391
ἰσχὺν κατὰ γῆν τε καὶ θάλασσαν, ἡττήθη δὲ διὰ πολυαρχίαν, οὐ δι' ἀσθένειαν. κἀκ τῆς ̔Ρώμης δὲ ἐξωρμήθη καὶ τοὺς πρώτους ἐξήγαγε. μέρος δέ τι τῆς δυνάμεως τῷ Πρόκλῳ δούς, αὐτὸς ἀνεχώρησε, λέγων μὴ φέρειν μάχην ἀνδρῶν ὁμοφύλων ἰδεῖν. οθεν μαλακίαν αὐτοῦ καταγνόντες οἱ στρατιῶται καὶ οἱ στρατάρχαι οὐδὲν τῶν δεόντων επραξαν, ἀλλ' ἡττήθησαν καὶ τοῖς τοῦ Οὐιτελλίου ἐπεκηρυκεύσαντο καὶ 3.46 ἀνεμίχθησαν σφίσι. τῷ δὲ Οθωνι ηγγειλε ταῦτα ἱππεύς, καὶ ἀπιστούμενος "ειθε" εφη "ταῦτα ψευδῆ, Καῖσαρ, ην·" καὶ εἰπὼν ἑαυτὸν διεχρήσατο. πιστευσάντων δ' ἐκ τούτου πάντων καὶ ἑτοίμως ἐχόντων ἀναμαχέσασθαι, οι τε γὰρ δορυφόροι συχνοὶ ησαν, καὶ ετεροι οὐκ ὀλίγοι παρῆσαν, καὶ ἱκετευόντων αὐτὸν μήθ' ἑαυτὸν μήτε σφᾶς προδοῦναι, "πάντες γὰρ" ελεγον "ὑπὲρ σοῦ ἡδέως ἀποθανούμεθα," ὁ Οθων "πολὺ δικαιότερόν ἐστιν" ειπεν "ενα ὑπὲρ πάντων η πολλοὺς ὑπὲρ ἑνὸς ἀπολέσθαι," καὶ μὴ βούλεσθαι δι' ενα ανδρα τὸν δῆμον τῶν ̔Ρωμαίων στασιάζειν καὶ τοσοῦτον οχλον ἀνθρώπων φθείρεσθαι. ταῦτ' εἰπὼν εἰς τὸ δωμάτιον ἀνεχώρησε, καί τινα τοῖς τε οἰκείοις καὶ τῷ Οὐιτελλίῳ ὑπὲρ αὐτῶν ἐπιστείλας, τά τε γράμματα οσα τινὲς αὐτῷ κατ' ἐκείνου ἐγεγράφεσαν εκαυσεν, ωστε μηδένα ἐξ αὐτῶν φωραθέντα κινδυνεῦσαι, καὶ καλῶν ενα εκαστον τῶν παρόντων ἠσπάζετο αὐτοὺς καὶ ἐδίδου σφίσι χρήματα. κἀν τούτῳ ταραχῆς γενομένης στρατιωτῶν ἐξῆλθε, καὶ καταστήσας αὐτοὺς οὐ πρότερον ἀνεχώρησε πρὶν ἐς τὸ ἀσφαλὲς αλλους ἀλλαχοῦ πέμψαι. καὶ ουτως ἐπεὶ μηδὲν ετι ταραχῶδες ἐγίνετο, ἑαυτὸν διεχρήσατο. καὶ οἱ στρατιῶται τὸ σῶμα αὐτοῦ εθαψαν, καί τινες αὐτῷ ἐπέσφαξαν ἑαυτούς. Τοῦτο τὸ τέλος τῷ Οθωνι γέγονε, ζήσαντι μὲν ἑπτὰ καὶ τριάκοντα ετη, αρξαντι δὲ ἡμέρας ἐνενήκοντα· οθεν καὶ τὴν ἀσέβειαν καὶ τὴν πονηρίαν τοῦ βίου συνεσκίασε· κάκιστα γὰρ ἀνθρώπων ζήσας κάλλιστα ἀπέθανεν. οἱ δὲ στρατιῶται εὐθὺς μὲν ἐταράχθησαν, καὶ ὑπ' ἀλλήλων πολλοὶ ἀνῃρέθησαν· επειτα ὡμονόησαν καὶ προσκεχωρήκεσαν τοῖς κεκρατηκόσιν. 