390
φάλον-. Φαλαικὸν καὶ φαλαινόν. ποίημα †αὐτοσχέδιον.† Φανταστόν. τὸ τῇ φαντασίᾳ ὑποπίπτον. ὡς αισθησις καὶ αἰσθητόν. Φανταστικόν. δύναμις τῆς ἀλόγου ψυχῆς διὰ τῶν αἰσθητηρίων ἐνεργοῦσα. phi.1798 Φάροσ. ἱμάτιον περιβόλαιον. ἀπὸ τοῦ φέρεσθαι, οιον φέρος τὶ ον. καὶ Φάρος ἡ νῆσος ἡ πρὸ τῆς Αἰγύπτου. εχει δὲ καὶ αλλον λόγον ἐπὶ τοῦ προφαινομένου τοῖς πλέουσι πύργου. ειτε παρὰ τὸ φῶς ἀνάπτειν τοῖς πλέουσιν. η παρὰ τὸ φάω, φάσω, Φάρος. ὁ δὲ Μιλήσιος Ωρος λέγει, οτι τῇ Καρίᾳ προσπελάσαντος ̓Αλεξάνδρου ἡ ̔Ελένη παρεκάλει τινὰ Φάρον κυβερνήτην, Κᾶρα τῷ γένει, διασῶσαι αὐτὴν εἰς Λακεδαίμονα. καὶ τοῦτον ἀπολαβόντα αὐτὴν ἀποῤῥιφῆναι εἰς Αιγυπτον, ενθα ὑπὸ οφεως πληγέντα ἀποθανεῖν. θάψασα δὲ, ἀπ' αὐτοῦ Φάρον ὠνόμασε. Φάρμακον. παρὰ τὸ φέρειν ακος, φέρακον τὶ ον. ἐπὶ δὲ τοῦ κακοῦ, παρὰ τὸ φέρειν αχος. Φάσματα. ειδωλα, φαντασίαι. Φασκώλιον. ἱμάτιον η σακούλιον. Φάριον πέλαγοσ. τὸ ἐν Φάρῳ. Φατνώματα. σανιδώματα. Φάσγανον. ξίφος. παρὰ τὸ σφάζω, σφάσγανον καὶ ἐν ὑπερθέσει φάσγανον. η σπάγανον τὶ ον, phi.1799 παρὰ τὴν σπάσιν. η παρὰ τὸ φᾶσθαι, ο ἐστι φονεύεσθαι. Φαάνθη. ἐφάνη. καὶ φάανθεν, ἀόριστος πρῶτος. εστι φαίνω, ὁ ἀόριστος πρῶτος ἐφάνθην, ἐφάνθη, καὶ τὸ τρίτον τῶν πληθυντικῶν ἐφάνθησαν, καὶ πλεονασμῷ τοῦ ˉα καὶ ἀφαιρέσει τοῦ ˉε φάανθεν. Φάγωμεν. ἀνθυπότακτόν ἐστι. φάγομαι δὲ, μικρόν. Φαῖμεν. ειποιμεν. εὐκτικόν. εστι ῥῆμα φῶ, φὰς ἡ μετοχὴ, φάντος, φαῖμεν. Φαίνω. ἀπὸ τοῦ φαείνω, ἀποβολῇ τοῦ ˉε, καὶ συναιρέσει τοῦ ˉι, φαίνω. ὡς ἀείρω, αιρω. Φάναι. εἰ μὲν παροξύνοιτο, βραχὺ τὸ ˉα, καὶ εστιν ἐνεστῶτος καὶ παρατατικοῦ τῶν εἰς ˉμˉι. εἰ δὲ περισπᾶται, μακρὸν τὸ α, καὶ εστιν ἀόριστος δεύτερος τῆς πέμπτης συζυγίας τῶν βαρυτόνων, ἀπὸ τοῦ φαίνω. σημαίνει δὲ τὸ εἰπεῖν. Φαρμάξασ. ἰατρεύσας, ἀποστήσας. †ἀπατήσας. γοητεύσας.