391
ἐξελθὼν, μετὰ 2.560 τῶν ἄλλων ἧκε στρατιωτῶν εἰς τὸ στρατόπεδον. βασιλεῖ δὲ οἱ φίλοι τὰ περὶ Ἱέρακος αὐτίκα ἐποίουν δῆλα, ὡς ταύτης τῆς νυκτὸς ἐντὸς γένοιτο Βυζαντίου καὶ τοῖς ἄρχουσι διαλεχθείη, παρῄνουν τε φυλάττεσθαι τὸν ἄνδρα. βασιλεὺς δὲ ᾤετο αὐτοὺς ἐξηπατῆσθαι, ἔφασκέ τε πρὸς οὓς ἐθάῤῥει τὰ τοιαῦτα, ὡς τοῖς ἄρχουσι πρὸς ἀπάτην ὁ περὶ Ἱέρακος διαδοθείη λόγος, ἕτερόν τινα εἰσαγαγοῦσιν, ἵν' ἢ αὐτὸν ἐγὼ διάθωμαι κακῶς πυθόμενος, ἢ ἐκεῖνος δείσας περὶ ἑαυτοῦ ἀποσταίη πρὸς ἐκείνους. ὡς δὲ οἱ φίλοι ἰσχυρίζοντο εἶναι ἀληθῆ τὰ εἰρημένα, τῶν προτέρων λόγων ἀνεμίμνησκεν ὁ βασιλεὺς μεταπεμψάμενος Ἱέρακα καὶ τῶν συνθηκῶν καὶ τῶν ὅρκων, οὓς παρείχετο, μηδέποτε ἀγνωμονήσειν· αὖθίς τε τὴν ἴσην αἵρεσιν προὐτίθει καὶ παρῄνει, εἴγε βούλοιτο βασιλίδι προσχωρεῖν, μὴ λάθρα, ἀλλὰ φανερῶς συνταξάμενον ἀναχωρεῖν· οὐ γὰρ αὐτὸν κωλύσειν πρὸς οὐδέν. αὐτίκα δὲ ἐκεῖνος ὤμνυε φρικώδεις ὅρκους, μηδὲν αὑτῷ τῶν κατηγορουμένων συνειδέναι, ἀλλὰ τοῖς τε προτέροις ὅρκοις ἐμμένειν ἀκριβῶς καὶ ταῖς συνθήκαις, καὶ τὸ αὐτῷ συνεῖναι τοῦ παντὸς τιμᾶσθαι· πλείονος δὲ ἀσφαλείας ἕνεκα ἐν τῷ παρόντι καὶ τοῦ μεγάλου τοῦ Χριστοῦ μάρτυρος εἰκόνα παρείχετο Γεωργίου πίστεως ἐνέχυρον καὶ τῆς περὶ αὐτὸν ἀδόλου γνώμης. βασιλεὺς μὲν οὖν ἐπαύσατο αὐτίκα ὑποπτεύων. Ἱέραξ δὲ μετὰ μικρὸν αὖθις καιρὸν ἐπιτηρήσας, ἦλθε πρὸς Βυζάντιον, ὡς αὖθις τοῖς ἄρχουσι διαλεξόμενος. τῆς αὐτῆς δὲ 2.561 νυκτὸς, Παρασπόνδυλός τις ἕτερος παρὰ τὸν ἄρχοντα τῆς Ἀδριανοῦ τῆς ὁμοίας ἕνεκα αἰτίας πρὸς Βυζάντιον ἀφῖκτο τοῖς ἄρχουσι διαλεξόμενος· ἦν γὰρ καὶ πρότερον διειλεγμένος κρύφα περὶ τοῦ βασιλέα ἀποκτείνειν. ἐπεὶ δὲ καὶ Ἱέραξ ἀφῖκτο κατὰ τύχην καὶ ἔτι αἱ πύλαι ἦσαν κεκλεισμέναι, Ἱέραξ μὲν καὶ ἄλλων πολλῶν παρόντων οὐ διέγνω Παρασπόνδυλον· ἐκεῖνος δὲ φθονήσας Ἱέρακι τοῦ τοῖς ὁμοίοις ἐγχειρεῖν καὶ προδιδόναι διανοηθεὶς, λάθρα προσελθὼν τῆς οὐρᾶς ἀπέτεμε τοῦ ἵππου τρίχας, ἵν' εἴη σαφῶς ἐλέγχειν ἐπὶ τοῦ βασιλέως δεῖγμα φανερὸν τῆς