μάτην· πρὸς γὰρ στρατείας παντάπασιν ἀνάσκητοι ἐκεῖνοι ἦσαν καὶ οὐδενὸς ἄμεινον διακείμενοι τῶν οὐδὲ ὅ,τι ποτέ εἰσιν εἰδότων ὅπλα. βασιλεὺς μὲν οὖν τοιαύτην γνώμην ἔχων, ἐκέλευε Παρασπονδύλῳ μηδένα τῶν τριῶν ἐκείνων ἄγειν· ἐκεῖνος δὲ, ὡς ἔλεγεν, ἀγνοῶν ὅθεν εἰς τοῦτο ἐναχθείη, τὸν Φραγγόπουλον, καίτοι νοσοῦντα νόσον δεινὴν, ἐρυσίπελας γὰρ ἦν, ἠνάγκασε συνέπεσθαι· ὃν ἰδὼν ὁ βασιλεὺς ἐνδιατρίβοντα τῷ στρατοπέδῳ Παρασπονδύλου, κατηγόρει πρὸς ὀργὴν οὐκ ἀπείθειαν μόνον, ἀλλὰ καὶ ὠμότητα, ὅτι νοσοῦντα ἄνθρωπον οὕτω δεινῶς ἄγει πρὸς τὸ στρατόπεδον, καίτοι κελευσθεὶς μηδὲν παρενοχλεῖν. ὁ δὲ τήν τε ἀπείθειαν ὡμολόγει καὶ συγγνώμης τυχεῖν ἐδεῖτο· μηδὲ γὰρ εἰδέναι, ὅθεν κινηθείη πρὸς τὸ τοιοῦτον· καίτοι τῆς στρατείας ἀφεθῆναι πολλὰ δεόμενον, ἕπεσθαι καταναγκάζειν. βασιλεὺς δὲ τῆς νόσου τὸν Φραγγόπουλον οἰκτείρας, ἐκέλευε τοῖς συνοῦσιν ἰατροῖς πρόνοιαν αὐτοῦ ποιεῖσθαι, αὐτὸς δὲ παρὰ τὴν τῆς Καμήλου γέφυραν ἐλθὼν, αὖθις ἐστρατοπεδεύετο καὶ διελέγετο κρύφα τοῖς ἐν Βυζαν 2.558 τίῳ φίλοις, εἰ δύναιντο τὴν πόλιν αὐτῷ παραδιδόναι, ἐπηγγέλλοντό τε καὶ αὐτοὶ τὴν τῆς Ξυλοκέρκου λεγομένην πύλην ἐκ πολλῶν ἐτῶν ἀπῳκοδομημένην διορύξαντες εἰσάγειν. οὕτω δὲ τοῦ χρόνου τριβομένου, τινὰ τῶν ἐκ Βυζαντίου γνωρίμων ὁ Φραγγόπουλος ἰδὼν ἐν στρατοπέδῳ διατρίβοντα ἠρώτα τὴν αἰτίαν, καθ' ἣν ἀφίκοιτο, καὶ εἰ πολὺς εἴη χρόνος, ὅσος ἀποσταίη Βυζαντίου. ὁ δὲ τό,τε πρὸς βασιλέα ἔχθος Φραγγοπούλου πρότερον εἰδὼς καὶ τὴν πρὸς αὐτὸν φιλίαν, καὶ νομίσας προθυμότατα συναγωνιεῖσθαι πρὸς τὴν ἐπιχείρησιν αὐτῷ, ἀπεκάλυπτεν αὐτίκα τὸ ἀπόῤῥητον, καὶ παρὰ μὲν τῶν ἐν Βυζαντίῳ ἔλεγεν ἀρχόντων πεπεῖσθαι ἐνθάδε ἥκειν μεγάλα εὖ ποιήσειν ἐπαγγειλαμένων· δηλητήριον δὲ ἔχειν, ἵν' εἰ δύναιτο, ἀνέλοι βασιλέα προσαγαγών. ἕκτον δὲ ἤδη μῆνα ἐπὶ τούτῳ προσταλαιπωροῦντα μηδέποτε καιροῦ ἐπιτυχεῖν. νυνὶ δὲ αὐτὸν ἡ προσεδρία καὶ ἡ καρτερία τοῖς μαγείροις ἐντάξασα τοῦ βασιλέως καιρὸν παρέχειν τὸ σπουδαζόμενον ἀνύειν. διὸ καὶ μάλιστα συνήδεσθαι αὐτῷ, ὅτι οὕτω συντυχὸν συγκατεργάσεται αὐτῷ, ἵνα καὶ τῶν ἴσων εὐεργετημάτων τύχῃ παρὰ τῶν ἀρχόντων. ἔλεγέ τε παρεσκευασμένος εἶναι ὡς τῆς ἑσπέρας ἤδη ταύτης τῷ βασιλέως δείπνῳ τὰ φάρμακα κεράσων. ἅμα δὲ βούλεσθαι καὶ πρὸς Βυζάντιον ἀποδιδράσκειν, παρῄνει τε συνέπεσθαι καὶ αὐτόν. οὕτω μὲν οὖν ἐκεῖνος ἐξεῖπε τὸ ἀπόῤῥητον, ἐχθραίνειν οἰηθεὶς Φραγγόπουλον τῷ βασιλεῖ· ὁ δὲ ἐδόκει πρὸς τὴν 2.559 πρᾶξιν ἥδεσθαι καὶ βούλεσθαι καὶ συνεργεῖν· ἐδεῖτό τε καὶ αὐτῷ τὰ φάρμακα ἐπιδεικύναι. ὁ δ' ἐπεδείκνυεν αὐτίκα, οὐδὲν περὶ ἐκείνου φαῦλον ὑπωπτευκώς. ἐπεὶ δὲ εἶχεν ἐν χερσὶν ὁ Φραγγόπουλος τὰ φάρμακα, οὐκ ἀπεδίδου ἀπαιτοῦντι· νομίσας δὲ, ὅπερ ἦν, ἐξηπατῆσθαι καὶ δείσας, μὴ ἁλῷ, ἀπεδίδρασκεν αὐτίκα. Φραγγόπουλος δὲ τὰ φάρμακα ἔχων, ἧκε πρὸς βασιλέα καὶ ἐπεδείκνυέ τε καὶ διηγεῖτο, οἷα περὶ τοῦ πράγματος συμβαίη, ἰσχυρίζετό τε, ὡς ἀσχοληθεὶς περὶ τὰ φάρμακα τὸν ἐπιβουλεύοντα ἐῴη διαδρᾶναι. βασιλεὺς δὲ τὴν περὶ αὐτὸν κηδεμονίαν τοῦ θεοῦ θαυμάσας, ὅτι καὶ ἃ ἐδόκει Παρασπόνδυλος δεδρακέναι ἀπειθῶν, ταῦθ' ὑπὸ θεοῦ τῆς εἰς αὐτὸν ἕνεκα προνοίας ᾠκονόμητο, καὶ πολλὰς τῆς σωτηρίας χάριτας ὁμολογήσας, τὰ φάρμακα μὲν ἐκέλευε κατορύττειν, ἵνα μή τις ἀνθρώποις ἢ κτήνεσιν ὑπ' αὐτοῦ βλάβη προστριβείη. Φραγγόπουλον δὲ ἠμείβετο εὐεργετήσας ἀξίως τῆς εὐνοίας. αʹ. Ἱέραξ δὲ ἦν μὲν ἀεὶ δύσνους βασιλεῖ, τότε δὲ τὴν στρατοπέδου ἐπιτετραμμένος φυλακὴν, ἐπεὶ μετὰ τοῦ ὑπ' αὐτὸν λόχου ἐγγὺς διενυκτέρευε Βυζαντίου, τοὺς μὲν ἄλλους ἀφῆκε στρατιώτας φυλάττειν ἀγρυπνοῦντας· αὐτὸς δὲ ἕνα τῶν οἰκετῶν ἔχων, ὅστις τὰ ἀπόῤῥητα αὐτῷ συνῄδει, Βυζαντίου τε ἐγένετο ἐντὸς καὶ διαλεχθεὶς τοῖς ἄρχουσι καὶ ἐπαγγειλάμενος ἀποκτείνειν βασιλέα, αὖθις