3.47 Οἱ δ' ἐν τῇ ̔Ρώμῃ τὸ πάθος μαθόντες τοῦ Οθωνος, ἀπεδήμει γὰρ τοῦ αστεος, ὡς προείρηται, αὐτοκράτορα τὸν Οὐιτέλλιον ἀνηγόρευον. οντι δ' ἐν τῇ Γαλατίᾳ ὁ θάνατος ἠγγέλθη τοῦ Οθωνος. ηλθε δὲ πρὸς αὐτὸν καὶ ἡ γυνὴ καὶ τὸ παιδίον, ο καὶ ἐπὶ βήματος Γερμανικόν τε καὶ αὐτοκράτορα ἐπωνόμασεν, ἑξάετες ον. φιλόμαντις δὲ ὑπάρχων καὶ μηδὲ τὸ βραχὺ πράσσων ανευ αὐτῶν, τότε μὲν τοὺς ἀστρονόμους, υστερον δὲ καὶ τοὺς γόητας ἐξήλασε, προειπὼν σφίσιν ἐντὸς τῆσδε τῆς ἡμέρας ἐξ ἁπάσης ἐκχωρῆσαι τῆς ̓Ιταλίας. κἀκεῖνοι νυκτὸς ἀντιπροθέντες προγράμματα, ἀντιπαρήγγειλαν αὐτῷ ἀπαλλαγῆναι τοῦ βίου ἐντὸς τῆς ἡμέρας ἐν ῃ ἐτελεύτησεν. Ην δὲ τρυφῇ τε καὶ ἀσελγείᾳ προσκείμενος. καὶ ἀπ' ἀρχῆς τοιοῦτος ων οιος περὶ τὰ καπηλεῖα καὶ τὰ κυβευτήρια καὶ τοὺς ὀρχηστὰς καὶ τοὺς ἁρματηλάτας ἐσπουδακέναι, καὶ ἀμύθητα ἐς τὰ τοιαῦτα ἀνήλισκε καὶ διὰ τοῦτο καὶ δανειστὰς πολλοὺς ειχε· τότε δὲ καὶ μᾶλλον υβριζε, καὶ τῆς τε ἡμέρας τὸ πλεῖστον τῆς τε νυκτὸς ἐδαπάνα ἀπλήστως ἐμφορούμενος καὶ συνεχῶς ἐξεμῶν, ὡς μόνῃ τῇ παρόδῳ τῶν σιτίων τρέφεσθαι. ἀφ' ουπερ καὶ ἀνταρκεῖν ἠδύνατο. οἱ δὲ συνδειπνοῦντες αὐτῷ πάνυ κακῶς ἀπηλλάσσοντο. οθεν εις τις αὐτῶν νοσήσας καὶ διὰ τοῦτο ἡμέρας τινὰς τοῦ συσσιτίου ἀπολειφθεὶς ειπεν οτι "εἰ μὴ ἐνόσησα, πάντως αν ἀπολώλειν." καὶ ἐγένετο ὁ χρόνος ὁ τῆς αὐταρχίας αὐτοῦ σύμπας οὐδὲν αλλο η 3.48 μέθαι τε καὶ κῶμοι. καὶ τί αν τις καθ' εκαστον αὐτῶν καταλέγοι, ὁπότε πρὸς πάντων ὡμολόγηται δύο μυριάδας μυριάδων καὶ χιλίας πεντακοσίας ἐν τῷ τῆς ἀρχῆς αὐτοῦ χρόνῳ ἐς τὰ δεῖπνα αὐτὸν δεδαπανηκέναι. πολλάκις δὲ καὶ παρ' αλλοις εἱστιᾶτο, καὶ τῆς αὐτῆς ἡμέρας αλλοι μὲν ἀκρατίσασθαι παρεῖχον αὐτῷ, αλλοι δὲ ἀριστῆσαι, ετεροι δὲ δεῖπνον, ετεροι δὲ μεταδόρπιά τινα πλησμονῆς παραμύθια. Ουτω δὲ βιοὺς οὐκ αμοιρος ην παντάπασι καὶ καλῶν εργων. τό τε γὰρ ἐπὶ Νέρωνος καὶ τὸ ἐπὶ Γάλβου τοῦ τε Οθωνος κοπὲν νόμισμα ἐτήρησεν, οὐκ ἀγανακτῶν ταῖς εἰκόσιν