κακουργίας τὰς τρίχας παρεχόμενος. ᾤετο γὰρ πρὸς ἀμφότερα αὐτῷ λυσιτελήσειν τὴν ἐκείνου προδοσίαν· Ἱέρακά τε γὰρ οὐκέτι ἕξειν ἀνταγωνιστὴν περὶ πράγματος οὕτω μεγάλου, διεφθαρμένον ὑπὸ βασιλέως, καὶ αὐτὸς ἀφυλακτοτέρῳ μᾶλλον ἐντυχεῖν τῷ βασιλεῖ διὰ τὴν δοκοῦσαν εὔνοιαν, καὶ ῥᾷον κατεργάσεσθαι τὸν φόνον. διενοεῖτο γὰρ, ὡς ἐλέγετο, ὑπνοῦντι ἐπιτίθεσθαι βασιλεῖ καὶ ἀποκτείνειν. ἅμα δὲ ἡμέρᾳ οἵ τε φίλοι βασιλεῖ ἐμήνυον, ὡς αὖθις Ἱέραξ εἰσέλθοι Βυζάντιον τῆς νυκτὸς καὶ τοῖς ἄρχουσι διαλεχθείη. καὶ Παρασπόνδυλος ὁμοίως τήν τε ἀποστασίαν ἐμήνυεν Ἱέρακος καὶ τὴν ἐπιβουλὴν, καὶ τὰς τρίχας ἐπεδείκνυε τοῦ ἵππου, ἔφασκε δὲ ὡς ὑποπτεύσοι μὲν καὶ πρότερον αὐτὸν, δείσας δὲ μὴ καταψεύδοιτο αὐτοῦ, μὴ ὑποπτεύων ἀληθῆ, παρὰ τὴν Βυζαντίου πύλην ἀφικέσθαι καὶ τοῖς ἄλλοις συνεῖναι ἀγνοούμενον· ἀφικομένου δὲ Ἱέρα 2.562 κος, αὐτὸν μὲν ἀνεπαισθήτως τοῦ ἵππου τὰς τρίχας ἀφελέσθαι, ἵν' εἴη τεκμήριον ἐναργές. ἐκεῖνον δὲ τῶν πυλῶν ἀνοιχθεισῶν, ἐντὸς γενόμενον, αὖθις ἐξελθεῖν. βασιλεὺς δὲ ἐπεὶ τοιαῦτα ἤκουεν, ἐσκέπτετο περὶ Ἱέρακος ὅ,τι χρήσαιτο. σκεπτομένῳ δὲ αὐτῷ ἠγγέλλετο, ὡς Βυζαντίου ἐξελθοῦσα στρατιὰ συμπλακείη τισὶ τῶν βασιλέως. Λατῖνοι γὰρ ὀλίγοι τινὲς ἐκ Γερμανῶν ἐν Βυζαντίῳ διατρίβοντες, ἐξελθόντες τισὶ τῶν βασιλέως περιέτυχον, ἐν οἷς καὶ Ἱέραξ ἦν· καὶ μάχης συναφθείσης, οὔτε τῶν Ῥωμαίων, οὔτε τῶν Λατίνων πέπτωκεν οὐδεὶς, οὔτε μὴν ἐτραυματίσθη· Ἱέραξ δὲ μόνον δὶς τραυματισθεὶς, ἀπέβαλέ τε τὸν ἵππον, καὶ αὐτὸς ἦλθεν ἐγγὺς ἁλῶναι· αὖθις δὲ ἐπελθόντες οἱ βασιλικοὶ, ἀνεσώσαντό τε καὶ πρὸς τὸ στρατόπεδον ἦγον τραυματίαν. βασιλεὺς δὲ πρὸς τὴν σκηνὴν ἐλθὼν, ἐν ᾗ διῆγε, σκοπεῖν ἐκέλευε, μὴ Γεώργιος ὁ τοῦ Χριστοῦ μάρτυς τῆς εἰς αὐτὸν παροινίας σωφρονίζων, ὅτιπερ ἐγγυητὴν παρεσχημένος, αὖθις τοῖς φαύλοις καὶ πονηροῖς ἔργοις ἐκδιδοίη ἑαυτὸν, εἴασε τραυματισθῆναι. ὁ δ' αὖθις τὰ ἴσα τοῖς προτέροις ἰσχυρίζετο, ὡς ἀδίκως ὑποπτεύοιτο. νυκτὸς δὲ ἐπελθούσης, ἐπεὶ ᾐσθάνετο οὐκ ἀγνοούμενος, ᾤχετο εἰς