† Φαρμακοῦται. ἐπαστοῦται, καταγοητεύεται. φαρμακοῦται φαρμακευομένη. παρὰ σοφοῦ. phi.1800 Φάσθαι. φημὶ, ὁ μέλλων φήσω, ὁ μέσος δεύτερος ἀόριστος εφην, εφασο, εφατο, καὶ τὸ ἀπαρέμφατον φάσθαι. Φαυλίζει. εὐτελίζει. η διάδηλον καὶ φανερὸν ποιεῖ τοῖς αἰσχροῖς πράγμασι. Φαρυγγίζειν. ἀπὸ τοῦ φάρυγξ. τὸ δὲ φάρυγξ ἀπὸ τοῦ φέρω, δι' ου φέρεται τὸ πνεῦμα. καὶ εστι παρώνυμον. φέρω, φέρος καὶ φάρος, κἀκ τούτου φάρυγξ. Ωρος δὲ λέγει, δι' ης φέρεται ἡ ἰγγὴ, τουτέστιν ἡ φωνή. ( ̓Επίῤῥημα.) Φαλαγγηδόν. κατὰ τάξιν. Τὸ Φ μετὰ τοῦ Ε. ( ̓Αρσενικόν.) Φειδωλόσ. ἀνελεήμων· σκιφός. ὡς ἁμαρτῶ ἁμαρτωλὸς, ουτω φείδομαι φειδωλός. Φειδήλιος· Φειδύλος· Φειδίας· Φειδιππίδησ. ὀνόματα κύρια. Φεισών. ποταμός. καὶ Φεινειός. Φέρτεροσ. βελτίων· ἰσχυρότερος. phi.1801 Φέριστοσ. κράτιστος· εξοχος. Φερεσάκησ. ὁ ἀσπίδα φέρων. Φερέοικοσ. ὁ κοχλίας. Φερεφάτησ. ὁ τὰς μαντείας φέρων. Φερέγγυοσ. ἀξιόπιστος, ἐγγυητής. Φερεζαῖοι. εθνος. Φερέσβιοσ. ὁ ζωοποιός. φερέβιος καὶ πλεονασμῷ τοῦ σ φερέσβιος. Φεραυγήσ. λαμπρός. τὸν φεραυγῆ φωσφόρον. †Φέροξ. βαρβαρικὸν ονομα.† Φέναξ. ὁ ἀπατεών. Φέψαλοσ. ὁ σπινθὴρ ὁ ἀναφερόμενος ἐκ τῶν καιομένων ξύλων. Φελώνην. ἱμάτιον ἐνταῦθα λέγει ὁ ̓Απόστολος. τινὲς δὲ τὸ γλωσσοκόμον, ενθα τὰ βιβλία εκειτο. τί δὲ αὐτῷ τῶν βιβλίων εδει, μέλλοντι ἀποδημεῖν πρὸς θεόν; (Θηλυκόν.) Φειά. πόλις. Φειδήνη. πόλις. phi.1802 Φειδώ. πρόνοια. φεισμονή. εὐσπλαγχνία. ἐλεημοσύνη. σημαίνει δὲ καὶ τὴν φροντίδα. Ομηρος· οὐ γάρ τις φειδὼ νεκύων κατατεθνηώτων γίνεται-. Φενάκη. ἡ ἀπάτη. Φεραί. πόλις. Φέρμη. πόλις. καὶ Φέργη. Φέρνη. ἡ προίξ. παρὰ τὸ φέρειν ονησιν, η ἀπὸ τοῦ φέρεσθαι αὐτήν. τινὲς φερνὴ γράφουσιν. (Οὐδέτερον.) Φείδειον εργον. τὸ τοῦ Φειδίου. Φελλέα. τὰ πετρώδη καὶ αἰγίβοτα χωρία. οταν μὲν ουν τὰς αιγας ἐκ τοῦ φελλέου. Φελόνιον. .... Φέρετρον. ἡ τῶν νεκρῶν κλίνη. Φέριστον. τὸ ἐξοχώτατον, κάλλιστον καὶ θαυμαστόν. †Φέρνιον. ἡ σπυρίς.† Φευκτόν. μισητὸν, φυγῆς αξιον. phi.1803 ( ̔Ρῆμα.) Φείδομαι. παρὰ τὸ φεύγειν τὸ δοῦναι. η παρὰ τὸ φεύδω, καὶ μόνον φεύδομαι καὶ τροπῇ τοῦ ˉυ εἰς ˉι φείδομαι. Φένω. τὸ